Forage Plato · Republic · Book VIII
Plato · Republic

Book VIII

How constitutions decline.

GreekEnglish

Socratesεἶεν· ταῦτα μὲν δὴ ὡμολόγηται, ὦ Γλαύκων, τῇ μελλούσῃ ἄκρως οἰκεῖν πόλει κοινὰς μὲν γυναῖκας, κοινοὺς δὲ παῖδας εἶναι καὶ πᾶσαν παιδείαν, ὡσαύτως δὲ τὰ ἐπιτηδεύματα κοινὰ ἐν πολέμῳ τε καὶ εἰρήνῃ, βασιλέας δὲ αὐτῶν εἶναι τοὺς ἐν φιλοσοφίᾳ τε καὶ πρὸς τὸν πόλεμον γεγονότας ἀρίστους.

ὡμολόγηται, ἔφη. 543b

Socrates“Very well. We’ve agreed, Glaucon, that in the city that is to be governed at its best, women are to be in common, children are to be in common, and all education too; likewise their pursuits in war and peace are to be in common; and their kings are to be those who have proved best in philosophy and in war.”

“It’s agreed,” he said. 543b

καὶ μὴν καὶ τάδε συνεχωρήσαμεν, ὡς, ὅταν δὴ καταστῶσιν οἱ ἄρχοντες, ἄγοντες τοὺς στρατιώτας κατοικιοῦσιν εἰς οἰκήσεις οἵας προείπομεν, ἴδιον μὲν οὐδὲν οὐδενὶ ἐχούσας, κοινὰς δὲ πᾶσι· πρὸς δὲ ταῖς τοιαύταις οἰκήσεσι, καὶ τὰς κτήσεις, εἰ μνημονεύεις, διωμολογησάμεθά που οἷαι ἔσονται αὐτοῖς.

ἀλλὰ μνημονεύω, ἔφη, ὅτι γε οὐδὲν οὐδένα ᾠόμεθα δεῖν κεκτῆσθαι ὧν νῦν οἱ ἄλλοι, ὥσπερ δὲ ἀθλητάς τε πολέμου 543c καὶ φύλακας, μισθὸν τῆς φυλακῆς δεχομένους εἰς ἐνιαυτὸν τὴν εἰς ταῦτα τροφὴν παρὰ τῶν ἄλλων, αὑτῶν τε δεῖν καὶ τῆς ἄλλης πόλεως ἐπιμελεῖσθαι.

“And we also granted this: that once the rulers are established, they’ll lead the soldiers and settle them in the sort of housing we described, where no one has anything private and everything is common to all. And besides housing like that, we also agreed, if you remember, what sort of possessions they would have.”

“Yes, I remember,” he said. “We thought none of them should own any of the things other people own now; instead, like athletes of war 543c and guardians, they should receive from the others their year’s keep as wages for their guarding, and devote themselves to caring for themselves and the rest of the city.”

ὀρθῶς, ἔφην, λέγεις. ἀλλʼ ἄγʼ, ἐπειδὴ τοῦτʼ ἀπετελέσαμεν, ἀναμνησθῶμεν πόθεν δεῦρο ἐξετραπόμεθα, ἵνα πάλιν τὴν αὐτὴν ἴωμεν.

οὐ χαλεπόν, ἔφη. σχεδὸν γάρ, καθάπερ νῦν, ὡς διεληλυθὼς περὶ τῆς πόλεως τοὺς λόγους ἐποιοῦ, λέγων ὡς ἀγαθὴν μὲν τὴν τοιαύτην, οἵαν τότε διῆλθες, τιθείης πόλιν, 543d καὶ ἄνδρα τὸν ἐκείνῃ ὅμοιον, καὶ ταῦτα, ὡς ἔοικας, καλλίω 544a ἔτι ἔχων εἰπεῖν πόλιν τε καὶ ἄνδρα.

“You’re right,” I said. “But come on, now that we’ve finished this, let’s recall where we turned off to get here, so that we can go back along the same road.”

“That’s not hard,” he said. “You were talking pretty much as you are now, as if you’d finished describing the city. You said that you would set down as good the sort of city you had then described, 543d and the man who resembles it — and that, apparently, though you had a still finer 544a city and man to tell of.

ἀλλʼ οὖν δὴ τὰς ἄλλας ἡμαρτημένας ἔλεγες, εἰ αὕτη ὀρθή. τῶν δὲ λοιπῶν πολιτειῶν ἔφησθα, ὡς μνημονεύω, τέτταρα εἴδη εἶναι, ὧν καὶ πέρι λόγον ἄξιον εἴη ἔχειν καὶ ἰδεῖν αὐτῶν τὰ ἁμαρτήματα καὶ τοὺς ἐκείναις αὖ ὁμοίους, ἵνα πάντας αὐτοὺς ἰδόντες, καὶ ὁμολογησάμενοι τὸν ἄριστον καὶ τὸν κάκιστον ἄνδρα, ἐπισκεψαίμεθα εἰ ὁ ἄριστος εὐδαιμονέστατος καὶ ὁ κάκιστος ἀθλιώτατος, ἢ ἄλλως ἔχοι· καὶ ἐμοῦ ἐρομένου τίνας λέγοις 544b τὰς τέτταρας πολιτείας, ἐν τούτῳ ὑπέλαβε Πολέμαρχός τε καὶ Ἀδείμαντος, καὶ οὕτω δὴ σὺ ἀναλαβὼν τὸν λόγον δεῦρʼ ἀφῖξαι.

ὀρθότατα, εἶπον, ἐμνημόνευσας.

“Anyway, you said that if this one is right, the others are defective. Of the remaining constitutions, as I recall, you said there were four kinds worth discussing, whose faults we should look at, along with the men who resemble each of them. That way, once we had seen them all and agreed on who is the best man and who the worst, we could investigate whether the best is happiest and the worst most wretched, or not. And when I asked which 544b four constitutions you meant, Polemarchus and Adeimantus interrupted at that point; and that’s how you took up the discussion and arrived here.”

“You’ve remembered it exactly,” I said.

πάλιν τοίνυν, ὥσπερ παλαιστής, τὴν αὐτὴν λαβὴν πάρεχε, καὶ τὸ αὐτὸ ἐμοῦ ἐρομένου πειρῶ εἰπεῖν ἅπερ τότε ἔμελλες λέγειν.

ἐάνπερ, ἦν δʼ ἐγώ, δύνωμαι.

καὶ μήν, ἦ δʼ ὅς, ἐπιθυμῶ γε καὶ αὐτὸς ἀκοῦσαι τίνας ἔλεγες τὰς τέτταρας πολιτείας. 544c

“Then give me the same hold again, like a wrestler: I’ll ask the same question, and you try to say what you were going to say then.”

“If I can,” I said.

“Well, I really do want to hear for myself,” he said, “which four constitutions you meant.” 544c

οὐ χαλεπῶς, ἦν δʼ ἐγώ, ἀκούσῃ. εἰσὶ γὰρ ἃς λέγω, αἵπερ καὶ ὀνόματα ἔχουσιν, ἥ τε ὑπὸ τῶν πολλῶν ἐπαινουμένη, ἡ Κρητική τε καὶ Λακωνικὴ αὕτη· καὶ δευτέρα καὶ δευτέρως ἐπαινουμένη, καλουμένη δʼ ὀλιγαρχία, συχνῶν γέμουσα κακῶν πολιτεία· ἥ τε ταύτῃ διάφορος καὶ ἐφεξῆς γιγνομένη δημοκρατία, καὶ ἡ γενναία δὴ τυραννὶς καὶ πασῶν τούτων διαφέρουσα, τέταρτόν τε καὶ ἔσχατον πόλεως νόσημα. ἤ τινα ἄλλην ἔχεις ἰδέαν πολιτείας, ἥτις καὶ ἐν εἴδει διαφανεῖ 544d τινι κεῖται; δυναστεῖαι γὰρ καὶ ὠνηταὶ βασιλεῖαι καὶ τοιαῦταί τινες πολιτεῖαι μεταξύ τι τούτων πού εἰσιν, εὕροι δʼ ἄν τις αὐτὰς οὐκ ἐλάττους περὶ τοὺς βαρβάρους ἢ τοὺς Ἕλληνας.

“You won’t find that hard to hear,” I said. “The ones I mean are the ones that also have names. There’s the one most people praise, the Cretan and Spartan constitution. Second, and second in praise, is the one called oligarchy, a constitution full of evils. Then its opposite, which comes next, democracy. And then that noble thing, tyranny, which outdoes all of them, the fourth and last disease of a city. Or do you know some other form of constitution that falls into a clearly distinct 544d class? Hereditary dynasties, purchased kingships and other constitutions of that sort lie somewhere in between these, and you’d find them no less among non-Greeks than among Greeks.”

πολλαὶ γοῦν καὶ ἄτοποι, ἔφη, λέγονται.

οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι καὶ ἀνθρώπων εἴδη τοσαῦτα ἀνάγκη τρόπων εἶναι, ὅσαπερ καὶ πολιτειῶν; ἢ οἴει ἐκ δρυός ποθεν ἢ ἐκ πέτρας τὰς πολιτείας γίγνεσθαι, ἀλλʼ 544e οὐχὶ ἐκ τῶν ἠθῶν τῶν ἐν ταῖς πόλεσιν, ἃ ἂν ὥσπερ ῥέψαντα τἆλλα ἐφελκύσηται;

οὐδαμῶς ἔγωγʼ, ἔφη, ἄλλοθεν ἢ ἐντεῦθεν.

οὐκοῦν εἰ τὰ τῶν πόλεων πέντε, καὶ αἱ τῶν ἰδιωτῶν κατασκευαὶ τῆς ψυχῆς πέντε ἂν εἶεν.

τί μήν;

“Certainly there are many strange ones spoken of,” he said.

“Then do you realize,” I said, “that there must be as many kinds of human character as there are of constitutions? Or do you think constitutions come from some oak or rock, and not 544e from the characters of the people in the cities, which tip the scale, so to speak, and drag everything else along with them?”

“No,” he said, “I think they come from nowhere but there.”

“Then if the arrangements of cities are five, the arrangements of individual souls would be five too.”

“Of course.”

“From oak or rock” echoes a proverbial phrase in Homer (Odyssey 19.163) for someone of unknown origin.

τὸν μὲν δὴ τῇ ἀριστοκρατίᾳ ὅμοιον διεληλύθαμεν ἤδη, ὃν ἀγαθόν τε καὶ δίκαιον ὀρθῶς φαμεν εἶναι.

διεληλύθαμεν.

ἆρʼ οὖν τὸ μετὰ τοῦτο διιτέον τοὺς χείρους, τὸν φιλόνικόν τε καὶ φιλότιμον, κατὰ τὴν Λακωνικὴν ἑστῶτα πολιτείαν, καὶ ὀλιγαρχικὸν αὖ καὶ δημοκρατικὸν καὶ τὸν τυραννικόν, ἵνα τὸν ἀδικώτατον ἰδόντες ἀντιθῶμεν τῷ δικαιοτάτῳ καὶ ἡμῖν τελέα ἡ σκέψις ᾖ, πῶς ποτε ἡ ἄκρατος δικαιοσύνη πρὸς ἀδικίαν τὴν ἄκρατον ἔχει εὐδαιμονίας τε πέρι τοῦ ἔχοντος καὶ ἀθλιότητος, ἵνα ἢ Θρασυμάχῳ πειθόμενοι 545b διώκωμεν ἀδικίαν ἢ τῷ νῦν προφαινομένῳ λόγῳ δικαιοσύνην;

“Now we’ve already described the man who resembles aristocracy, whom we rightly call good and just.”

“We have.”

“Next, then, shouldn’t we go through the worse ones? First the man who loves victory and honor, corresponding to the Spartan constitution; then the oligarchic, the democratic and the tyrannical man. That way we can look at the most unjust man and set him beside the most just, and our inquiry will be complete: how pure justice compares with pure injustice in the happiness or wretchedness of the person who has it. Then we can either be persuaded by Thrasymachus 545b and pursue injustice, or by the argument now coming to light and pursue justice.”

παντάπασι μὲν οὖν, ἔφη, οὕτω ποιητέον.

ἆρʼ οὖν, ὥσπερ ἠρξάμεθα ἐν ταῖς πολιτείαις πρότερον σκοπεῖν τὰ ἤθη ἢ ἐν τοῖς ἰδιώταις, ὡς ἐναργέστερον ὄν, καὶ νῦν οὕτω πρῶτον μὲν τὴν φιλότιμον σκεπτέον πολιτείαν —ὄνομα γὰρ οὐκ ἔχω λεγόμενον ἄλλο· ἢ τιμοκρατίαν ἢ τιμαρχίαν αὐτὴν κλητέον—πρὸς δὲ ταύτην τὸν τοιοῦτον 545c ἄνδρα σκεψόμεθα, ἔπειτα ὀλιγαρχίαν καὶ ἄνδρα ὀλιγαρχικόν, αὖθις δὲ εἰς δημοκρατίαν ἀποβλέψαντες θεασόμεθα ἄνδρα δημοκρατικόν, τὸ δὲ τέταρτον εἰς τυραννουμένην πόλιν ἐλθόντες καὶ ἰδόντες, πάλιν εἰς τυραννικὴν ψυχὴν βλέποντες, πειρασόμεθα περὶ ὧν προυθέμεθα ἱκανοὶ κριταὶ γενέσθαι;

“Absolutely,” he said, “that’s what we must do.”

“Well, earlier we began by examining characters in constitutions before examining them in individuals, since that’s clearer. Shouldn’t we do the same now? First we examine the constitution that loves honor — I have no other name in use for it; we’ll have to call it timocracy or timarchy — and alongside it we’ll consider the man of that sort; 545c then oligarchy and the oligarchic man; next we’ll look at democracy and observe the democratic man; and fourth, we’ll go to the city ruled by a tyrant and look at it, and then look into the tyrannical soul. And so we’ll try to become competent judges of the questions we set ourselves.”

κατὰ λόγον γέ τοι ἄν, ἔφη, οὕτω γίγνοιτο ἥ τε θέα καὶ ἡ κρίσις.

φέρε τοίνυν, ἦν δʼ ἐγώ, πειρώμεθα λέγειν τίνα τρόπον τιμοκρατία γένοιτʼ ἂν ἐξ ἀριστοκρατίας. ἢ τόδε μὲν ἁπλοῦν, 545d ὅτι πᾶσα πολιτεία μεταβάλλει ἐξ αὐτοῦ τοῦ ἔχοντος τὰς ἀρχάς, ὅταν ἐν αὐτῷ τούτῳ στάσις ἐγγένηται· ὁμονοοῦντος δέ, κἂν πάνυ ὀλίγον ᾖ, ἀδύνατον κινηθῆναι;

ἔστι γὰρ οὕτω.

“That would certainly be a reasonable way,” he said, “to do both the viewing and the judging.”

“Come on, then,” I said, “let’s try to say how a timocracy would arise from an aristocracy. Or is it simply this: 545d every constitution changes because of the very group that holds office, when civil strife breaks out within that group; but as long as it is of one mind, however small it is, it can’t be shaken?”

“Yes, that’s so.”

How the best city declines

Socrates explains how strife among the rulers turns the best city into a timocracy.

Famous passage The decline of constitutionsThe ideal city decays step by step into timocracy, oligarchy, democracy and finally tyranny, each with its matching kind of man.

πῶς οὖν δή, εἶπον, ὦ Γλαύκων, ἡ πόλις ἡμῖν κινηθήσεται, καὶ πῇ στασιάσουσιν οἱ ἐπίκουροι καὶ οἱ ἄρχοντες πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτούς; ἢ βούλει, ὥσπερ Ὅμηρος, εὐχώμεθα ταῖς Μούσαις εἰπεῖν ἡμῖν ὅπως δὴ 545e πρῶτον στάσις ἔμπεσε , καὶ φῶμεν αὐτὰς τραγικῶς ὡς πρὸς παῖδας ἡμᾶς παιζούσας καὶ ἐρεσχηλούσας, ὡς δὴ σπουδῇ λεγούσας, ὑψηλολογουμένας λέγειν;

πῶς;

“Then how, Glaucon,” I said, “will our city be shaken? How will the auxiliaries and the rulers fall into strife with each other and among themselves? Or would you like us, like Homer, to pray to the Muses to tell us how 545e ‘strife first fell upon them’? We could say that they speak to us in a lofty, tragic style, playing and teasing us as if we were children, while talking as though they were in earnest.”

“How?”

Homer invokes the Muses to tell how fire first fell on the Greek ships (Iliad 16.112); Socrates adapts the phrase.

ὧδέ πως. χαλεπὸν μὲν κινηθῆναι πόλιν οὕτω συστᾶσαν· ἀλλʼ ἐπεὶ γενομένῳ παντὶ φθορά ἐστιν, οὐδʼ ἡ τοιαύτη σύστασις τὸν ἅπαντα μενεῖ χρόνον, ἀλλὰ λυθήσεται. λύσις δὲ ἥδε· οὐ μόνον φυτοῖς ἐγγείοις, ἀλλὰ καὶ ἐν ἐπιγείοις ζῴοις φορὰ καὶ ἀφορία ψυχῆς τε καὶ σωμάτων γίγνονται, ὅταν περιτροπαὶ ἑκάστοις κύκλων περιφορὰς συνάπτωσι, βραχυβίοις μὲν βραχυπόρους, ἐναντίοις δὲ ἐναντίας. γένους δὲ ὑμετέρου εὐγονίας τε καὶ ἀφορίας, καίπερ ὄντες σοφοί, 546b οὓς ἡγεμόνας πόλεως ἐπαιδεύσασθε, οὐδὲν μᾶλλον λογισμῷ μετʼ αἰσθήσεως τεύξονται, ἀλλὰ πάρεισιν αὐτοὺς καὶ γεννήσουσι παῖδάς ποτε οὐ δέον.

Something like this. It is hard for a city constituted like this to be shaken. But since everything that comes into being must decay, not even a structure like this will last for all time; it will be dissolved. And this is how. Not only for plants in the earth but also for animals upon it, there come times of fertility and barrenness of soul and body, whenever the revolutions complete the circuits of each kind’s cycles — short circuits for the short-lived, and the opposite for the opposite. As for the fertility and barrenness of your race, those 546b you have educated as leaders of the city, wise though they are, will be no more successful at hitting on them through reasoning combined with perception. The times will slip past them, and they will beget children when they should not.

ἔστι δὲ θείῳ μὲν γεννητῷ περίοδος ἣν ἀριθμὸς περιλαμβάνει τέλειος, ἀνθρωπείῳ δὲ ἐν ᾧ πρώτῳ αὐξήσεις δυνάμεναί τε καὶ δυναστευόμεναι, τρεῖς ἀποστάσεις, τέτταρας δὲ ὅρους λαβοῦσαι ὁμοιούντων τε καὶ ἀνομοιούντων καὶ αὐξόντων καὶ φθινόντων, πάντα προσήγορα 546c καὶ ῥητὰ πρὸς ἄλληλα ἀπέφηναν· ὧν ἐπίτριτος πυθμὴν πεμπάδι συζυγεὶς δύο ἁρμονίας παρέχεται τρὶς αὐξηθείς, τὴν μὲν ἴσην ἰσάκις, ἑκατὸν τοσαυτάκις, τὴν δὲ ἰσομήκη μὲν τῇ, προμήκη δέ, ἑκατὸν μὲν ἀριθμῶν ἀπὸ διαμέτρων ῥητῶν πεμπάδος, δεομένων ἑνὸς ἑκάστων, ἀρρήτων δὲ δυοῖν, ἑκατὸν δὲ κύβων τριάδος.

For a divine creature that is born, there is a period comprehended by a perfect number. For a human one, it is the first number in which increases, both dominating and dominated, taking three intervals and four terms of things that make like and unlike, that wax and wane, render everything 546c commensurable and rational with everything else. Of these, the four-thirds base, yoked with five and increased three times, yields two harmonies. One is equal an equal number of times, so many times a hundred. The other is equal in length one way but oblong: on one side, a hundred numbers from the rational diameters of five, each less one (or less two, from the irrational diameters); on the other, a hundred cubes of three.

This “nuptial number” is famously obscure; one common reckoning makes it 12,960,000, the square of 3,600 and also the product 4,800 × 2,700.

σύμπας δὲ οὗτος ἀριθμὸς γεωμετρικός, τοιούτου κύριος, ἀμεινόνων τε καὶ χειρόνων γενέσεων, 546d ἃς ὅταν ἀγνοήσαντες ὑμῖν οἱ φύλακες συνοικίζωσιν νύμφας νυμφίοις παρὰ καιρόν, οὐκ εὐφυεῖς οὐδʼ εὐτυχεῖς παῖδες ἔσονται· ὧν καταστήσουσι μὲν τοὺς ἀρίστους οἱ πρότεροι, ὅμως δὲ ὄντες ἀνάξιοι, εἰς τὰς τῶν πατέρων αὖ δυνάμεις ἐλθόντες, ἡμῶν πρῶτον ἄρξονται ἀμελεῖν φύλακες ὄντες, παρʼ ἔλαττον τοῦ δέοντος ἡγησάμενοι τὰ μουσικῆς, δεύτερον δὲ τὰ γυμναστικῆς, ὅθεν ἀμουσότεροι γενήσονται ὑμῖν οἱ νέοι. ἐκ δὲ τούτων ἄρχοντες οὐ πάνυ φυλακικοὶ 546e καταστήσονται πρὸς τὸ δοκιμάζειν τὰ Ἡσιόδου τε καὶ τὰ παρʼ 547a ὑμῖν γένη, χρυσοῦν τε καὶ ἀργυροῦν καὶ χαλκοῦν καὶ σιδηροῦν·

This whole geometrical number controls this matter: better and worse births. 546d And when your guardians, not knowing about them, pair brides with bridegrooms at the wrong time, the children will be neither well endowed by nature nor fortunate. The older generation will appoint the best of them, but they will still be unworthy, and when they come into their fathers’ powers they will begin, though guardians, to neglect us: first by valuing music and poetry less than they should, and second physical training, so that your young people will be less cultivated. From these will come rulers not very well suited 546e to guarding, to testing the races — Hesiod’s, and those among 547a you — of gold, silver, bronze and iron.

In Hesiod’s Works and Days, humankind passes through successive races of gold, silver, bronze and iron.

ὁμοῦ δὲ μιγέντος σιδηροῦ ἀργυρῷ καὶ χαλκοῦ χρυσῷ ἀνομοιότης ἐγγενήσεται καὶ ἀνωμαλία ἀνάρμοστος, ἃ γενόμενα, οὗ ἂν ἐγγένηται, ἀεὶ τίκτει πόλεμον καὶ ἔχθραν. ταύτης τοι γενεῆς χρὴ φάναι εἶναι στάσιν, ὅπου ἂν γίγνηται ἀεί.

καὶ ὀρθῶς γʼ, ἔφη, αὐτὰς ἀποκρίνεσθαι φήσομεν.

καὶ γάρ, ἦν δʼ ἐγώ, ἀνάγκη μούσας γε οὔσας. 547b

τί οὖν, ἦ δʼ ὅς, τὸ μετὰ τοῦτο λέγουσιν αἱ Μοῦσαι;

When iron is mixed with silver and bronze with gold, unlikeness will arise, and a discordant irregularity; and wherever these arise, they always breed war and hatred. “Of this lineage,” we must say, is civil strife, wherever it arises.

“And we’ll say that their answer is right,” he said.

“It has to be,” I said, “since they’re Muses.” 547b

“Then what do the Muses say next?” he said.

στάσεως, ἦν δʼ ἐγώ, γενομένης εἱλκέτην ἄρα ἑκατέρω τὼ γένει, τὸ μὲν σιδηροῦν καὶ χαλκοῦν ἐπὶ χρηματισμὸν καὶ γῆς κτῆσιν καὶ οἰκίας χρυσίου τε καὶ ἀργύρου, τὼ δʼ αὖ, τὸ χρυσοῦν τε καὶ ἀργυροῦν, ἅτε οὐ πενομένω ἀλλὰ φύσει ὄντε πλουσίω, τὰς ψυχὰς ἐπὶ τὴν ἀρετὴν καὶ τὴν ἀρχαίαν κατάστασιν ἠγέτην· βιαζομένων δὲ καὶ ἀντιτεινόντων ἀλλήλοις, εἰς μέσον ὡμολόγησαν γῆν μὲν καὶ οἰκίας κατανειμαμένους 547c ἰδιώσασθαι, τοὺς δὲ πρὶν φυλαττομένους ὑπʼ αὐτῶν ὡς ἐλευθέρους φίλους τε καὶ τροφέας, δουλωσάμενοι τότε περιοίκους τε καὶ οἰκέτας ἔχοντες, αὐτοὶ πολέμου τε καὶ φυλακῆς αὐτῶν ἐπιμελεῖσθαι.

“Once strife has arisen,” I said, “the two races pull in different directions. The iron and bronze pull toward moneymaking and the acquisition of land and houses, gold and silver. The other two, the gold and silver, since they are not poor but rich by nature, draw their souls toward excellence and the old order. They struggle and strain against each other, and then they agree on a middle course: they distribute land and houses 547c as private property; they enslave those they previously guarded as free friends and providers, and hold them as dependents and servants; and they themselves see to war and to keeping guard over them.”

δοκεῖ μοι, ἔφη, αὕτη ἡ μετάβασις ἐντεῦθεν γίγνεσθαι.

οὐκοῦν, ἦν δʼ ἐγώ, ἐν μέσῳ τις ἂν εἴη ἀριστοκρατίας τε καὶ ὀλιγαρχίας αὕτη ἡ πολιτεία;

πάνυ μὲν οὖν.

μεταβήσεται μὲν δὴ οὕτω· μεταβᾶσα δὲ πῶς οἰκήσει; ἢ 547d φανερὸν ὅτι τὰ μὲν μιμήσεται τὴν προτέραν πολιτείαν, τὰ δὲ τὴν ὀλιγαρχίαν, ἅτʼ ἐν μέσῳ οὖσα, τὸ δέ τι καὶ αὑτῆς ἕξει ἴδιον;

οὕτως, ἔφη.

“I think that’s where this change comes from,” he said.

“Then wouldn’t this constitution be somewhere between aristocracy and oligarchy?” I said.

“Certainly.”

“That’s how the change will happen. But once changed, how will it be run? Isn’t it 547d clear that since it’s in between, it will imitate the previous constitution in some ways and oligarchy in others, and also have something peculiar to itself?”

“Just so,” he said.

οὐκοῦν τῷ μὲν τιμᾶν τοὺς ἄρχοντας καὶ γεωργιῶν ἀπέχεσθαι τὸ προπολεμοῦν αὐτῆς καὶ χειροτεχνιῶν καὶ τοῦ ἄλλου χρηματισμοῦ, συσσίτια δὲ κατεσκευάσθαι καὶ γυμναστικῆς τε καὶ τῆς τοῦ πολέμου ἀγωνίας ἐπιμελεῖσθαι, πᾶσι τοῖς τοιούτοις τὴν προτέραν μιμήσεται;

ναί. 547e

“So in honoring its rulers; in having its warrior class keep away from farming, crafts and other moneymaking; in establishing common meals and attending to physical training and the contests of war — in all such things it will imitate the previous one?”

“Yes.” 547e

τῷ δέ γε φοβεῖσθαι τοὺς σοφοὺς ἐπὶ τὰς ἀρχὰς ἄγειν, ἅτε οὐκέτι κεκτημένην ἁπλοῦς τε καὶ ἀτενεῖς τοὺς τοιούτους ἄνδρας ἀλλὰ μεικτούς, ἐπὶ δὲ θυμοειδεῖς τε καὶ ἁπλουστέρους ἀποκλίνειν, τοὺς πρὸς πόλεμον μᾶλλον πεφυκότας ἢ πρὸς 548a εἰρήνην, καὶ τοὺς περὶ ταῦτα δόλους τε καὶ μηχανὰς ἐντίμως ἔχειν, καὶ πολεμοῦσα τὸν ἀεὶ χρόνον διάγειν, αὐτὴ ἑαυτῆς αὖ τὰ πολλὰ τῶν τοιούτων ἴδια ἕξει;

ναί.

“But in being afraid to bring the wise into office, since it no longer has men of that kind who are simple and intense, only mixed ones; in leaning instead toward spirited and simpler men, more naturally suited to war than to 548a peace; in holding the tricks and stratagems of war in honor; and in spending all its time at war — in most such things it will have features peculiar to itself?”

“Yes.”

ἐπιθυμηταὶ δέ γε, ἦν δʼ ἐγώ, χρημάτων οἱ τοιοῦτοι ἔσονται, ὥσπερ οἱ ἐν ταῖς ὀλιγαρχίαις, καὶ τιμῶντες ἀγρίως ὑπὸ σκότου χρυσόν τε καὶ ἄργυρον, ἅτε κεκτημένοι ταμιεῖα καὶ οἰκείους θησαυρούς, οἷ θέμενοι ἂν αὐτὰ κρύψειαν, καὶ αὖ περιβόλους οἰκήσεων, ἀτεχνῶς νεοττιὰς ἰδίας, ἐν αἷς 548b ἀναλίσκοντες γυναιξί τε καὶ οἷς ἐθέλοιεν ἄλλοις πολλὰ ἂν δαπανῷντο.

ἀληθέστατα, ἔφη.

“Men like these will also be greedy for money,” I said, “like those in oligarchies. They’ll have a fierce, secret reverence for gold and silver, since they’ll own storehouses and private treasuries where they can put it away and hide it, and walled houses — private nests, quite literally — in which 548b they can spend lavishly on women and on anyone else they like.”

“Very true,” he said.

οὐκοῦν καὶ φειδωλοὶ χρημάτων, ἅτε τιμῶντες καὶ οὐ φανερῶς κτώμενοι, φιλαναλωταὶ δὲ ἀλλοτρίων διʼ ἐπιθυμίαν, καὶ λάθρᾳ τὰς ἡδονὰς καρπούμενοι, ὥσπερ παῖδες πατέρα τὸν νόμον ἀποδιδράσκοντες, οὐχ ὑπὸ πειθοῦς ἀλλʼ ὑπὸ βίας πεπαιδευμένοι διὰ τὸ τῆς ἀληθινῆς Μούσης τῆς μετὰ λόγων 548c τε καὶ φιλοσοφίας ἠμεληκέναι καὶ πρεσβυτέρως γυμναστικὴν μουσικῆς τετιμηκέναι.

παντάπασιν, ἔφη, λέγεις μεμειγμένην πολιτείαν ἐκ κακοῦ τε καὶ ἀγαθοῦ.

μέμεικται γάρ, ἦν δʼ ἐγώ· διαφανέστατον δʼ ἐν αὐτῇ ἐστὶν ἕν τι μόνον ὑπὸ τοῦ θυμοειδοῦς κρατοῦντος, φιλονικίαι καὶ φιλοτιμίαι.

σφόδρα γε, ἦ δʼ ὅς.

“And won’t they be stingy with their own money, since they value it and can’t acquire it openly, but happy to spend other people’s to satisfy their appetites? They’ll enjoy their pleasures in secret, running away from the law like boys from their father. That’s because they’ve been educated not by persuasion but by force, since they’ve neglected the true Muse, the one who goes with discussion 548c and philosophy, and honored physical training above music and poetry.”

“The constitution you’re describing,” he said, “is a complete mixture of bad and good.”

“Yes, it is mixed,” I said. “But one thing alone stands out most clearly in it, because the spirited part is in control: love of victory and love of honor.”

“Very much so,” he said.

The timocratic man

Socrates describes the honor-loving man and how he grows from the son of a good father.

οὐκοῦν, ἦν δʼ ἐγώ, αὕτη μὲν ἡ πολιτεία οὕτω γεγονυῖα καὶ τοιαύτη ἄν τις εἴη, ὡς λόγῳ σχῆμα πολιτείας ὑπογράψαντα 548d μὴ ἀκριβῶς ἀπεργάσασθαι διὰ τὸ ἐξαρκεῖν μὲν ἰδεῖν καὶ ἐκ τῆς ὑπογραφῆς τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, ἀμήχανον δὲ μήκει ἔργον εἶναι πάσας μὲν πολιτείας, πάντα δὲ ἤθη μηδὲν παραλιπόντα διελθεῖν.

καὶ ὀρθῶς, ἔφη.

τίς οὖν ὁ κατὰ ταύτην τὴν πολιτείαν ἀνήρ; πῶς τε γενόμενος ποῖός τέ τις ὤν;

οἶμαι μέν, ἔφη ὁ Ἀδείμαντος, ἐγγύς τι αὐτὸν Γλαύκωνος τουτουὶ τείνειν ἕνεκά γε φιλονικίας. 548e

“So this constitution would come into being in this way and be of this sort,” I said, “to sketch the outline of a constitution in words 548d without working it out precisely. The sketch is enough to let us see the most just and the most unjust man, and it would be an impossibly long task to go through every constitution and every character without leaving anything out.”

“That’s right,” he said.

“Then who is the man who corresponds to this constitution? How does he come into being, and what is he like?”

“I think,” said Adeimantus, “that he comes pretty close to Glaucon here, at least in his love of victory.” 548e

ἴσως, ἦν δʼ ἐγώ, τοῦτό γε· ἀλλά μοι δοκεῖ τάδε οὐ κατὰ τοῦτον πεφυκέναι.

τὰ ποῖα;

αὐθαδέστερόν τε δεῖ αὐτόν, ἦν δʼ ἐγώ, εἶναι καὶ ὑποαμουσότερον, φιλόμουσον δέ, καὶ φιλήκοον μέν, ῥητορικὸν δʼ 549a οὐδαμῶς. καὶ δούλοις μέν τις ἂν ἄγριος εἴη ὁ τοιοῦτος, οὐ καταφρονῶν δούλων, ὥσπερ ὁ ἱκανῶς πεπαιδευμένος, ἐλευθέροις δὲ ἥμερος, ἀρχόντων δὲ σφόδρα ὑπήκοος, φίλαρχος δὲ καὶ φιλότιμος, οὐκ ἀπὸ τοῦ λέγειν ἀξιῶν ἄρχειν οὐδʼ ἀπὸ τοιούτου οὐδενός, ἀλλʼ ἀπὸ ἔργων τῶν τε πολεμικῶν καὶ τῶν περὶ τὰ πολεμικά, φιλογυμναστής τέ τις ὢν καὶ φιλόθηρος.

“Perhaps in that respect,” I said, “but I don’t think he’s like him in these ways.”

“Which ones?”

“He has to be more self-willed,” I said, “and somewhat less cultivated, though he loves the arts; fond of listening, but 549a no speaker at all. A man like this would be harsh to slaves, instead of simply looking down on them as an adequately educated man does; gentle to free men, and very obedient to those in office. He loves ruling and loves honor, but he thinks he deserves to rule not because of his speaking or anything of that sort, but because of his deeds in war and in matters related to war. He’s a lover of physical training and of hunting.”

ἔστι γάρ, ἔφη, τοῦτο τὸ ἦθος ἐκείνης τῆς πολιτείας.

οὐκοῦν καὶ χρημάτων, ἦν δʼ ἐγώ, ὁ τοιοῦτος νέος μὲν ὢν 549b καταφρονοῖ ἄν, ὅσῳ δὲ πρεσβύτερος γίγνοιτο, μᾶλλον ἀεὶ ἀσπάζοιτο ἂν τῷ τε μετέχειν τῆς τοῦ φιλοχρημάτου φύσεως καὶ μὴ εἶναι εἰλικρινὴς πρὸς ἀρετὴν διὰ τὸ ἀπολειφθῆναι τοῦ ἀρίστου φύλακος;

τίνος; ἦ δʼ ὃς ὁ Ἀδείμαντος.

λόγου, ἦν δʼ ἐγώ, μουσικῇ κεκραμένου· ὃς μόνος ἐγγενόμενος σωτὴρ ἀρετῆς διὰ βίου ἐνοικεῖ τῷ ἔχοντι.

καλῶς, ἔφη, λέγεις.

“Yes,” he said, “that’s the character that goes with that constitution.”

“And a man like this,” I said, “would despise money while he’s young, 549b but the older he got, the more he’d welcome it. That’s because he shares in the money-loving nature, and his commitment to excellence isn’t pure, since he’s been deprived of the best guardian.”

“What guardian?” said Adeimantus.

“Reason blended with music and poetry,” I said. “It’s the only thing that, once it’s present in a person, lives in him all his life as the preserver of his excellence.”

“Well put,” he said.

καὶ ἔστι μέν γʼ, ἦν δʼ ἐγώ, τοιοῦτος ὁ τιμοκρατικὸς νεανίας, τῇ τοιαύτῃ πόλει ἐοικώς. 549c

πάνυ μὲν οὖν.

γίγνεται δέ γʼ, εἶπον, οὗτος ὧδέ πως· ἐνίοτε πατρὸς ἀγαθοῦ ὢν νέος ὑὸς ἐν πόλει οἰκοῦντος οὐκ εὖ πολιτευομένῃ, φεύγοντος τάς τε τιμὰς καὶ ἀρχὰς καὶ δίκας καὶ τὴν τοιαύτην πᾶσαν φιλοπραγμοσύνην καὶ ἐθέλοντος ἐλαττοῦσθαι ὥστε πράγματα μὴ ἔχειν—

πῇ δή, ἔφη, γίγνεται;

“That, then, is the timocratic young man,” I said, “resembling the city of that sort.” 549c

“Certainly.”

“And he comes into being something like this,” I said. “Sometimes he’s the young son of a good father who lives in a badly governed city, who shuns honors and offices and lawsuits and all that kind of busybodying, and is willing to take less so as to avoid trouble—”

“How does he come into being, then?” he said.

ὅταν, ἦν δʼ ἐγώ, πρῶτον μὲν τῆς μητρὸς ἀκούῃ ἀχθομένης ὅτι οὐ τῶν ἀρχόντων αὐτῇ ὁ ἀνήρ ἐστιν, καὶ ἐλαττουμένης διὰ 549d ταῦτα ἐν ταῖς ἄλλαις γυναιξίν, ἔπειτα ὁρώσης μὴ σφόδρα περὶ χρήματα σπουδάζοντα μηδὲ μαχόμενον καὶ λοιδορούμενον ἰδίᾳ τε ἐν δικαστηρίοις καὶ δημοσίᾳ, ἀλλὰ ῥᾳθύμως πάντα τὰ τοιαῦτα φέροντα, καὶ ἑαυτῷ μὲν τὸν νοῦν προσέχοντα ἀεὶ αἰσθάνηται, ἑαυτὴν δὲ μήτε πάνυ τιμῶντα μήτε ἀτιμάζοντα, ἐξ ἁπάντων τούτων ἀχθομένης τε καὶ λεγούσης ὡς ἄνανδρός τε αὐτῷ ὁ πατὴρ καὶ λίαν ἀνειμένος, καὶ ἄλλα δὴ ὅσα καὶ 549e οἷα φιλοῦσιν αἱ γυναῖκες περὶ τῶν τοιούτων ὑμνεῖν.

“First,” I said, “when he hears his mother complaining that her husband isn’t one of the rulers, and that because of this she’s slighted 549d among the other women. Then she sees that he isn’t very serious about money, and doesn’t fight or trade insults in private lawsuits or in public, but takes all that sort of thing easily; and she notices that his mind is always on himself, and that he neither particularly honors her nor slights her. The boy hears her resenting all this and telling him that his father is unmanly and far too easygoing, and all the other things 549e women love to harp on in such cases.”

καὶ μάλʼ, ἔφη ὁ Ἀδείμαντος, πολλά τε καὶ ὅμοια ἑαυταῖς.

“Yes,” said Adeimantus, “plenty of them, and just what you’d expect from them.”

οἶσθα οὖν, ἦν δʼ ἐγώ, ὅτι καὶ οἱ οἰκέται τῶν τοιούτων ἐνίοτε λάθρᾳ πρὸς τοὺς ὑεῖς τοιαῦτα λέγουσιν, οἱ δοκοῦντες εὖνοι εἶναι, καὶ ἐάν τινα ἴδωσιν ἢ ὀφείλοντα χρήματα, ᾧ μὴ ἐπεξέρχεται ὁ πατήρ, ἤ τι ἄλλο ἀδικοῦντα, διακελεύονται ὅπως, ἐπειδὰν ἀνὴρ γένηται, τιμωρήσεται πάντας τοὺς τοιούτους 550a καὶ ἀνὴρ μᾶλλον ἔσται τοῦ πατρός. καὶ ἐξιὼν ἕτερα τοιαῦτα ἀκούει καὶ ὁρᾷ, τοὺς μὲν τὰ αὑτῶν πράττοντας ἐν τῇ πόλει ἠλιθίους τε καλουμένους καὶ ἐν σμικρῷ λόγῳ ὄντας, τοὺς δὲ μὴ τὰ αὑτῶν τιμωμένους τε καὶ ἐπαινουμένους.

“And you know,” I said, “that the servants of such men — the ones who seem loyal — sometimes say the same sort of thing to the sons in secret. If they see someone who owes the father money and isn’t being prosecuted by him, or who wrongs him in some other way, they urge the son to punish all such people when he grows up, 550a and to be more of a man than his father. And when he goes out, he hears and sees more of the same: people who mind their own business in the city are called fools and held of little account, while those who don’t are honored and praised.”

τότε δὴ ὁ νέος πάντα τὰ τοιαῦτα ἀκούων τε καὶ ὁρῶν, καὶ αὖ τοὺς τοῦ πατρὸς λόγους ἀκούων τε καὶ ὁρῶν τὰ ἐπιτηδεύματα αὐτοῦ ἐγγύθεν παρὰ τὰ τῶν ἄλλων, ἑλκόμενος ὑπʼ ἀμφοτέρων 550b τούτων, τοῦ μὲν πατρὸς αὐτοῦ τὸ λογιστικὸν ἐν τῇ ψυχῇ ἄρδοντός τε καὶ αὔξοντος, τῶν δὲ ἄλλων τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές, διὰ τὸ μὴ κακοῦ ἀνδρὸς εἶναι τὴν φύσιν, ὁμιλίαις δὲ ταῖς τῶν ἄλλων κακαῖς κεχρῆσθαι, εἰς τὸ μέσον ἑλκόμενος ὑπʼ ἀμφοτέρων τούτων ἦλθε, καὶ τὴν ἐν ἑαυτῷ ἀρχὴν παρέδωκε τῷ μέσῳ τε καὶ φιλονίκῳ καὶ θυμοειδεῖ, καὶ ἐγένετο ὑψηλόφρων τε καὶ φιλότιμος ἀνήρ.

“Then the young man hears and sees all this; and on the other hand, he hears his father’s words and sees his pursuits up close, next to those of others. He is pulled by both 550b of them: his father waters and nourishes the reasoning part in his soul, the others the appetitive and the spirited parts. Since he isn’t a bad man by nature but has kept bad company with the others, being pulled by both he settles in the middle. He hands over the rule within himself to the middle part, the victory-loving and spirited one, and becomes a haughty, honor-loving man.”

κομιδῇ μοι, ἔφη, δοκεῖς τὴν τούτου γένεσιν διεληλυθέναι. 550c

ἔχομεν ἄρα, ἦν δʼ ἐγώ, τήν τε δευτέραν πολιτείαν καὶ τὸν δεύτερον ἄνδρα.

ἔχομεν, ἔφη.

οὐκοῦν μετὰ τοῦτο, τὸ τοῦ Αἰσχύλου, λέγωμεν, ἄλλον ἄλλῃ πρὸς πόλει τεταγμένον , μᾶλλον δὲ κατὰ τὴν ὑπόθεσιν προτέραν τὴν πόλιν;

πάνυ μὲν οὖν, ἔφη.

εἴη δέ γʼ ἄν, ὡς ἐγᾦμαι, ὀλιγαρχία ἡ μετὰ τὴν τοιαύτην πολιτείαν.

λέγεις δέ, ἦ δʼ ὅς, τὴν ποίαν κατάστασιν ὀλιγαρχίαν;

“I think you’ve described his origin exactly,” he said. 550c

“Then we have the second constitution and the second man,” I said.

“We do,” he said.

“Next, then, shall we tell, as Aeschylus has it, of ‘another, posted at another gate’ — or rather, following our plan, of the city first?”

“Certainly,” he said.

“And the constitution that comes after this sort, I think, would be oligarchy.”

“And what sort of system,” he said, “do you mean by oligarchy?”

Oligarchy and the oligarchic man

Socrates describes how timocracy becomes oligarchy, rule by the rich, and the miserly man who matches it.

τὴν ἀπὸ τιμημάτων, ἦν δʼ ἐγώ, πολιτείαν, ἐν ᾗ οἱ μὲν 550d πλούσιοι ἄρχουσιν, πένητι δὲ οὐ μέτεστιν ἀρχῆς.

μανθάνω, ἦ δʼ ὅς.

οὐκοῦν ὡς μεταβαίνει πρῶτον ἐκ τῆς τιμαρχίας εἰς τὴν ὀλιγαρχίαν, ῥητέον;

ναί.

καὶ μήν, ἦν δʼ ἐγώ, καὶ τυφλῷ γε δῆλον ὡς μεταβαίνει.

πῶς;

τὸ ταμιεῖον, ἦν δʼ ἐγώ, ἐκεῖνο ἑκάστῳ χρυσίου πληρούμενον ἀπόλλυσι τὴν τοιαύτην πολιτείαν. πρῶτον μὲν γὰρ δαπάνας αὑτοῖς ἐξευρίσκουσιν, καὶ τοὺς νόμους ἐπὶ τοῦτο παράγουσιν, ἀπειθοῦντες αὐτοί τε καὶ γυναῖκες αὐτῶν.

εἰκός, ἔφη. 550e

“The constitution based on property assessment,” I said, “in which the 550d rich rule and the poor man has no share in office.”

“I understand,” he said.

“Then shouldn’t we first describe how the change from timarchy to oligarchy happens?”

“Yes.”

“Well,” I said, “even a blind man can see how it happens.”

“How?”

“That storehouse full of gold that each man has,” I said, “destroys a constitution like this. First they find new ways to spend money on themselves, and bend the laws to suit, disobeying them — both they and their wives.”

“That’s likely,” he said. 550e

ἔπειτά γε οἶμαι ἄλλος ἄλλον ὁρῶν καὶ εἰς ζῆλον ἰὼν τὸ πλῆθος τοιοῦτον αὑτῶν ἀπηργάσαντο.

εἰκός.

τοὐντεῦθεν τοίνυν, εἶπον, προϊόντες εἰς τὸ πρόσθεν τοῦ χρηματίζεσθαι, ὅσῳ ἂν τοῦτο τιμιώτερον ἡγῶνται, τοσούτῳ ἀρετὴν ἀτιμοτέραν. ἢ οὐχ οὕτω πλούτου ἀρετὴ διέστηκεν, ὥσπερ ἐν πλάστιγγι ζυγοῦ κειμένου ἑκατέρου, ἀεὶ τοὐναντίον ῥέποντε;

καὶ μάλʼ, ἔφη.

τιμωμένου δὴ πλούτου ἐν πόλει καὶ τῶν πλουσίων ἀτιμοτέρα ἀρετή τε καὶ οἱ ἀγαθοί.

δῆλον.

ἀσκεῖται δὴ τὸ ἀεὶ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον.

οὕτω.

“Then, I think, each one watches the next and tries to match him, and so they make the majority of them like this.”

“Likely.”

“From there,” I said, “they go further and further into moneymaking; and the more they value it, the less they value excellence. Or isn’t wealth at odds with excellence in just this way — as if each lay in one pan of a scale, always tipping opposite ways?”

“Very much so,” he said.

“So when wealth and the wealthy are honored in a city, excellence and good men are less honored.”

“Clearly.”

“And whatever is honored at any time is practiced, and whatever is dishonored is neglected.”

“Just so.”

ἀντὶ δὴ φιλονίκων καὶ φιλοτίμων ἀνδρῶν φιλοχρηματισταὶ καὶ φιλοχρήματοι τελευτῶντες ἐγένοντο, καὶ τὸν μὲν πλούσιον ἐπαινοῦσίν τε καὶ θαυμάζουσι καὶ εἰς τὰς ἀρχὰς ἄγουσι, τὸν δὲ πένητα ἀτιμάζουσι.

πάνυ γε.

οὐκοῦν τότε δὴ νόμον τίθενται ὅρον πολιτείας ὀλιγαρχικῆς 551b ταξάμενοι πλῆθος χρημάτων, οὗ μὲν μᾶλλον ὀλιγαρχία, πλέον, οὗ δʼ ἧττον, ἔλαττον, προειπόντες ἀρχῶν μὴ μετέχειν ᾧ ἂν μὴ ᾖ οὐσία εἰς τὸ ταχθὲν τίμημα, ταῦτα δὲ ἢ βίᾳ μεθʼ ὅπλων διαπράττονται, ἢ καὶ πρὸ τούτου φοβήσαντες κατεστήσαντο τὴν τοιαύτην πολιτείαν. ἢ οὐχ οὕτως;

οὕτω μὲν οὖν.

“So in place of men who love victory and honor, they end up lovers of moneymaking and of money. They praise and admire the rich man and bring him into office, and they treat the poor man with contempt.”

“Certainly.”

“Then at that point they pass a law defining the oligarchic constitution 551b by fixing an amount of wealth — larger where it’s more of an oligarchy, smaller where it’s less — and announcing that no one whose property doesn’t reach the fixed assessment may hold office. They carry this through by force of arms, or else they’ve already set up this sort of constitution beforehand by intimidation. Isn’t that so?”

“It is.”

ἡ μὲν δὴ κατάστασις ὡς ἔπος εἰπεῖν αὕτη.

ναί, ἔφη· ἀλλὰ τίς δὴ ὁ τρόπος τῆς πολιτείας; καὶ ποῖά 551c ἐστιν ἃ ἔφαμεν αὐτὴν ἁμαρτήματα ἔχειν;

πρῶτον μέν, ἔφην, τοῦτο αὐτό, ὅρος αὐτῆς οἷός ἐστιν. ἄθρει γάρ, εἰ νεῶν οὕτω τις ποιοῖτο κυβερνήτας, ἀπὸ τιμημάτων, τῷ δὲ πένητι, εἰ καὶ κυβερνητικώτερος εἴη, μὴ ἐπιτρέποι—

πονηράν, ἦ δʼ ὅς, τὴν ναυτιλίαν αὐτοὺς ναυτίλλεσθαι.

οὐκοῦν καὶ περὶ ἄλλου οὕτως ὁτουοῦν ἤ τινος ἀρχῆς;

οἶμαι ἔγωγε.

πλὴν πόλεως; ἦν δʼ ἐγώ· ἢ καὶ πόλεως πέρι;

“Well, that, roughly speaking, is how it’s established.”

“Yes,” he said. “But what is this constitution like? And what 551c are the faults we said it has?”

“First,” I said, “its very defining standard, and what that is like. Just consider: if someone appointed ships’ pilots this way, on the basis of property, and wouldn’t entrust a ship to a poor man, even a better pilot—”

“They’d make a wretched voyage of it,” he said.

“And isn’t it the same with the leadership of anything else whatever?”

“I think so.”

“Except a city?” I said. “Or with a city too?”

πολύ γʼ, ἔφη, μάλιστα, ὅσῳ χαλεπωτάτη καὶ μεγίστη ἡ ἀρχή. 551d

ἓν μὲν δὴ τοῦτο τοσοῦτον ὀλιγαρχία ἂν ἔχοι ἁμάρτημα.

φαίνεται.

τί δέ; τόδε ἆρά τι τούτου ἔλαττον;

τὸ ποῖον;

τὸ μὴ μίαν ἀλλὰ δύο ἀνάγκῃ εἶναι τὴν τοιαύτην πόλιν, τὴν μὲν πενήτων, τὴν δὲ πλουσίων, οἰκοῦντας ἐν τῷ αὐτῷ, ἀεὶ ἐπιβουλεύοντας ἀλλήλοις.

οὐδὲν μὰ Δίʼ, ἔφη, ἔλαττον.

“Far more so,” he said, “since it’s the most difficult and the greatest kind of rule.” 551d

“So that’s one fault, and a big one, that oligarchy would have.”

“Evidently.”

“What about this one? Is it any smaller than that?”

“What?”

“That a city like this is necessarily not one but two — one of the poor and one of the rich — living in the same place and always plotting against each other.”

“No, by Zeus,” he said, “that’s no smaller.”

ἀλλὰ μὴν οὐδὲ τόδε καλόν, τὸ ἀδυνάτους εἶναι ἴσως πόλεμόν τινα πολεμεῖν διὰ τὸ ἀναγκάζεσθαι ἢ χρωμένους 551e τῷ πλήθει ὡπλισμένῳ δεδιέναι μᾶλλον ἢ τοὺς πολεμίους, ἢ μὴ χρωμένους ὡς ἀληθῶς ὀλιγαρχικοὺς φανῆναι ἐν αὐτῷ τῷ μάχεσθαι, καὶ ἅμα χρήματα μὴ ἐθέλειν εἰσφέρειν, ἅτε φιλοχρημάτους.

οὐ καλόν.

τί δέ; ὃ πάλαι ἐλοιδοροῦμεν, τὸ πολυπραγμονεῖν γεωργοῦντας 552a καὶ χρηματιζομένους καὶ πολεμοῦντας ἅμα τοὺς αὐτοὺς ἐν τῇ τοιαύτῃ πολιτείᾳ, ἦ δοκεῖ ὀρθῶς ἔχειν;

οὐδʼ ὁπωστιοῦν.

ὅρα δή, τούτων πάντων τῶν κακῶν εἰ τόδε μέγιστον αὕτη πρώτη παραδέχεται.

“Nor is this a fine thing: that they’re probably unable to fight a war. They’re forced either to use 551e the masses armed, and fear them more than the enemy, or not to use them, and then turn out to be oligarchs in the truest sense — the few — on the battlefield itself. And at the same time they’re unwilling to pay taxes for it, being lovers of money.”

“Not fine.”

“And what about the thing we condemned long ago — the same people farming, 552a making money and fighting at once in such a constitution, meddling in many things? Does that seem right?”

“Not in the least.”

“Now see whether this constitution is the first to admit the greatest of all these evils.”

τὸ ποῖον;

τὸ ἐξεῖναι πάντα τὰ αὑτοῦ ἀποδόσθαι, καὶ ἄλλῳ κτήσασθαι τὰ τούτου, καὶ ἀποδόμενον οἰκεῖν ἐν τῇ πόλει μηδὲν ὄντα τῶν τῆς πόλεως μερῶν, μήτε χρηματιστὴν μήτε δημιουργὸν μήτε ἱππέα μήτε ὁπλίτην, ἀλλὰ πένητα καὶ ἄπορον κεκλημένον. 552b

πρώτη, ἔφη.

οὔκουν διακωλύεταί γε ἐν ταῖς ὀλιγαρχουμέναις τὸ τοιοῦτον· οὐ γὰρ ἂν οἱ μὲν ὑπέρπλουτοι ἦσαν, οἱ δὲ παντάπασι πένητες.

ὀρθῶς.

“What’s that?”

“Allowing someone to sell everything he has, and another to acquire it; and allowing the one who has sold it to go on living in the city while being no part of it — neither moneymaker nor craftsman nor cavalryman nor hoplite, but called poor and destitute.” 552b

“Yes, it’s the first,” he said.

“Certainly nothing prevents this in oligarchies. Otherwise some wouldn’t be enormously rich and others utterly poor.”

“Right.”

τόδε δὲ ἄθρει· ἆρα ὅτε πλούσιος ὢν ἀνήλισκεν ὁ τοιοῦτος, μᾶλλόν τι τότʼ ἦν ὄφελος τῇ πόλει εἰς ἃ νυνδὴ ἐλέγομεν; ἢ ἐδόκει μὲν τῶν ἀρχόντων εἶναι, τῇ δὲ ἀληθείᾳ οὔτε ἄρχων οὔτε ὑπηρέτης ἦν αὐτῆς, ἀλλὰ τῶν ἑτοίμων ἀναλωτής; 552c

οὕτως, ἔφη· ἐδόκει, ἦν δὲ οὐδὲν ἄλλο ἢ ἀναλωτής.

βούλει οὖν, ἦν δʼ ἐγώ, φῶμεν αὐτόν, ὡς ἐν κηρίῳ κηφὴν ἐγγίγνεται, σμήνους νόσημα, οὕτω καὶ τὸν τοιοῦτον ἐν οἰκίᾳ κηφῆνα ἐγγίγνεσθαι, νόσημα πόλεως;

πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες.

“Now look at this. When a man like this was rich and spending his money, was he any more use to the city for the purposes we were just talking about? Or did he seem to be one of the rulers, while in truth he was neither ruler nor servant of the city, but just a consumer of what was at hand?” 552c

“Just so,” he said. “He seemed to be one, but he was nothing but a consumer.”

“Then shall we say,” I said, “that just as a drone grows up in the honeycomb, a disease of the hive, so a man like this grows up in his house as a drone, a disease of the city?”

“Certainly, Socrates,” he said.

οὐκοῦν, ὦ Ἀδείμαντε, τοὺς μὲν πτηνοὺς κηφῆνας πάντας ἀκέντρους ὁ θεὸς πεποίηκεν, τοὺς δὲ πεζοὺς τούτους ἐνίους μὲν αὐτῶν ἀκέντρους, ἐνίους δὲ δεινὰ κέντρα ἔχοντας; καὶ ἐκ μὲν τῶν ἀκέντρων πτωχοὶ πρὸς τὸ γῆρας τελευτῶσιν, ἐκ δὲ 552d τῶν κεκεντρωμένων πάντες ὅσοι κέκληνται κακοῦργοι;

ἀληθέστατα, ἔφη.

δῆλον ἄρα, ἦν δʼ ἐγώ, ἐν πόλει οὗ ἂν ἴδῃς πτωχούς, ὅτι εἰσί που ἐν τούτῳ τῷ τόπῳ ἀποκεκρυμμένοι κλέπται τε καὶ βαλλαντιατόμοι καὶ ἱερόσυλοι καὶ πάντων τῶν τοιούτων κακῶν δημιουργοί.

δῆλον, ἔφη.

“And, Adeimantus, hasn’t god made all the winged drones stingless, while of these walking ones he has made some stingless and some with terrible stings? From the stingless ones come those who end up as beggars in old age, while from 552d those with stings come all who are called criminals?”

“Very true,” he said.

“So it’s clear,” I said, “that wherever you see beggars in a city, there are hidden somewhere in that place thieves, pickpockets, temple-robbers and craftsmen of every such evil.”

“It’s clear,” he said.

τί οὖν; ἐν ταῖς ὀλιγαρχουμέναις πόλεσι πτωχοὺς οὐχ ὁρᾷς ἐνόντας;

ὀλίγου γʼ, ἔφη, πάντας τοὺς ἐκτὸς τῶν ἀρχόντων. 552e

μὴ οὖν οἰόμεθα, ἔφην ἐγώ, καὶ κακούργους πολλοὺς ἐν αὐταῖς εἶναι κέντρα ἔχοντας, οὓς ἐπιμελείᾳ βίᾳ κατέχουσιν αἱ ἀρχαί;

οἰόμεθα μὲν οὖν, ἔφη.

ἆρʼ οὖν οὐ διʼ ἀπαιδευσίαν καὶ κακὴν τροφὴν καὶ κατάστασιν τῆς πολιτείας φήσομεν τοὺς τοιούτους αὐτόθι ἐγγίγνεσθαι;

φήσομεν.

ἀλλʼ οὖν δὴ τοιαύτη γέ τις ἂν εἴη ἡ ὀλιγαρχουμένη πόλις καὶ τοσαῦτα κακὰ ἔχουσα, ἴσως δὲ καὶ πλείω.

σχεδόν τι, ἔφη.

“Well then, don’t you see beggars in oligarchic cities?”

“Nearly everyone outside the ruling class,” he said. 552e

“Then aren’t we to think,” I said, “that there are also many criminals in them with stings, whom the authorities carefully hold down by force?”

“We certainly are,” he said.

“And won’t we say that such people arise there because of lack of education, bad upbringing and the way the constitution is set up?”

“We will.”

“Well, anyway, the oligarchic city would be something like this, and would have all these evils, and perhaps even more.”

“Pretty much,” he said.

ἀπειργάσθω δὴ ἡμῖν καὶ αὕτη, ἦν δʼ ἐγώ, ἡ πολιτεία, ἣν ὀλιγαρχίαν καλοῦσιν, ἐκ τιμημάτων ἔχουσα τοὺς ἄρχοντας· τὸν δὲ ταύτῃ ὅμοιον μετὰ ταῦτα σκοπῶμεν, ὥς τε γίγνεται οἷός τε γενόμενός ἐστιν.

πάνυ μὲν οὖν, ἔφη.

ἆρʼ οὖν ὧδε μάλιστα εἰς ὀλιγαρχικὸν ἐκ τοῦ τιμοκρατικοῦ ἐκείνου μεταβάλλει;

πῶς;

“Then let’s take this constitution too as completed,” I said, “the one they call oligarchy, which takes its rulers on the basis of property assessment. Next let’s examine the man who resembles it: how he comes into being, and what he’s like once he has.”

“Certainly,” he said.

“Isn’t it mostly in this way that the timocratic man we described changes into an oligarchic one?”

“How?”

ὅταν αὐτοῦ παῖς γενόμενος τὸ μὲν πρῶτον ζηλοῖ τε τὸν πατέρα καὶ τὰ ἐκείνου ἴχνη διώκῃ, ἔπειτα αὐτὸν ἴδῃ ἐξαίφνης 553b πταίσαντα ὥσπερ πρὸς ἕρματι πρὸς τῇ πόλει, καὶ ἐκχέαντα τά τε αὑτοῦ καὶ ἑαυτόν, ἢ στρατηγήσαντα ἤ τινʼ ἄλλην μεγάλην ἀρχὴν ἄρξαντα, εἶτα εἰς δικαστήριον ἐμπεσόντα βλαπτόμενον ὑπὸ συκοφαντῶν ἢ ἀποθανόντα ἢ ἐκπεσόντα ἢ ἀτιμωθέντα καὶ τὴν οὐσίαν ἅπασαν ἀποβαλόντα.

εἰκός γʼ, ἔφη.

“When a son of his at first emulates his father and follows in his footsteps, and then suddenly sees him 553b crash into the city like a ship on a reef, losing his property and himself. He has been a general, perhaps, or held some other high office, and then he’s dragged into court, harmed by malicious prosecutors, and put to death or exiled or stripped of his civic rights, losing all his property.”

“That’s likely,” he said.

ἰδὼν δέ γε, ὦ φίλε, ταῦτα καὶ παθὼν καὶ ἀπολέσας τὰ ὄντα, δείσας οἶμαι εὐθὺς ἐπὶ κεφαλὴν ὠθεῖ ἐκ τοῦ θρόνου 553c τοῦ ἐν τῇ ἑαυτοῦ ψυχῇ φιλοτιμίαν τε καὶ τὸ θυμοειδὲς ἐκεῖνο, καὶ ταπεινωθεὶς ὑπὸ πενίας πρὸς χρηματισμὸν τραπόμενος γλίσχρως καὶ κατὰ σμικρὸν φειδόμενος καὶ ἐργαζόμενος χρήματα συλλέγεται. ἆρʼ οὐκ οἴει τὸν τοιοῦτον τότε εἰς μὲν τὸν θρόνον ἐκεῖνον τὸ ἐπιθυμητικόν τε καὶ φιλοχρήματον ἐγκαθίζειν καὶ μέγαν βασιλέα ποιεῖν ἐν ἑαυτῷ, τιάρας τε καὶ στρεπτοὺς καὶ ἀκινάκας παραζωννύντα;

ἔγωγʼ, ἔφη. 553d

“And having seen this, my friend, and suffered it, and lost what he had, he’s frightened, I think, and at once throws love of honor and that spirited part headlong from the throne 553c in his soul. Humbled by poverty, he turns to moneymaking, and by stingy, penny-pinching saving and hard work he scrapes money together. Don’t you think that such a man will then set the appetitive, money-loving part on that throne and make it a great king within himself, girding it with tiaras, collars and short swords?”

“I do,” he said. 553d

Tiaras, gold collars and short swords were regalia of the Persian court; the Persian king was known to the Greeks as “the Great King.”

τὸ δέ γε οἶμαι λογιστικόν τε καὶ θυμοειδὲς χαμαὶ ἔνθεν καὶ ἔνθεν παρακαθίσας ὑπʼ ἐκείνῳ καὶ καταδουλωσάμενος, τὸ μὲν οὐδὲν ἄλλο ἐᾷ λογίζεσθαι οὐδὲ σκοπεῖν ἀλλʼ ἢ ὁπόθεν ἐξ ἐλαττόνων χρημάτων πλείω ἔσται, τὸ δὲ αὖ θαυμάζειν καὶ τιμᾶν μηδὲν ἄλλο ἢ πλοῦτόν τε καὶ πλουσίους, καὶ φιλοτιμεῖσθαι μηδʼ ἐφʼ ἑνὶ ἄλλῳ ἢ ἐπὶ χρημάτων κτήσει καὶ ἐάν τι ἄλλο εἰς τοῦτο φέρῃ.

οὐκ ἔστʼ ἄλλη, ἔφη, μεταβολὴ οὕτω ταχεῖά τε καὶ ἰσχυρὰ ἐκ φιλοτίμου νέου εἰς φιλοχρήματον. 553e

ἆρʼ οὖν οὗτος, ἦν δʼ ἐγώ, ὀλιγαρχικός ἐστιν;

“And the reasoning and spirited parts, I think, he makes sit on the ground on either side, beneath it, as its slaves. The first he allows to reason about and investigate nothing except how to make more money out of less; the second, to admire and honor nothing but wealth and the wealthy, and to take pride in nothing but acquiring money and whatever leads to that.”

“There’s no other change,” he said, “so quick and so powerful as that of an honor-loving young man into a money-loving one.” 553e

“Then is this man oligarchic?” I said.

ἡ γοῦν μεταβολὴ αὐτοῦ ἐξ ὁμοίου ἀνδρός ἐστι τῇ πολιτείᾳ, ἐξ ἧς ἡ ὀλιγαρχία μετέστη.

σκοπῶμεν δὴ εἰ ὅμοιος ἂν εἴη.

σκοπῶμεν.

οὐκοῦν πρῶτον μὲν τῷ χρήματα περὶ πλείστου ποιεῖσθαι ὅμοιος ἂν εἴη;

πῶς δʼ οὔ;

καὶ μὴν τῷ γε φειδωλὸς εἶναι καὶ ἐργάτης, τὰς ἀναγκαίους ἐπιθυμίας μόνον τῶν παρʼ αὑτῷ ἀποπιμπλάς, τὰ δὲ ἄλλα ἀναλώματα μὴ παρεχόμενος, ἀλλὰ δουλούμενος τὰς ἄλλας ἐπιθυμίας ὡς ματαίους.

πάνυ μὲν οὖν.

“Well, he has changed from a man who resembled the constitution from which oligarchy arose.”

“Then let’s see whether he resembles it.”

“Let’s.”

“First, wouldn’t he resemble it in valuing money above everything?”

“Of course.”

“And also in being thrifty and hardworking: he satisfies only his necessary appetites and allows himself no other expenses, but enslaves his other appetites as pointless.”

“Certainly.”

αὐχμηρός γέ τις, ἦν δʼ ἐγώ, ὢν καὶ ἀπὸ παντὸς περιουσίαν ποιούμενος, θησαυροποιὸς ἀνήρ—οὓς δὴ καὶ ἐπαινεῖ τὸ πλῆθος 554b —ἢ οὐχ οὗτος ἂν εἴη ὁ τῇ τοιαύτῃ πολιτείᾳ ὅμοιος;

ἐμοὶ γοῦν, ἔφη, δοκεῖ· χρήματα γοῦν μάλιστα ἔντιμα τῇ τε πόλει καὶ παρὰ τῷ τοιούτῳ.

οὐ γὰρ οἶμαι, ἦν δʼ ἐγώ, παιδείᾳ ὁ τοιοῦτος προσέσχηκεν.

οὐ δοκῶ, ἔφη· οὐ γὰρ ἂν τυφλὸν ἡγεμόνα τοῦ χοροῦ ἐστήσατο καὶ ἐτίμα μάλιστα.

“He’s a squalid sort of man,” I said, “who makes a profit out of everything, a hoarder — just the kind the majority admire. 554b Isn’t he the one who resembles this sort of constitution?”

“I think so, anyway,” he said. “Money, at least, is what’s valued most, both by the city and by a man like this.”

“Yes, because I don’t think a man like this has paid any attention to education,” I said.

“I don’t think so,” he said, “or he wouldn’t have made a blind man leader of his chorus and honored him most.”

The blind leader is Plutus, god of wealth, traditionally pictured as blind.

εὖ, ἦν δʼ ἐγώ. τόδε δὲ σκόπει· κηφηνώδεις ἐπιθυμίας ἐν αὐτῷ διὰ τὴν ἀπαιδευσίαν μὴ φῶμεν ἐγγίγνεσθαι, τὰς μὲν 554c πτωχικάς, τὰς δὲ κακούργους, κατεχομένας βίᾳ ὑπὸ τῆς ἄλλης ἐπιμελείας;

καὶ μάλʼ, ἔφη.

οἶσθʼ οὖν, εἶπον, οἷ ἀποβλέψας κατόψει αὐτῶν τὰς κακουργίας;

ποῖ; ἔφη.

εἰς τὰς τῶν ὀρφανῶν ἐπιτροπεύσεις, καὶ εἴ πού τι αὐτοῖς τοιοῦτον συμβαίνει, ὥστε πολλῆς ἐξουσίας λαβέσθαι τοῦ ἀδικεῖν.

ἀληθῆ.

“Good,” I said. “Now consider this. Shouldn’t we say that because of his lack of education drone-like desires spring up in him, some of them 554c beggarly, others criminal, but held down by force through his general carefulness?”

“Certainly,” he said.

“Then do you know where to look,” I said, “if you want to catch sight of their criminality?”

“Where?” he said.

“At their management of orphans’ estates, and at any situation like that which happens to give them plenty of license to do wrong.”

“True.”

ἆρʼ οὖν οὐ τούτῳ δῆλον ὅτι ἐν τοῖς ἄλλοις συμβολαίοις ὁ τοιοῦτος, ἐν οἷς εὐδοκιμεῖ δοκῶν δίκαιος εἶναι, ἐπιεικεῖ 554d τινὶ ἑαυτοῦ βίᾳ κατέχει ἄλλας κακὰς ἐπιθυμίας ἐνούσας, οὐ πείθων ὅτι οὐκ ἄμεινον, οὐδʼ ἡμερῶν λόγῳ, ἀλλʼ ἀνάγκῃ καὶ φόβῳ, περὶ τῆς ἄλλης οὐσίας τρέμων;

καὶ πάνυ γʼ, ἔφη.

καὶ νὴ Δία, ἦν δʼ ἐγώ, ὦ φίλε, τοῖς πολλοῖς γε αὐτῶν ἐνευρήσεις, ὅταν δέῃ τἀλλότρια ἀναλίσκειν, τὰς τοῦ κηφῆνος συγγενεῖς ἐνούσας ἐπιθυμίας.

καὶ μάλα, ἦ δʼ ὅς, σφόδρα.

“So isn’t it clear from this that in his other dealings, where he has a good reputation because he seems to be just, a man like this uses some decent part 554d of himself to hold down by force the other bad desires within him—not by persuading them that it’s better not to, nor by taming them with reason, but by compulsion and fear, because he trembles for the rest of his property?”

“Very much so,” he said.

“And by Zeus, my friend,” I said, “in most of them you’ll find, when it comes to spending other people’s money, desires akin to the drone’s living inside them.”

“Very much so,” he said, “absolutely.”

οὐκ ἄρʼ ἂν εἴη ἀστασίαστος ὁ τοιοῦτος ἐν ἑαυτῷ, οὐδὲ εἷς ἀλλὰ διπλοῦς τις, ἐπιθυμίας δὲ ἐπιθυμιῶν ὡς τὸ πολὺ 554e κρατούσας ἂν ἔχοι βελτίους χειρόνων.

ἔστιν οὕτω.

διὰ ταῦτα δὴ οἶμαι εὐσχημονέστερος ἂν πολλῶν ὁ τοιοῦτος εἴη· ὁμονοητικῆς δὲ καὶ ἡρμοσμένης τῆς ψυχῆς ἀληθὴς ἀρετὴ πόρρω ποι ἐκφεύγοι ἂν αὐτόν.

δοκεῖ μοι.

“So a man like this wouldn’t be free of internal strife. He wouldn’t be one man but a sort of double one—though for the most part 554e his better desires would have the upper hand over his worse.”

“That’s how it is.”

“That’s why, I think, he’d be more respectable than many. But the true excellence of a soul in harmony and at one with itself would escape him and stay far away.”

“I think so.”

καὶ μὴν ἀνταγωνιστής γε ἰδίᾳ ἐν πόλει ὁ φειδωλὸς 555a φαῦλος ἤ τινος νίκης ἢ ἄλλης φιλοτιμίας τῶν καλῶν, χρήματά τε οὐκ ἐθέλων εὐδοξίας ἕνεκα καὶ τῶν τοιούτων ἀγώνων ἀναλίσκειν, δεδιὼς τὰς ἐπιθυμίας τὰς ἀναλωτικὰς ἐγείρειν καὶ συμπαρακαλεῖν ἐπὶ συμμαχίαν τε καὶ φιλονικίαν, ὀλίγοις τισὶν ἑαυτοῦ πολεμῶν ὀλιγαρχικῶς τὰ πολλὰ ἡττᾶται καὶ πλουτεῖ.

καὶ μάλα, ἔφη.

ἔτι οὖν, ἦν δʼ ἐγώ, ἀπιστοῦμεν μὴ κατὰ τὴν ὀλιγαρχουμένην πόλιν ὁμοιότητι τὸν φειδωλόν τε καὶ χρηματιστὴν 555b τετάχθαι;

οὐδαμῶς, ἔφη.

“And certainly as a private citizen competing in the city for a victory or any other fine distinction, the stingy man 555a is a poor contender. He’s unwilling to spend money for the sake of a good name or on contests of that kind, because he’s afraid to awaken his spending desires and call them in as allies for the struggle. So he fights in true oligarchic fashion, with only a few of his forces; he loses most of the time—and stays rich.”

“Very much so,” he said.

“Then do we still doubt,” I said, “that the stingy moneymaker is placed 555b beside the oligarchic city because he resembles it?”

“Not at all,” he said.

Democracy and the democratic man

Socrates describes how oligarchy becomes democracy and portrays the free, many-sided democratic man.

δημοκρατίαν δή, ὡς ἔοικε, μετὰ τοῦτο σκεπτέον, τίνα τε γίγνεται τρόπον, γενομένη τε ποῖόν τινα ἔχει, ἵνʼ αὖ τὸν τοῦ τοιούτου ἀνδρὸς τρόπον γνόντες παραστησώμεθʼ αὐτὸν εἰς κρίσιν.

ὁμοίως γοῦν ἄν, ἔφη, ἡμῖν αὐτοῖς πορευοίμεθα.

οὐκοῦν, ἦν δʼ ἐγώ, μεταβάλλει μὲν τρόπον τινὰ τοιόνδε ἐξ ὀλιγαρχίας εἰς δημοκρατίαν, διʼ ἀπληστίαν τοῦ προκειμένου ἀγαθοῦ, τοῦ ὡς πλουσιώτατον δεῖν γίγνεσθαι;

πῶς δή; 555c

“Next, it seems, we have to examine democracy: how it comes into being, and what it’s like once it has, so that we can come to know the character of the corresponding man in turn and bring him forward for judgment.”

“That way,” he said, “we’d at least be proceeding consistently.”

“Well then,” I said, “doesn’t the change from oligarchy to democracy happen something like this—through an insatiable appetite for the good it has set before itself, the need to become as rich as possible?”

“How so?” 555c

ἅτε οἶμαι ἄρχοντες ἐν αὐτῇ οἱ ἄρχοντες διὰ τὸ πολλὰ κεκτῆσθαι, οὐκ ἐθέλουσιν εἴργειν νόμῳ τῶν νέων ὅσοι ἂν ἀκόλαστοι γίγνωνται, μὴ ἐξεῖναι αὐτοῖς ἀναλίσκειν τε καὶ ἀπολλύναι τὰ αὑτῶν, ἵνα ὠνούμενοι τὰ τῶν τοιούτων καὶ εἰσδανείζοντες ἔτι πλουσιώτεροι καὶ ἐντιμότεροι γίγνωνται.

παντός γε μᾶλλον.

οὐκοῦν δῆλον ἤδη τοῦτο ἐν πόλει, ὅτι πλοῦτον τιμᾶν καὶ σωφροσύνην ἅμα ἱκανῶς κτᾶσθαι ἐν τοῖς πολίταις 555d ἀδύνατον, ἀλλʼ ἀνάγκη ἢ τοῦ ἑτέρου ἀμελεῖν ἢ τοῦ ἑτέρου;

ἐπιεικῶς, ἔφη, δῆλον.

“Since the rulers in it rule because they own a great deal, I think they’re unwilling to use the law to restrain those of the young who turn out undisciplined—to forbid them to spend and squander what’s theirs—so that by buying up these people’s property and lending money against it they can become still richer and more honored.”

“More than anything.”

“Then isn’t it clear by now that in a city it’s impossible to honor wealth and at the same time for the citizens to acquire enough 555d moderation—that one or the other is bound to be neglected?”

“That’s reasonably clear,” he said.

παραμελοῦντες δὴ ἐν ταῖς ὀλιγαρχίαις καὶ ἐφιέντες ἀκολασταίνειν οὐκ ἀγεννεῖς ἐνίοτε ἀνθρώπους πένητας ἠνάγκασαν γενέσθαι.

μάλα γε.

κάθηνται δὴ οἶμαι οὗτοι ἐν τῇ πόλει κεκεντρωμένοι τε καὶ ἐξωπλισμένοι, οἱ μὲν ὀφείλοντες χρέα, οἱ δὲ ἄτιμοι γεγονότες, οἱ δὲ ἀμφότερα, μισοῦντές τε καὶ ἐπιβουλεύοντες τοῖς κτησαμένοις τὰ αὑτῶν καὶ τοῖς ἄλλοις, νεωτερισμοῦ 555e ἐρῶντες.

ἔστι ταῦτα.

“So in oligarchies, by their neglect and by letting people live undisciplined lives, they have sometimes forced men of no mean birth to become poor.”

“Very much so.”

“And these men, I think, sit idle in the city, stings at the ready and fully armed—some in debt, some stripped of their civic rights, some both—hating and plotting against those who acquired their property and everyone else, and longing 555e for revolution.”

“That’s so.”

οἱ δὲ δὴ χρηματισταὶ ἐγκύψαντες, οὐδὲ δοκοῦντες τούτους ὁρᾶν, τῶν λοιπῶν τὸν ἀεὶ ὑπείκοντα ἐνιέντες ἀργύριον τιτρώσκοντες, καὶ τοῦ πατρὸς ἐκγόνους τόκους πολλαπλασίους 556a κομιζόμενοι, πολὺν τὸν κηφῆνα καὶ πτωχὸν ἐμποιοῦσι τῇ πόλει.

πῶς γάρ, ἔφη, οὐ πολύν;

καὶ οὔτε γʼ ἐκείνῃ, ἦν δʼ ἐγώ, τὸ τοιοῦτον κακὸν ἐκκαόμενον ἐθέλουσιν ἀποσβεννύναι, εἴργοντες τὰ αὑτοῦ ὅπῃ τις βούλεται τρέπειν, οὔτε τῇδε, ᾗ αὖ κατὰ ἕτερον νόμον τὰ τοιαῦτα λύεται.

κατὰ δὴ τίνα;

“But the moneymakers keep their heads down and pretend not even to see them. They wound any of the rest who gives way to them by injecting their money, and, collecting as interest the parent sum’s offspring many times over, 556a they breed a large crop of drones and beggars in the city.”

“How could it not be large?” he said.

“And they’re unwilling to put out this evil as it flares up,” I said, “either in the one way—by preventing a man from doing whatever he likes with his property—or in the other, by which, under a different law, such problems are resolved.”

“And what law is that?”

ὃς μετʼ ἐκεῖνόν ἐστι δεύτερος καὶ ἀναγκάζων ἀρετῆς ἐπιμελεῖσθαι τοὺς πολίτας. ἐὰν γὰρ ἐπὶ τῷ αὑτοῦ κινδύνῳ 556b τὰ πολλά τις τῶν ἑκουσίων συμβολαίων προστάττῃ συμβάλλειν, χρηματίζοιντο μὲν ἂν ἧττον ἀναιδῶς ἐν τῇ πόλει, ἐλάττω δʼ ἐν αὐτῇ φύοιτο τῶν τοιούτων κακῶν οἵων νυνδὴ εἴπομεν.

καὶ πολύ γε, ἦ δʼ ὅς.

“The one that comes second to it, which compels the citizens to care about excellence. If someone ordered that most voluntary contracts be made at the lender’s own 556b risk, people would make money less shamelessly in the city, and fewer evils of the kind we just described would grow up in it.”

“Far fewer,” he said.

νῦν δέ γʼ, ἔφην ἐγώ, διὰ πάντα τὰ τοιαῦτα τοὺς μὲν δὴ ἀρχομένους οὕτω διατιθέασιν ἐν τῇ πόλει οἱ ἄρχοντες· σφᾶς δὲ αὐτοὺς καὶ τοὺς αὑτῶν—ἆρʼ οὐ τρυφῶντας μὲν τοὺς νέους καὶ ἀπόνους καὶ πρὸς τὰ τοῦ σώματος καὶ πρὸς 556c τὰ τῆς ψυχῆς, μαλακοὺς δὲ καρτερεῖν πρὸς ἡδονάς τε καὶ λύπας καὶ ἀργούς;

τί μήν;

αὑτοὺς δὲ πλὴν χρηματισμοῦ τῶν ἄλλων ἠμεληκότας, καὶ οὐδὲν πλείω ἐπιμέλειαν πεποιημένους ἀρετῆς ἢ τοὺς πένητας;

οὐ γὰρ οὖν.

“But as things are,” I said, “for all these reasons the rulers put the ruled in the city into this condition. As for themselves and their own—don’t they make their young men pampered and lazy, in body and 556c in soul alike, too soft to hold out against pleasures and pains, and idle?”

“Of course.”

“And themselves careless of everything but making money, paying no more attention to excellence than the poor do?”

“No more, certainly.”

οὕτω δὴ παρεσκευασμένοι ὅταν παραβάλλωσιν ἀλλήλοις οἵ τε ἄρχοντες καὶ οἱ ἀρχόμενοι ἢ ἐν ὁδῶν πορείαις ἢ ἐν ἄλλαις τισὶ κοινωνίαις, ἢ κατὰ θεωρίας ἢ κατὰ στρατείας, ἢ σύμπλοι γιγνόμενοι ἢ συστρατιῶται, ἢ καὶ ἐν αὐτοῖς τοῖς 556d κινδύνοις ἀλλήλους θεώμενοι μηδαμῇ ταύτῃ καταφρονῶνται οἱ πένητες ὑπὸ τῶν πλουσίων, ἀλλὰ πολλάκις ἰσχνὸς ἀνὴρ πένης, ἡλιωμένος, παραταχθεὶς ἐν μάχῃ πλουσίῳ ἐσκιατροφηκότι, πολλὰς ἔχοντι σάρκας ἀλλοτρίας, ἴδῃ ἄσθματός τε καὶ ἀπορίας μεστόν, ἆρʼ οἴει αὐτὸν οὐχ ἡγεῖσθαι κακίᾳ τῇ σφετέρᾳ πλουτεῖν τοὺς τοιούτους, καὶ ἄλλον ἄλλῳ παραγγέλλειν, ὅταν ἰδίᾳ συγγίγνωνται, ὅτι “ἇνδρες ἡμέτεροι· 556e εἰσὶ γὰρ οὐδέν;”

“So when rulers and ruled, prepared like this, come alongside each other—on a journey, or in some other joint undertaking, on a festival delegation or a campaign, as shipmates or as fellow soldiers—or when they watch each other in the very 556d face of danger, the poor are in no way despised by the rich there. On the contrary, a lean, sunburned poor man is often posted in battle beside a rich man raised in the shade and carrying a lot of extra flesh, and sees him full of gasping and helplessness. Don’t you think he concludes that such people are rich because of the poor men’s own badness, and that when the poor get together in private they pass the word to one another: ‘Those men are ours. 556e They’re nothing’?”

εὖ οἶδα μὲν οὖν, ἔφη, ἔγωγε, ὅτι οὕτω ποιοῦσιν.

οὐκοῦν ὥσπερ σῶμα νοσῶδες μικρᾶς ῥοπῆς ἔξωθεν δεῖται προσλαβέσθαι πρὸς τὸ κάμνειν, ἐνίοτε δὲ καὶ ἄνευ τῶν ἔξω στασιάζει αὐτὸ αὑτῷ, οὕτω δὴ καὶ ἡ κατὰ ταὐτὰ ἐκείνῳ διακειμένη πόλις ἀπὸ σμικρᾶς προφάσεως, ἔξωθεν ἐπαγομένων ἢ τῶν ἑτέρων ἐξ ὀλιγαρχουμένης πόλεως συμμαχίαν ἢ τῶν ἑτέρων ἐκ δημοκρατουμένης, νοσεῖ τε καὶ αὐτὴ αὑτῇ μάχεται, ἐνίοτε δὲ καὶ ἄνευ τῶν ἔξω στασιάζει;

καὶ σφόδρα γε.

“Oh, I know perfectly well,” he said, “that that’s what they do.”

“Then just as a sickly body needs only a slight push from outside to fall ill, and sometimes is at war with itself even without anything external, so too a city in the same condition falls sick and fights with itself on a slight pretext—when one side brings in allies from an oligarchic city, or the other side from a democratic one—and sometimes falls into civil strife even without outsiders?”

“Very much so.”

δημοκρατία δὴ οἶμαι γίγνεται ὅταν οἱ πένητες νικήσαντες τοὺς μὲν ἀποκτείνωσι τῶν ἑτέρων, τοὺς δὲ ἐκβάλωσι, τοῖς δὲ λοιποῖς ἐξ ἴσου μεταδῶσι πολιτείας τε καὶ ἀρχῶν, καὶ ὡς τὸ πολὺ ἀπὸ κλήρων αἱ ἀρχαὶ ἐν αὐτῇ γίγνονται.

ἔστι γάρ, ἔφη, αὕτη ἡ κατάστασις δημοκρατίας, ἐάντε καὶ διʼ ὅπλων γένηται ἐάντε καὶ διὰ φόβον ὑπεξελθόντων τῶν ἑτέρων.

τίνα δὴ οὖν, ἦν δʼ ἐγώ, οὗτοι τρόπον οἰκοῦσι; καὶ ποία 557b τις ἡ τοιαύτη αὖ πολιτεία; δῆλον γὰρ ὅτι ὁ τοιοῦτος ἀνὴρ δημοκρατικός τις ἀναφανήσεται.

δῆλον, ἔφη.

“Democracy comes into being, I think, when the poor win, kill some of the other side and banish others, and give the rest an equal share in the constitution and in the offices—and in it offices are mostly assigned by lot.”

“Yes,” he said, “that’s how democracy is established, whether it happens by force of arms or because the other side withdraws out of fear.”

“Then how do these people live?” I said. “And what sort 557b of constitution is this one, in its turn? For clearly the man who resembles it will turn out to be a democratic sort of man.”

“Clearly,” he said.

In Athens most public offices were filled by drawing lots among eligible citizens.

οὐκοῦν πρῶτον μὲν δὴ ἐλεύθεροι, καὶ ἐλευθερίας ἡ πόλις μεστὴ καὶ παρρησίας γίγνεται, καὶ ἐξουσία ἐν αὐτῇ ποιεῖν ὅτι τις βούλεται;

λέγεταί γε δή, ἔφη.

ὅπου δέ γε ἐξουσία, δῆλον ὅτι ἰδίαν ἕκαστος ἂν κατασκευὴν τοῦ αὑτοῦ βίου κατασκευάζοιτο ἐν αὐτῇ, ἥτις ἕκαστον ἀρέσκοι.

δῆλον. 557c

παντοδαποὶ δὴ ἂν οἶμαι ἐν ταύτῃ τῇ πολιτείᾳ μάλιστʼ ἐγγίγνοιντο ἄνθρωποι.

πῶς γὰρ οὔ;

“Well, first of all, aren’t they free? Doesn’t the city become full of freedom and free speech, with license in it to do whatever one wants?”

“So it’s said, anyway,” he said.

“And where there’s license, clearly each person will arrange his own private way of life in it, whatever pleases him.”

“Clearly.” 557c

“Then in this constitution above all, I think, you’d find human beings of every kind.”

“Of course.”

κινδυνεύει, ἦν δʼ ἐγώ, καλλίστη αὕτη τῶν πολιτειῶν εἶναι· ὥσπερ ἱμάτιον ποικίλον πᾶσιν ἄνθεσι πεποικιλμένον, οὕτω καὶ αὕτη πᾶσιν ἤθεσιν πεποικιλμένη καλλίστη ἂν φαίνοιτο. καὶ ἴσως μέν, ἦν δʼ ἐγώ, καὶ ταύτην, ὥσπερ οἱ παῖδές τε καὶ αἱ γυναῖκες τὰ ποικίλα θεώμενοι, καλλίστην ἂν πολλοὶ κρίνειαν.

καὶ μάλʼ, ἔφη. 557d

καὶ ἔστιν γε, ὦ μακάριε, ἦν δʼ ἐγώ, ἐπιτήδειον ζητεῖν ἐν αὐτῇ πολιτείαν.

τί δή;

“It may well be,” I said, “the most beautiful of constitutions. Like a many-colored cloak embroidered with every kind of flower, this one too, embroidered with every kind of character, might look most beautiful. And perhaps,” I said, “many people would judge it the most beautiful, like children and women gazing at colorful things.”

“Very much so,” he said. 557d

“And it’s also a convenient place, my dear fellow,” I said, “to look for a constitution.”

“Why’s that?”

ὅτι πάντα γένη πολιτειῶν ἔχει διὰ τὴν ἐξουσίαν, καὶ κινδυνεύει τῷ βουλομένῳ πόλιν κατασκευάζειν, ὃ νυνδὴ ἡμεῖς ἐποιοῦμεν, ἀναγκαῖον εἶναι εἰς δημοκρατουμένην ἐλθόντι πόλιν, ὃς ἂν αὐτὸν ἀρέσκῃ τρόπος, τοῦτον ἐκλέξασθαι, ὥσπερ εἰς παντοπώλιον ἀφικομένῳ πολιτειῶν, καὶ ἐκλεξαμένῳ οὕτω κατοικίζειν. 557e

ἴσως γοῦν, ἔφη, οὐκ ἂν ἀποροῖ παραδειγμάτων.

“Because thanks to its license it contains every kind of constitution. Anyone who wants to set up a city, as we were doing just now, may well need to go to a democratic city and pick out whatever model pleases him, as if he’d come to a bazaar of constitutions, and then found his city on the one he’s chosen.” 557e

“At any rate,” he said, “he probably wouldn’t be short of models.”

τὸ δὲ μηδεμίαν ἀνάγκην, εἶπον, εἶναι ἄρχειν ἐν ταύτῃ τῇ πόλει, μηδʼ ἂν ᾖς ἱκανὸς ἄρχειν, μηδὲ αὖ ἄρχεσθαι, ἐὰν μὴ βούλῃ, μηδὲ πολεμεῖν πολεμούντων, μηδὲ εἰρήνην ἄγειν τῶν ἄλλων ἀγόντων, ἐὰν μὴ ἐπιθυμῇς εἰρήνης, μηδὲ αὖ, ἐάν τις ἄρχειν νόμος σε διακωλύῃ ἢ δικάζειν, μηδὲν ἧττον καὶ 558a ἄρχειν καὶ δικάζειν, ἐὰν αὐτῷ σοι ἐπίῃ, ἆρʼ οὐ θεσπεσία καὶ ἡδεῖα ἡ τοιαύτη διαγωγὴ ἐν τῷ παραυτίκα;

ἴσως, ἔφη, ἔν γε τούτῳ.

“And there’s no compulsion to rule in this city,” I said, “even if you’re capable of ruling, nor again to be ruled if you don’t want to be, nor to go to war when the others are at war, nor to keep the peace when the others are keeping it, if you don’t want peace. And again, if some law forbids you to hold office or sit on a jury, you can hold office and 558a sit on juries all the same, if the fancy takes you. Isn’t that a heavenly, delightful way to live—for the moment?”

“Perhaps,” he said, “for the moment, anyway.”

τί δέ; ἡ πρᾳότης ἐνίων τῶν δικασθέντων οὐ κομψή; ἢ οὔπω εἶδες, ἐν τοιαύτῃ πολιτείᾳ ἀνθρώπων καταψηφισθέντων θανάτου ἢ φυγῆς, οὐδὲν ἧττον αὐτῶν μενόντων τε καὶ ἀναστρεφομένων ἐν μέσῳ, καὶ ὡς οὔτε φροντίζοντος οὔτε ὁρῶντος οὐδενὸς περινοστεῖ ὥσπερ ἥρως;

καὶ πολλούς γʼ, ἔφη. 558b

“And what about it? Isn’t the calm of some of those who’ve been convicted charming? Or haven’t you yet seen how in a constitution like this, when people have been sentenced to death or exile, they stay on all the same and go about in public, and one of them roams around like a hero’s ghost, as if no one noticed or saw?”

“Lots of them,” he said. 558b

ἡ δὲ συγγνώμη καὶ οὐδʼ ὁπωστιοῦν σμικρολογία αὐτῆς, ἀλλὰ καταφρόνησις ὧν ἡμεῖς ἐλέγομεν σεμνύνοντες, ὅτε τὴν πόλιν ᾠκίζομεν, ὡς εἰ μή τις ὑπερβεβλημένην φύσιν ἔχοι, οὔποτʼ ἂν γένοιτο ἀνὴρ ἀγαθός, εἰ μὴ παῖς ὢν εὐθὺς παίζοι ἐν καλοῖς καὶ ἐπιτηδεύοι τὰ τοιαῦτα πάντα, ὡς μεγαλοπρεπῶς καταπατήσασʼ ἅπαντʼ αὐτὰ οὐδὲν φροντίζει ἐξ ὁποίων ἄν τις ἐπιτηδευμάτων ἐπὶ τὰ πολιτικὰ ἰὼν πράττῃ, ἀλλὰ τιμᾷ, 558c ἐὰν φῇ μόνον εὔνους εἶναι τῷ πλήθει;

πάνυ γʼ, ἔφη, γενναία.

“And its tolerance—not the least bit petty—and its contempt for the things we spoke of so solemnly when we were founding our city: that unless someone had an exceptional nature, he could never become a good man unless from childhood he played among fine things and pursued everything of that sort. How magnificently it tramples all that underfoot, not caring at all what practices a man comes from when he goes into politics, but honoring him 558c if he merely says he’s a friend of the people!”

“Oh yes,” he said, “very noble of it.”

ταῦτά τε δή, ἔφην, ἔχοι ἂν καὶ τούτων ἄλλα ἀδελφὰ δημοκρατία, καὶ εἴη, ὡς ἔοικεν, ἡδεῖα πολιτεία καὶ ἄναρχος καὶ ποικίλη, ἰσότητά τινα ὁμοίως ἴσοις τε καὶ ἀνίσοις διανέμουσα.

καὶ μάλʼ, ἔφη, γνώριμα λέγεις.

ἄθρει δή, ἦν δʼ ἐγώ, τίς ὁ τοιοῦτος ἰδίᾳ. ἢ πρῶτον σκεπτέον, ὥσπερ τὴν πολιτείαν ἐσκεψάμεθα, τίνα τρόπον γίγνεται;

ναί, ἔφη.

ἆρʼ οὖν οὐχ ὧδε; τοῦ φειδωλοῦ ἐκείνου καὶ ὀλιγαρχικοῦ 558d γένοιτʼ ἂν οἶμαι ὑὸς ὑπὸ τῷ πατρὶ τεθραμμένος ἐν τοῖς ἐκείνου ἤθεσι;

τί γὰρ οὔ;

“These, then,” I said, “and other things akin to them, are what democracy would have. It would be, it seems, a pleasant constitution, anarchic and many-colored, handing out a sort of equality to equals and unequals alike.”

“What you’re describing is very familiar,” he said.

“Now look,” I said, “at what the corresponding man is like in private. Or should we first examine, as we did with the constitution, how he comes into being?”

“Yes,” he said.

“Then isn’t it like this? That stingy, oligarchic man 558d would have a son, I suppose, raised by his father in his father’s ways?”

“Why not?”

βίᾳ δὴ καὶ οὗτος ἄρχων τῶν ἐν αὑτῷ ἡδονῶν, ὅσαι ἀναλωτικαὶ μέν, χρηματιστικαὶ δὲ μή· αἳ δὴ οὐκ ἀναγκαῖαι κέκληνται—

δῆλον, ἔφη.

βούλει οὖν, ἦν δʼ ἐγώ, ἵνα μὴ σκοτεινῶς διαλεγώμεθα, πρῶτον ὁρισώμεθα τάς τε ἀναγκαίους ἐπιθυμίας καὶ τὰς μή;

βούλομαι, ἦ δʼ ὅς.

οὐκοῦν ἅς τε οὐκ ἂν οἷοί τʼ εἶμεν ἀποτρέψαι, δικαίως 558e ἂν ἀναγκαῖαι καλοῖντο, καὶ ὅσαι ἀποτελούμεναι ὠφελοῦσιν ἡμᾶς; τούτων γὰρ ἀμφοτέρων ἐφίεσθαι ἡμῶν τῇ φύσει ἀνάγκη. ἢ οὔ;

καὶ μάλα.

δικαίως δὴ τοῦτο ἐπʼ αὐταῖς ἐροῦμεν, τὸ ἀναγκαῖον.

δικαίως.

“And he too rules by force over the pleasures in himself that are spenders rather than moneymakers—the ones that have been called unnecessary—”

“Clearly,” he said.

“Then, so that we don’t argue in the dark,” I said, “would you like us first to define the necessary desires and the unnecessary ones?”

“I would,” he said.

“Well, the ones we couldn’t turn aside would rightly 558e be called necessary, and so would those whose satisfaction benefits us? For our nature compels us to crave both of these. Or not?”

“Very much so.”

“Then we’ll be right to apply the word ‘necessary’ to them.”

“Right.”

τί δέ; ἅς γέ τις ἀπαλλάξειεν ἄν, εἰ μελετῷ ἐκ νέου, καὶ πρὸς οὐδὲν ἀγαθὸν ἐνοῦσαι δρῶσιν, αἱ δὲ καὶ τοὐναντίον, πάσας ταύτας εἰ μὴ ἀναγκαίους φαῖμεν εἶναι, ἆρʼ οὐ καλῶς ἂν λέγοιμεν;

καλῶς μὲν οὖν.

προελώμεθα δή τι παράδειγμα ἑκατέρων αἵ εἰσιν, ἵνα τύπῳ λάβωμεν αὐτάς;

οὐκοῦν χρή.

ἆρʼ οὖν οὐχ ἡ τοῦ φαγεῖν μέχρι ὑγιείας τε καὶ εὐεξίας 559b καὶ αὐτοῦ σίτου τε καὶ ὄψου ἀναγκαῖος ἂν εἴη;

οἶμαι.

“And what about the ones someone could get rid of if he trained himself from youth, and which do no good by being present—and some even do the opposite? If we said all of these were unnecessary, wouldn’t we be speaking correctly?”

“Correctly, yes.”

“Shall we pick out an example of each kind, so that we can grasp them in outline?”

“We should.”

“Well, wouldn’t the desire to eat, up to the point of health and fitness, 559b the desire for bread itself and relish, be necessary?”

“I think so.”

ἡ μέν γέ που τοῦ σίτου κατʼ ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε μὴ παῦσαι ζῶντα δυνατή.

ναί.

ἡ δὲ ὄψου, εἴ πῄ τινα ὠφελίαν πρὸς εὐεξίαν παρέχεται,

πάνυ μὲν οὖν.

τί δὲ ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων ἢ τοιούτων ἐπιθυμία, δυνατὴ δὲ κολαζομένη ἐκ νέων καὶ παιδευομένη ἐκ τῶν πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ τὸ σωφρονεῖν; ἆρά 559c γε ὀρθῶς οὐκ ἀναγκαία ἂν καλοῖτο;

ὀρθότατα μὲν οὖν.

“The desire for bread, at least, is necessary on both counts: it’s beneficial, and we can’t make it stop as long as we’re alive.”

“Yes.”

“And the desire for relish is necessary insofar as it provides some benefit toward fitness.”

“Certainly.”

“And what about the desire that goes beyond these, for other kinds of food and the like—one most people can get rid of if it’s checked and trained from youth, and which harms the body, and harms the soul with respect to understanding and moderation? Wouldn’t it 559c rightly be called unnecessary?”

“Most rightly.”

οὐκοῦν καὶ ἀναλωτικὰς φῶμεν εἶναι ταύτας, ἐκείνας δὲ χρηματιστικὰς διὰ τὸ χρησίμους πρὸς τὰ ἔργα εἶναι;

τί μήν;

οὕτω δὴ καὶ περὶ ἀφροδισίων καὶ τῶν ἄλλων φήσομεν;

οὕτω.

ἆρʼ οὖν καὶ ὃν νυνδὴ κηφῆνα ὠνομάζομεν, τοῦτον ἐλέγομεν τὸν τῶν τοιούτων ἡδονῶν καὶ ἐπιθυμιῶν γέμοντα καὶ 559d ἀρχόμενον ὑπὸ τῶν μὴ ἀναγκαίων, τὸν δὲ ὑπὸ τῶν ἀναγκαίων φειδωλόν τε καὶ ὀλιγαρχικόν;

ἀλλὰ τί μήν;

πάλιν τοίνυν, ἦν δʼ ἐγώ, λέγωμεν ὡς ἐξ ὀλιγαρχικοῦ δημοκρατικὸς γίγνεται. φαίνεται δέ μοι τά γε πολλὰ ὧδε γίγνεσθαι.

πῶς;

“Then shall we also call these spending desires, and the others moneymaking desires, because they’re useful for our work?”

“Of course.”

“And we’ll say the same about sex and the rest?”

“Yes.”

“And the man we were calling a drone just now—weren’t we saying he was the one full of such pleasures and desires and 559d ruled by the unnecessary ones, while the one ruled by the necessary ones was stingy and oligarchic?”

“Well, of course.”

“Then let’s go back,” I said, “and describe how the democratic man comes from the oligarchic one. It seems to me that it mostly happens like this.”

“How?”

ὅταν νέος, τεθραμμένος ὡς νυνδὴ ἐλέγομεν, ἀπαιδεύτως τε καὶ φειδωλῶς, γεύσηται κηφήνων μέλιτος, καὶ συγγένηται αἴθωσι θηρσὶ καὶ δεινοῖς, παντοδαπὰς ἡδονὰς καὶ ποικίλας καὶ παντοίως ἐχούσας δυναμένοις σκευάζειν, ἐνταῦθά που 559e οἴου εἶναι ἀρχὴν αὐτῷ μεταβολῆς ὀλιγαρχικῆς τῆς ἑαυτῷ εἰς δημοκρατικήν.

πολλὴ ἀνάγκη, ἔφη.

ἆρʼ οὖν, ὥσπερ ἡ πόλις μετέβαλλε βοηθησάσης τῷ ἑτέρῳ μέρει συμμαχίας ἔξωθεν, ὁμοίας ὁμοίῳ, οὕτω καὶ ὁ νεανίας μεταβάλλει βοηθοῦντος αὖ εἴδους ἐπιθυμιῶν ἔξωθεν τῷ ἑτέρῳ τῶν παρʼ ἐκείνῳ, συγγενοῦς τε καὶ ὁμοίου;

παντάπασιν μὲν οὖν.

“When a young man, raised as we were just describing, without education and stingily, gets a taste of the drones’ honey and falls in with fiery, dangerous beasts who can supply pleasures of every kind and variety and description—that, I suppose, 559e is where you should expect the change in him from an oligarchic to a democratic constitution within to begin.”

“Inevitably,” he said.

“Then just as the city changed when an alliance from outside came to the aid of one party, like helping like, doesn’t the young man change too when a kind of desire from outside, akin and alike, comes to the aid of one of the parties within him?”

“Absolutely.”

καὶ ἐὰν μέν γε οἶμαι ἀντιβοηθήσῃ τις τῷ ἐν ἑαυτῷ ὀλιγαρχικῷ συμμαχία, ἤ ποθεν παρὰ τοῦ πατρὸς ἢ καὶ τῶν 560a ἄλλων οἰκείων νουθετούντων τε καὶ κακιζόντων, στάσις δὴ καὶ ἀντίστασις καὶ μάχη ἐν αὐτῷ πρὸς αὑτὸν τότε γίγνεται.

τί μήν;

καὶ ποτὲ μὲν οἶμαι τὸ δημοκρατικὸν ὑπεχώρησε τῷ ὀλιγαρχικῷ, καί τινες τῶν ἐπιθυμιῶν αἱ μὲν διεφθάρησαν, αἱ δὲ καὶ ἐξέπεσον, αἰδοῦς τινος ἐγγενομένης ἐν τῇ τοῦ νέου ψυχῇ, καὶ κατεκοσμήθη πάλιν.

γίγνεται γὰρ ἐνίοτε, ἔφη.

“And if, I think, some alliance comes to the aid of the oligarchic part in him from the other side, whether from his father or 560a from his other relatives admonishing and reproaching him, then there’s faction and counter-faction and a battle within him against himself.”

“Of course.”

“And sometimes, I think, the democratic part gives way to the oligarchic. Some of his desires are destroyed, others are driven out, as a sense of shame arises in the young man’s soul, and order is restored.”

“That does happen sometimes,” he said.

αὖθις δὲ οἶμαι τῶν ἐκπεσουσῶν ἐπιθυμιῶν ἄλλαι ὑποτρεφόμεναι 560b συγγενεῖς διʼ ἀνεπιστημοσύνην τροφῆς πατρὸς πολλαί τε καὶ ἰσχυραὶ ἐγένοντο.

φιλεῖ γοῦν, ἔφη, οὕτω γίγνεσθαι.

οὐκοῦν εἵλκυσάν τε πρὸς τὰς αὐτὰς ὁμιλίας, καὶ λάθρᾳ συγγιγνόμεναι πλῆθος ἐνέτεκον.

τί μήν;

τελευτῶσαι δὴ οἶμαι κατέλαβον τὴν τοῦ νέου τῆς ψυχῆς ἀκρόπολιν, αἰσθόμεναι κενὴν μαθημάτων τε καὶ ἐπιτηδευμάτων καλῶν καὶ λόγων ἀληθῶν, οἳ δὴ ἄριστοι φρουροί τε καὶ φύλακες ἐν ἀνδρῶν θεοφιλῶν εἰσι διανοίαις. 560c

καὶ πολύ γʼ, ἔφη.

“But then, I think, other desires akin to the exiled ones are secretly nursed along, 560b and because the father doesn’t know how to bring him up, they become many and strong.”

“That’s usually how it goes,” he said.

“So they drag him back to the same company, and through secret intercourse they breed a multitude.”

“Of course.”

“And in the end, I think, they seize the acropolis of the young man’s soul, finding it empty of learning, of fine pursuits and of true words—which are the best sentinels and guardians in the minds of men the gods love.” 560c

“By far,” he said.

ψευδεῖς δὴ καὶ ἀλαζόνες οἶμαι λόγοι τε καὶ δόξαι ἀντʼ ἐκείνων ἀναδραμόντες κατέσχον τὸν αὐτὸν τόπον τοῦ τοιούτου.

σφόδρα γʼ, ἔφη.

“And false, boastful words and opinions, I think, rush up in their place and occupy that same position in a man like this.”

“Very much so,” he said.

ἆρʼ οὖν οὐ πάλιν τε εἰς ἐκείνους τοὺς Λωτοφάγους ἐλθὼν φανερῶς κατοικεῖ, καὶ ἐὰν παρʼ οἰκείων τις βοήθεια τῷ φειδωλῷ αὐτοῦ τῆς ψυχῆς ἀφικνῆται, κλῄσαντες οἱ ἀλαζόνες λόγοι ἐκεῖνοι τὰς τοῦ βασιλικοῦ τείχους ἐν αὐτῷ πύλας οὔτε αὐτὴν τὴν συμμαχίαν παριᾶσιν, οὔτε πρέσβεις πρεσβυτέρων 560d λόγους ἰδιωτῶν εἰσδέχονται, αὐτοί τε κρατοῦσι μαχόμενοι, καὶ τὴν μὲν αἰδῶ ἠλιθιότητα ὀνομάζοντες ὠθοῦσιν ἔξω ἀτίμως φυγάδα, σωφροσύνην δὲ ἀνανδρίαν καλοῦντές τε καὶ προπηλακίζοντες ἐκβάλλουσι, μετριότητα δὲ καὶ κοσμίαν δαπάνην ὡς ἀγροικίαν καὶ ἀνελευθερίαν οὖσαν πείθοντες ὑπερορίζουσι μετὰ πολλῶν καὶ ἀνωφελῶν ἐπιθυμιῶν;

σφόδρα γε.

“So doesn’t he go back to those Lotus-eaters and live among them openly? And if some help comes from his relatives to the stingy part of his soul, those boastful words shut the gates of the royal wall within him. They won’t let the allied force itself through, and they won’t receive the embassy of words from older 560d private individuals either. They win the battle themselves. They call shame ‘simple-mindedness’ and push it out, a dishonored exile; they call moderation ‘unmanliness,’ abuse it and throw it out; and they persuade him that measure and orderly spending are boorish and mean, and drive them over the border with the help of many useless desires.”

“Very much so.”

In Homer’s Odyssey the Lotus-eaters’ food made Odysseus’s men forget their homecoming.

τούτων δέ γέ που κενώσαντες καὶ καθήραντες τὴν τοῦ 560e κατεχομένου τε ὑπʼ αὐτῶν καὶ τελουμένου ψυχὴν μεγάλοισι τέλεσι, τὸ μετὰ τοῦτο ἤδη ὕβριν καὶ ἀναρχίαν καὶ ἀσωτίαν καὶ ἀναίδειαν λαμπρὰς μετὰ πολλοῦ χοροῦ κατάγουσιν ἐστεφανωμένας, ἐγκωμιάζοντες καὶ ὑποκοριζόμενοι, ὕβριν μὲν εὐπαιδευσίαν καλοῦντες, ἀναρχίαν δὲ ἐλευθερίαν, ἀσωτίαν 561a δὲ μεγαλοπρέπειαν, ἀναίδειαν δὲ ἀνδρείαν.

ἆρʼ οὐχ οὕτω πως, ἦν δʼ ἐγώ, νέος ὢν μεταβάλλει ἐκ τοῦ ἐν ἀναγκαίοις ἐπιθυμίαις τρεφομένου τὴν τῶν μὴ ἀναγκαίων καὶ ἀνωφελῶν ἡδονῶν ἐλευθέρωσίν τε καὶ ἄνεσιν;

καὶ μάλα γʼ, ἦ δʼ ὅς, ἐναργῶς.

“And once they’ve emptied and purified of all these the soul of the man 560e they’ve taken possession of and are initiating into their great mysteries, they next bring insolence, anarchy, extravagance and shamelessness back from exile, resplendent and crowned, with a great chorus, singing their praises and giving them pet names: insolence they call good breeding, anarchy freedom, extravagance 561a magnificence, and shamelessness courage.”

“Isn’t it something like this,” I said, “that while still young he changes from a man raised among necessary desires to one who sets free and lets loose the unnecessary and useless pleasures?”

“Yes,” he said, “very vividly.”

Ζῇ δὴ οἶμαι μετὰ ταῦτα ὁ τοιοῦτος οὐδὲν μᾶλλον εἰς ἀναγκαίους ἢ μὴ ἀναγκαίους ἡδονὰς ἀναλίσκων καὶ χρήματα καὶ πόνους καὶ διατριβάς· ἀλλʼ ἐὰν εὐτυχὴς ᾖ καὶ μὴ πέρα ἐκβακχευθῇ, ἀλλά τι καὶ πρεσβύτερος γενόμενος τοῦ πολλοῦ 561b θορύβου παρελθόντος μέρη τε καταδέξηται τῶν ἐκπεσόντων καὶ τοῖς ἐπεισελθοῦσι μὴ ὅλον ἑαυτὸν ἐνδῷ, εἰς ἴσον δή τι καταστήσας τὰς ἡδονὰς διάγει, τῇ παραπιπτούσῃ ἀεὶ ὥσπερ λαχούσῃ τὴν ἑαυτοῦ ἀρχὴν παραδιδοὺς ἕως ἂν πληρωθῇ, καὶ αὖθις ἄλλῃ, οὐδεμίαν ἀτιμάζων ἀλλʼ ἐξ ἴσου τρέφων.

πάνυ μὲν οὖν.

“After this, I think, such a man lives spending money, effort and time no more on necessary pleasures than on unnecessary ones. But if he’s lucky and his frenzy doesn’t go too far—if, as he gets older and the great 561b tumult has passed, he readmits some of the exiles and doesn’t give himself over entirely to the invaders—then he sets his pleasures on an equal footing and lives that way, handing over the rule of himself to whichever pleasure comes along, as if it had won the office by lot, until it’s satisfied, and then to another, dishonoring none but feeding them all equally.”

“Certainly.”

καὶ λόγον γε, ἦν δʼ ἐγώ, ἀληθῆ οὐ προσδεχόμενος οὐδὲ παριεὶς εἰς τὸ φρούριον, ἐάν τις λέγῃ ὡς αἱ μέν εἰσι τῶν 561c καλῶν τε καὶ ἀγαθῶν ἐπιθυμιῶν ἡδοναί, αἱ δὲ τῶν πονηρῶν, καὶ τὰς μὲν χρὴ ἐπιτηδεύειν καὶ τιμᾶν, τὰς δὲ κολάζειν τε καὶ δουλοῦσθαι· ἀλλʼ ἐν πᾶσι τούτοις ἀνανεύει τε καὶ ὁμοίας φησὶν ἁπάσας εἶναι καὶ τιμητέας ἐξ ἴσου.

σφόδρα γάρ, ἔφη, οὕτω διακείμενος τοῦτο δρᾷ.

“And he doesn’t accept true reasoning,” I said, “or let it into the fortress, if someone tells him that some pleasures belong to 561c fine and good desires and others to bad ones, and that the first should be cultivated and honored and the second disciplined and enslaved. To all this he shakes his head and says they’re all alike and must be honored equally.”

“Yes,” he said, “that’s exactly what a man in that condition does.”

οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ διαζῇ τὸ καθʼ ἡμέραν οὕτω χαριζόμενος τῇ προσπιπτούσῃ ἐπιθυμίᾳ, τοτὲ μὲν μεθύων καὶ καταυλούμενος, αὖθις δὲ ὑδροποτῶν καὶ κατισχναινόμενος, 561d τοτὲ δʼ αὖ γυμναζόμενος, ἔστιν δʼ ὅτε ἀργῶν καὶ πάντων ἀμελῶν, τοτὲ δʼ ὡς ἐν φιλοσοφίᾳ διατρίβων. πολλάκις δὲ πολιτεύεται, καὶ ἀναπηδῶν ὅτι ἂν τύχῃ λέγει τε καὶ πράττει· κἄν ποτέ τινας πολεμικοὺς ζηλώσῃ, ταύτῃ φέρεται, ἢ χρηματιστικούς, ἐπὶ τοῦτʼ αὖ. καὶ οὔτε τις τάξις οὔτε ἀνάγκη ἔπεστιν αὐτοῦ τῷ βίῳ, ἀλλʼ ἡδύν τε δὴ καὶ ἐλευθέριον καὶ μακάριον καλῶν τὸν βίον τοῦτον χρῆται αὐτῷ διὰ παντός. 561e

“So he lives from day to day,” I said, “indulging whatever desire comes along. Now he’s drinking heavily to the music of pipes, then drinking only water and slimming down; 561d now he’s exercising, sometimes lazing about and neglecting everything, and now spending his time on what he takes to be philosophy. Often he takes part in politics, jumping up to say and do whatever occurs to him. If he ever envies military men, off he goes in that direction; if moneymakers, off in that one. There’s no order or necessity in his life. He calls this life pleasant, free and blessed, and he follows it to the end.” 561e

παντάπασιν, ἦ δʼ ὅς, διελήλυθας βίον ἰσονομικοῦ τινος ἀνδρός.

οἶμαι δέ γε, ἦν δʼ ἐγώ, καὶ παντοδαπόν τε καὶ πλείστων ἠθῶν μεστόν, καὶ τὸν καλόν τε καὶ ποικίλον, ὥσπερ ἐκείνην τὴν πόλιν, τοῦτον τὸν ἄνδρα εἶναι· ὃν πολλοὶ ἂν καὶ πολλαὶ ζηλώσειαν τοῦ βίου, παραδείγματα πολιτειῶν τε καὶ τρόπων πλεῖστα ἐν αὐτῷ ἔχοντα.

οὗτος γάρ, ἔφη, ἔστιν.

τί οὖν; τετάχθω ἡμῖν κατὰ δημοκρατίαν ὁ τοιοῦτος ἀνήρ, ὡς δημοκρατικὸς ὀρθῶς ἂν προσαγορευόμενος;

τετάχθω, ἔφη.

“You’ve perfectly described,” he said, “the life of a man devoted to equal rights.”

“Yes, and I think,” I said, “that this man is varied and full of the greatest number of characters, the beautiful, many-colored man, just like that city. Many men and women would envy his life, since he holds within himself the most models of constitutions and ways of life.”

“That’s him,” he said.

“Well then? Shall we set this man beside democracy, as one who’d rightly be called democratic?”

“Let’s,” he said.

How tyranny arises

Socrates explains how excessive freedom turns democracy into tyranny under a popular champion.

ἡ καλλίστη δή, ἦν δʼ ἐγώ, πολιτεία τε καὶ ὁ κάλλιστος ἀνὴρ λοιπὰ ἂν ἡμῖν εἴη διελθεῖν, τυραννίς τε καὶ τύραννος.

κομιδῇ γʼ, ἔφη.

φέρε δή, τίς τρόπος τυραννίδος, ὦ φίλε ἑταῖρε, γίγνεται; ὅτι μὲν γὰρ ἐκ δημοκρατίας μεταβάλλει σχεδὸν δῆλον.

δῆλον.

ἆρʼ οὖν τρόπον τινὰ τὸν αὐτὸν ἔκ τε ὀλιγαρχίας δημοκρατία 562b γίγνεται καὶ ἐκ δημοκρατίας τυραννίς;

πῶς;

ὃ προύθεντο, ἦν δʼ ἐγώ, ἀγαθόν, καὶ διʼ ὃ ἡ ὀλιγαρχία καθίστατο—τοῦτο δʼ ἦν ὑπερπλοῦτος· ἦ γάρ; —

ναί.

“Then what’s left for us to describe,” I said, “would be the finest constitution and the finest man: tyranny and the tyrant.”

“Exactly,” he said.

“Come then, my dear friend, how does tyranny arise? That it comes from democracy is pretty clear.”

“Clear.”

“Then does democracy come from oligarchy 562b and tyranny from democracy in much the same way?”

“How?”

“The good they set before themselves,” I said, “the one oligarchy was established for—that was great wealth, wasn’t it?—”

“Yes.”

Famous passage Democracy’s excess of freedomDemocracy’s insatiable thirst for freedom spreads to fathers, teachers, slaves and even donkeys, and prepares the way for tyranny.

ἡ πλούτου τοίνυν ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια διὰ χρηματισμὸν αὐτὴν ἀπώλλυ.

ἀληθῆ, ἔφη.

ἆρʼ οὖν καὶ ὃ δημοκρατία ὁρίζεται ἀγαθόν, ἡ τούτου ἀπληστία καὶ ταύτην καταλύει;

λέγεις δʼ αὐτὴν τί ὁρίζεσθαι;

τὴν ἐλευθερίαν, εἶπον. τοῦτο γάρ που ἐν δημοκρατουμένῃ 562c πόλει ἀκούσαις ἂν ὡς ἔχει τε κάλλιστον καὶ διὰ ταῦτα ἐν μόνῃ ταύτῃ ἄξιον οἰκεῖν ὅστις φύσει ἐλεύθερος.

λέγεται γὰρ δή, ἔφη, καὶ πολὺ τοῦτο τὸ ῥῆμα.

“So it was the insatiable appetite for wealth, and the neglect of everything else for the sake of moneymaking, that destroyed it.”

“True,” he said.

“Then does democracy’s insatiable appetite for what it defines as good destroy it too?”

“And what do you say it defines as good?”

“Freedom,” I said. “Surely in a democratic 562c city you’d hear that this is the finest thing it has, and that for this reason it’s the only city worth living in for anyone free by nature.”

“Yes,” he said, “that’s said, and said often.”

ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅπερ ᾖα νυνδὴ ἐρῶν, ἡ τοῦ τοιούτου ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια καὶ ταύτην τὴν πολιτείαν μεθίστησίν τε καὶ παρασκευάζει τυραννίδος δεηθῆναι;

πῶς; ἔφη.

ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα 562d κακῶν οἰνοχόων προστατούντων τύχῃ, καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς.

δρῶσιν γάρ, ἔφη, τοῦτο.

“Then, as I was just about to say,” I said, “doesn’t the insatiable appetite for this, and the neglect of everything else, change this constitution too, and prepare it to need a tyranny?”

“How?” he said.

“When a democratic city, thirsting for freedom, 562d happens to have bad wine-pourers presiding over it, and gets drunk on freedom unmixed, far past what’s proper, then it punishes its rulers, unless they’re very lenient and provide plenty of freedom, accusing them of being villains and oligarchs.”

“Yes,” he said, “that’s what they do.”

τοὺς δέ γε, εἶπον, τῶν ἀρχόντων κατηκόους προπηλακίζει ὡς ἐθελοδούλους τε καὶ οὐδὲν ὄντας, τοὺς δὲ ἄρχοντας μὲν ἀρχομένοις, ἀρχομένους δὲ ἄρχουσιν ὁμοίους ἰδίᾳ τε καὶ δημοσίᾳ ἐπαινεῖ τε καὶ τιμᾷ. ἆρʼ οὐκ ἀνάγκη ἐν τοιαύτῃ 562e πόλει ἐπὶ πᾶν τὸ τῆς ἐλευθερίας ἰέναι;

πῶς γὰρ οὔ;

καὶ καταδύεσθαί γε, ἦν δʼ ἐγώ, ὦ φίλε, εἴς τε τὰς ἰδίας οἰκίας καὶ τελευτᾶν μέχρι τῶν θηρίων τὴν ἀναρχίαν ἐμφυομένην.

πῶς, ἦ δʼ ὅς, τὸ τοιοῦτον λέγομεν;

“And those who obey the rulers,” I said, “it abuses as willing slaves and nobodies, while in private and in public it praises and honors rulers who are like the ruled and ruled who are like the rulers. In such a city, isn’t it inevitable 562e that freedom goes to every extreme?”

“Of course.”

“And that the anarchy seeps down, my friend,” I said, “into private households, and in the end takes root even among the animals?”

“What do we mean by that?” he said.

οἷον, ἔφην, πατέρα μὲν ἐθίζεσθαι παιδὶ ὅμοιον γίγνεσθαι καὶ φοβεῖσθαι τοὺς ὑεῖς, ὑὸν δὲ πατρί, καὶ μήτε αἰσχύνεσθαι μήτε δεδιέναι τοὺς γονέας, ἵνα δὴ ἐλεύθερος ᾖ· μέτοικον δὲ 563a ἀστῷ καὶ ἀστὸν μετοίκῳ ἐξισοῦσθαι, καὶ ξένον ὡσαύτως.

γίγνεται γὰρ οὕτως, ἔφη.

“For instance,” I said, “the father gets used to being like his child and fearing his sons, and the son to being like his father, feeling neither shame nor fear before his parents, so that he can be free. Resident alien 563a and citizen are put on an equal footing, and the foreigner likewise.”

“Yes,” he said, “that’s what happens.”

A resident alien (metic) was a free foreigner living permanently in a Greek city without citizen rights.

ταῦτά τε, ἦν δʼ ἐγώ, καὶ σμικρὰ τοιάδε ἄλλα γίγνεται· διδάσκαλός τε ἐν τῷ τοιούτῳ φοιτητὰς φοβεῖται καὶ θωπεύει, φοιτηταί τε διδασκάλων ὀλιγωροῦσιν, οὕτω δὲ καὶ παιδαγωγῶν· καὶ ὅλως οἱ μὲν νέοι πρεσβυτέροις ἀπεικάζονται καὶ διαμιλλῶνται καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, οἱ δὲ γέροντες συγκαθιέντες τοῖς νέοις εὐτραπελίας τε καὶ χαριεντισμοῦ 563b ἐμπίμπλανται, μιμούμενοι τοὺς νέους, ἵνα δὴ μὴ δοκῶσιν ἀηδεῖς εἶναι μηδὲ δεσποτικοί.

πάνυ μὲν οὖν, ἔφη.

“That, and other little things like it,” I said. “In such a city the teacher fears and flatters his pupils, and the pupils think little of their teachers, and of their attendants too. In general the young imitate their elders and compete with them in word and deed, while the old men lower themselves to the young’s level and are full of wit and 563b pleasantry, imitating the young so as not to seem disagreeable or authoritarian.”

“Certainly,” he said.

The attendant (paidagōgos) was a slave who escorted a boy to school and looked after his conduct.

τὸ δέ γε, ἦν δʼ ἐγώ, ἔσχατον, ὦ φίλε, τῆς ἐλευθερίας τοῦ πλήθους, ὅσον γίγνεται ἐν τῇ τοιαύτῃ πόλει, ὅταν δὴ οἱ ἐωνημένοι καὶ αἱ ἐωνημέναι μηδὲν ἧττον ἐλεύθεροι ὦσι τῶν πριαμένων. ἐν γυναιξὶ δὲ πρὸς ἄνδρας καὶ ἀνδράσι πρὸς γυναῖκας ὅση ἡ ἰσονομία καὶ ἐλευθερία γίγνεται, ὀλίγου ἐπελαθόμεθʼ εἰπεῖν. 563c

οὐκοῦν κατʼ Αἰσχύλον, ἔφη, “ἐροῦμεν ὅτι νῦν ἦλθʼ ἐπὶ στόμα;”

“But the height of the people’s freedom, my friend,” I said, “in a city like this, is reached when purchased slaves, male and female, are no less free than those who bought them. And we almost forgot to mention how much equality and freedom there is in the relations of women with men and men with women.” 563c

“So shall we, in Aeschylus’s words,” he said, “‘say what just now came to our lips’?”

The line comes from a lost play of Aeschylus.

πάνυ γε, εἶπον· καὶ ἔγωγε οὕτω λέγω· τὸ μὲν γὰρ τῶν θηρίων τῶν ὑπὸ τοῖς ἀνθρώποις ὅσῳ ἐλευθερώτερά ἐστιν ἐνταῦθα ἢ ἐν ἄλλῃ, οὐκ ἄν τις πείθοιτο ἄπειρος. ἀτεχνῶς γὰρ αἵ τε κύνες κατὰ τὴν παροιμίαν οἷαίπερ αἱ δέσποιναι γίγνονταί τε δὴ καὶ ἵπποι καὶ ὄνοι, πάνυ ἐλευθέρως καὶ σεμνῶς εἰθισμένοι πορεύεσθαι, κατὰ τὰς ὁδοὺς ἐμβάλλοντες τῷ ἀεὶ ἀπαντῶντι, ἐὰν μὴ ἐξίστηται, καὶ τἆλλα πάντα οὕτω 563d μεστὰ ἐλευθερίας γίγνεται.

τὸ ἐμόν γʼ, ἔφη, ἐμοὶ λέγεις ὄναρ· αὐτὸς γὰρ εἰς ἀγρὸν πορευόμενος θαμὰ αὐτὸ πάσχω.

“Certainly,” I said. “That’s just what I’m doing. How much freer the animals owned by people are here than anywhere else, no one who hasn’t seen it would believe. Just as the proverb says, the dogs become exactly like their mistresses. And the horses and donkeys too get used to walking the roads with great freedom and dignity, bumping into anyone they meet who doesn’t step aside. Everything else becomes just as 563d full of freedom.”

“You’re telling me my own dream,” he said. “It happens to me all the time on my way out to the country.”

τὸ δὲ δὴ κεφάλαιον, ἦν δʼ ἐγώ, πάντων τούτων συνηθροισμένων, ἐννοεῖς ὡς ἁπαλὴν τὴν ψυχὴν τῶν πολιτῶν ποιεῖ, ὥστε κἂν ὁτιοῦν δουλείας τις προσφέρηται, ἀγανακτεῖν καὶ μὴ ἀνέχεσθαι; τελευτῶντες γάρ που οἶσθʼ ὅτι οὐδὲ τῶν νόμων φροντίζουσιν γεγραμμένων ἢ ἀγράφων, ἵνα δὴ μηδαμῇ 563e μηδεὶς αὐτοῖς ᾖ δεσπότης.

καὶ μάλʼ, ἔφη, οἶδα.

αὕτη μὲν τοίνυν, ἦν δʼ ἐγώ, ὦ φίλε, ἡ ἀρχὴ οὑτωσὶ καλὴ καὶ νεανική, ὅθεν τυραννὶς φύεται, ὡς ἐμοὶ δοκεῖ.

νεανικὴ δῆτα, ἔφη· ἀλλὰ τί τὸ μετὰ τοῦτο;

“And the sum of it all,” I said, “taken together—do you see how touchy it makes the citizens’ souls, so that if anyone imposes the slightest bit of slavery, they get angry and can’t bear it? And in the end, you know, they pay no attention even to the laws, written or unwritten, so that no one 563e will be their master in any way at all.”

“I know it very well,” he said.

“This, then, my friend,” I said, “is the beginning, so fine and so headstrong, from which tyranny grows, it seems to me.”

“Headstrong it certainly is,” he said. “But what comes next?”

ταὐτόν, ἦν δʼ ἐγώ, ὅπερ ἐν τῇ ὀλιγαρχίᾳ νόσημα ἐγγενόμενον ἀπώλεσεν αὐτήν, τοῦτο καὶ ἐν ταύτῃ πλέον τε καὶ ἰσχυρότερον ἐκ τῆς ἐξουσίας ἐγγενόμενον καταδουλοῦται δημοκρατίαν. καὶ τῷ ὄντι τὸ ἄγαν τι ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι, ἐν ὥραις τε καὶ ἐν 564a φυτοῖς καὶ ἐν σώμασιν, καὶ δὴ καὶ ἐν πολιτείαις οὐχ ἥκιστα.

εἰκός, ἔφη.

ἡ γὰρ ἄγαν ἐλευθερία ἔοικεν οὐκ εἰς ἄλλο τι ἢ εἰς ἄγαν δουλείαν μεταβάλλειν καὶ ἰδιώτῃ καὶ πόλει.

εἰκὸς γάρ.

“The same disease,” I said, “that arose in oligarchy and destroyed it arises in this one too, more widespread and stronger because of the license, and enslaves democracy. In fact, doing anything to excess tends to bring about a great change in the opposite direction—in seasons, in 564a plants, in bodies, and not least in constitutions.”

“That’s likely,” he said.

“Yes, for too much freedom seems to change into nothing other than too much slavery, for a private individual and a city alike.”

“That’s likely.”

εἰκότως τοίνυν, εἶπον, οὐκ ἐξ ἄλλης πολιτείας τυραννὶς καθίσταται ἢ ἐκ δημοκρατίας, ἐξ οἶμαι τῆς ἀκροτάτης ἐλευθερίας δουλεία πλείστη τε καὶ ἀγριωτάτη.

ἔχει γάρ, ἔφη, λόγον.

ἀλλʼ οὐ τοῦτʼ οἶμαι, ἦν δʼ ἐγώ, ἠρώτας, ἀλλὰ ποῖον 564b νόσημα ἐν ὀλιγαρχίᾳ τε φυόμενον ταὐτὸν καὶ ἐν δημοκρατίᾳ δουλοῦται αὐτήν.

ἀληθῆ, ἔφη, λέγεις.

ἐκεῖνο τοίνυν, ἔφην, ἔλεγον τὸ τῶν ἀργῶν τε καὶ δαπανηρῶν ἀνδρῶν γένος, τὸ μὲν ἀνδρειότατον ἡγούμενον αὐτῶν, τὸ δʼ ἀνανδρότερον ἑπόμενον· οὓς δὴ ἀφομοιοῦμεν κηφῆσι, τοὺς μὲν κέντρα ἔχουσι, τοὺς δὲ ἀκέντροις.

“Then it’s likely,” I said, “that tyranny is established from no other constitution than democracy: out of the most extreme freedom, I think, comes the greatest and most savage slavery.”

“That makes sense,” he said.

“But that wasn’t what you were asking, I think,” I said. “You were asking what disease 564b arises in oligarchy and in democracy alike and enslaves democracy.”

“That’s true,” he said.

“Well, what I meant,” I said, “was that breed of idle, spendthrift men, the bravest of them leading and the more cowardly following. We compared them to drones—the leaders to drones with stings, the followers to stingless ones.”

καὶ ὀρθῶς γʼ, ἔφη.

τούτω τοίνυν, ἦν δʼ ἐγώ, ταράττετον ἐν πάσῃ πολιτείᾳ ἐγγιγνομένω, οἷον περὶ σῶμα φλέγμα τε καὶ χολή· ὣ δὴ καὶ 564c δεῖ τὸν ἀγαθὸν ἰατρόν τε καὶ νομοθέτην πόλεως μὴ ἧττον ἢ σοφὸν μελιττουργὸν πόρρωθεν εὐλαβεῖσθαι, μάλιστα μὲν ὅπως μὴ ἐγγενήσεσθον, ἂν δὲ ἐγγένησθον, ὅπως ὅτι τάχιστα σὺν αὐτοῖσι τοῖς κηρίοις ἐκτετμήσεσθον.

ναὶ μὰ Δία, ἦ δʼ ὅς, παντάπασί γε.

ὧδε τοίνυν, ἦν δʼ ἐγώ, λάβωμεν, ἵνʼ εὐκρινέστερον ἴδωμεν ὃ βουλόμεθα.

πῶς;

“And rightly,” he said.

“Well, these two,” I said, “cause trouble in every constitution they arise in, like phlegm and bile in the body. And the good doctor and lawgiver of a city 564c must guard against them well in advance, no less than a wise beekeeper does—above all so that they don’t arise, but if they do, so that they’re cut out as quickly as possible, honeycombs and all.”

“Yes, by Zeus,” he said, “absolutely.”

“Then let’s take it like this,” I said, “so that we can see what we want more distinctly.”

“How?”

τριχῇ διαστησώμεθα τῷ λόγῳ δημοκρατουμένην πόλιν, 564d ὥσπερ οὖν καὶ ἔχει. ἓν μὲν γάρ που τὸ τοιοῦτον γένος ἐν αὐτῇ ἐμφύεται διʼ ἐξουσίαν οὐκ ἔλαττον ἢ ἐν τῇ ὀλιγαρχουμένῃ.

ἔστιν οὕτω.

πολὺ δέ γε δριμύτερον ἐν ταύτῃ ἢ ἐν ἐκείνῃ.

πῶς;

“Let’s divide a democratic city into three in our account, 564d which is in fact how it’s divided. One part, I suppose, is this breed, which grows up in it because of the license no less than in the oligarchic city.”

“That’s so.”

“But it’s much fiercer in this one than in that.”

“How so?”

ἐκεῖ μὲν διὰ τὸ μὴ ἔντιμον εἶναι, ἀλλʼ ἀπελαύνεσθαι τῶν ἀρχῶν, ἀγύμναστον καὶ οὐκ ἐρρωμένον γίγνεται· ἐν δημοκρατίᾳ δὲ τοῦτό που τὸ προεστὸς αὐτῆς, ἐκτὸς ὀλίγων, καὶ τὸ μὲν δριμύτατον αὐτοῦ λέγει τε καὶ πράττει, τὸ δʼ ἄλλο περὶ τὰ βήματα προσίζον βομβεῖ τε καὶ οὐκ ἀνέχεται τοῦ 564e ἄλλα λέγοντος, ὥστε πάντα ὑπὸ τοῦ τοιούτου διοικεῖται ἐν τῇ τοιαύτῃ πολιτείᾳ χωρίς τινων ὀλίγων.

μάλα γε, ἦ δʼ ὅς.

ἄλλο τοίνυν τοιόνδε ἀεὶ ἀποκρίνεται ἐκ τοῦ πλήθους.

τὸ ποῖον;

“There, because it isn’t held in honor but is kept out of office, it goes unexercised and doesn’t grow strong. But in a democracy this breed is pretty much the ruling element, with a few exceptions. Its fiercest part does the speaking and acting, while the rest settles around the speakers’ platforms, buzzing and refusing to put up with anyone 564e who says otherwise. So in a constitution like this, everything is run by this breed, apart from a few things.”

“Very much so,” he said.

“Now, there’s another group that’s always being separated off from the majority.”

“What’s that?”

χρηματιζομένων που πάντων, οἱ κοσμιώτατοι φύσει ὡς τὸ πολὺ πλουσιώτατοι γίγνονται.

εἰκός.

πλεῖστον δὴ οἶμαι τοῖς κηφῆσι μέλι καὶ εὐπορώτατον ἐντεῦθεν βλίττει.

πῶς γὰρ ἄν, ἔφη, παρά γε τῶν σμικρὰ ἐχόντων τις βλίσειεν;

πλούσιοι δὴ οἶμαι οἱ τοιοῦτοι καλοῦνται κηφήνων βοτάνη.

σχεδόν τι, ἔφη.

δῆμος δʼ ἂν εἴη τρίτον γένος, ὅσοι αὐτουργοί τε καὶ ἀπράγμονες, οὐ πάνυ πολλὰ κεκτημένοι· ὃ δὴ πλεῖστόν τε καὶ κυριώτατον ἐν δημοκρατίᾳ ὅτανπερ ἁθροισθῇ.

ἔστιν γάρ, ἔφη· ἀλλʼ οὐ θαμὰ ἐθέλει ποιεῖν τοῦτο, ἐὰν μὴ μέλιτός τι μεταλαμβάνῃ.

“When everyone is out to make money, those who are most orderly by nature generally become the richest.”

“Likely.”

“And that’s where, I think, the drones find the most honey and the easiest to squeeze.”

“Well, how could anyone squeeze honey,” he said, “out of those who have little?”

“And so rich people like these, I think, are called drone-fodder.”

“Pretty much,” he said.

“The people would be the third group: those who work with their own hands and stay out of public affairs, and don’t own very much. Whenever it assembles, this is the largest and most powerful group in a democracy.”

“So it is,” he said. “But it isn’t often willing to do that unless it gets some share of the honey.”

οὐκοῦν μεταλαμβάνει, ἦν δʼ ἐγώ, ἀεί, καθʼ ὅσον δύνανται οἱ προεστῶτες, τοὺς ἔχοντας τὴν οὐσίαν ἀφαιρούμενοι, διανέμοντες τῷ δήμῳ, τὸ πλεῖστον αὐτοὶ ἔχειν. 565b

μεταλαμβάνει γὰρ οὖν, ἦ δʼ ὅς, οὕτως.

ἀναγκάζονται δὴ οἶμαι ἀμύνεσθαι, λέγοντές τε ἐν τῷ δήμῳ καὶ πράττοντες ὅπῃ δύνανται, οὗτοι ὧν ἀφαιροῦνται.

πῶς γὰρ οὔ;

αἰτίαν δὴ ἔσχον ὑπὸ τῶν ἑτέρων, κἂν μὴ ἐπιθυμῶσι νεωτερίζειν, ὡς ἐπιβουλεύουσι τῷ δήμῳ καί εἰσιν ὀλιγαρχικοί.

τί μήν;

“And it always does get a share,” I said, “insofar as its leaders can manage it, when they take property away from those who have it and distribute it to the people, while keeping the most for themselves.” 565b

“Yes,” he said, “that’s how it gets its share.”

“So, I think, the people whose property is being taken are forced to defend themselves, speaking before the people and taking action however they can.”

“Of course.”

“And then the others accuse them, even if they have no desire for revolution, of plotting against the people and of being oligarchs.”

“Of course.”

οὐκοῦν καὶ τελευτῶντες, ἐπειδὰν ὁρῶσι τὸν δῆμον, οὐχ ἑκόντα ἀλλʼ ἀγνοήσαντά τε καὶ ἐξαπατηθέντα ὑπὸ τῶν 565c διαβαλλόντων, ἐπιχειροῦντα σφᾶς ἀδικεῖν, τότʼ ἤδη, εἴτε βούλονται εἴτε μή, ὡς ἀληθῶς ὀλιγαρχικοὶ γίγνονται, οὐχ ἑκόντες, ἀλλὰ καὶ τοῦτο τὸ κακὸν ἐκεῖνος ὁ κηφὴν ἐντίκτει κεντῶν αὐτούς.

κομιδῇ μὲν οὖν.

εἰσαγγελίαι δὴ καὶ κρίσεις καὶ ἀγῶνες περὶ ἀλλήλων γίγνονται.

καὶ μάλα.

οὐκοῦν ἕνα τινὰ ἀεὶ δῆμος εἴωθεν διαφερόντως προΐστασθαι ἑαυτοῦ, καὶ τοῦτον τρέφειν τε καὶ αὔξειν μέγαν;

εἴωθε γάρ. 565d

“And so in the end, when they see the people trying to wrong them—not willingly, but out of ignorance, deceived by the 565c slanderers—then at last, whether they want to or not, they really do become oligarchs. They don’t do it willingly: this evil too is bred in them by that drone, which stings them.”

“Exactly.”

“Then come impeachments, trials and lawsuits, each side against the other.”

“Certainly.”

“And isn’t it the people’s habit always to set up one man in particular as their champion, and to nurture him and make him great?”

“Yes, it is.” 565d

τοῦτο μὲν ἄρα, ἦν δʼ ἐγώ, δῆλον, ὅτι, ὅτανπερ φύηται τύραννος, ἐκ προστατικῆς ῥίζης καὶ οὐκ ἄλλοθεν ἐκβλαστάνει.

καὶ μάλα δῆλον.

τίς ἀρχὴ οὖν μεταβολῆς ἐκ προστάτου ἐπὶ τύραννον; ἢ δῆλον ὅτι ἐπειδὰν ταὐτὸν ἄρξηται δρᾶν ὁ προστάτης τῷ ἐν τῷ μύθῳ ὃς περὶ τὸ ἐν Ἀρκαδίᾳ τὸ τοῦ Διὸς τοῦ Λυκαίου ἱερὸν λέγεται;

τίς; ἔφη.

ὡς ἄρα ὁ γευσάμενος τοῦ ἀνθρωπίνου σπλάγχνου, ἐν ἄλλοις ἄλλων ἱερείων ἑνὸς ἐγκατατετμημένου, ἀνάγκη δὴ 565e τούτῳ λύκῳ γενέσθαι. ἢ οὐκ ἀκήκοας τὸν λόγον;

ἔγωγε.

“So this much is clear,” I said: “whenever a tyrant springs up, he sprouts from this root of championship and from nowhere else.”

“Very clear.”

“Then what is the starting point of the change from champion to tyrant? Isn’t it obviously when the champion begins to do the same thing as the man in the story told about the sanctuary of Lycaean Zeus in Arcadia?”

“What story?” he said.

“That whoever tastes human innards, when a single piece is chopped up in among the innards of the other victims, is bound 565e to become a wolf. Or haven’t you heard the tale?”

“I have.”

Legend held that at the sanctuary of Zeus Lycaeus on Mount Lycaeon, anyone who ate human flesh mixed into the sacrificial meat was turned into a wolf.

ἆρʼ οὖν οὕτω καὶ ὃς ἂν δήμου προεστώς, λαβὼν σφόδρα πειθόμενον ὄχλον, μὴ ἀπόσχηται ἐμφυλίου αἵματος, ἀλλʼ ἀδίκως ἐπαιτιώμενος, οἷα δὴ φιλοῦσιν, εἰς δικαστήρια ἄγων μιαιφονῇ, βίον ἀνδρὸς ἀφανίζων, γλώττῃ τε καὶ στόματι ἀνοσίῳ γευόμενος φόνου συγγενοῦς, καὶ ἀνδρηλατῇ καὶ 566a ἀποκτεινύῃ καὶ ὑποσημαίνῃ χρεῶν τε ἀποκοπὰς καὶ γῆς ἀναδασμόν, ἆρα τῷ τοιούτῳ ἀνάγκη δὴ τὸ μετὰ τοῦτο καὶ εἵμαρται ἢ ἀπολωλέναι ὑπὸ τῶν ἐχθρῶν ἢ τυραννεῖν καὶ λύκῳ ἐξ ἀνθρώπου γενέσθαι;

πολλὴ ἀνάγκη, ἔφη.

οὗτος δή, ἔφην, ὁ στασιάζων γίγνεται πρὸς τοὺς ἔχοντας τὰς οὐσίας.

οὗτος.

“Well, isn’t it the same with a champion of the people? He gets hold of a mob that’s thoroughly obedient to him, and he doesn’t hold back from the blood of his own people. He brings unjust charges, the way these men like to, hauls people into court and stains himself with murder; he wipes out a man’s life, and with unholy tongue and lips he tastes the blood of his kin; he banishes and 566a kills, and hints at the cancellation of debts and the redistribution of land. Isn’t such a man bound after that, isn’t it his fate, either to be destroyed by his enemies or to become a tyrant and turn from a man into a wolf?”

“It’s absolutely inevitable,” he said.

“He’s the one, then,” I said, “who starts the faction against those who own property.”

“He is.”

ἆρʼ οὖν ἐκπεσὼν μὲν καὶ κατελθὼν βίᾳ τῶν ἐχθρῶν τύραννος ἀπειργασμένος κατέρχεται;

δῆλον. 566b

ἐὰν δὲ ἀδύνατοι ἐκβάλλειν αὐτὸν ὦσιν ἢ ἀποκτεῖναι διαβάλλοντες τῇ πόλει, βιαίῳ δὴ θανάτῳ ἐπιβουλεύουσιν ἀποκτεινύναι λάθρᾳ.

φιλεῖ γοῦν, ἦ δʼ ὅς, οὕτω γίγνεσθαι.

τὸ δὴ τυραννικὸν αἴτημα τὸ πολυθρύλητον ἐπὶ τούτῳ πάντες οἱ εἰς τοῦτο προβεβηκότες ἐξευρίσκουσιν, αἰτεῖν τὸν δῆμον φύλακάς τινας τοῦ σώματος, ἵνα σῶς αὐτοῖς ᾖ ὁ τοῦ δήμου βοηθός.

καὶ μάλʼ, ἔφη.

διδόασι δὴ οἶμαι δείσαντες μὲν ὑπὲρ ἐκείνου, θαρρήσαντες δὲ ὑπὲρ ἑαυτῶν. 566c

καὶ μάλα.

“And if he’s driven out and then comes back in spite of his enemies, doesn’t he come back a finished tyrant?”

“Obviously.” 566b

“And if they can’t drive him out, or have him put to death by slandering him to the city, they plot to kill him violently, in secret.”

“That’s certainly how it usually goes,” he said.

“And at this point everyone who has got this far comes up with the famous tyrant’s request: they ask the people for a bodyguard, so that the people’s champion may be kept safe for them.”

“They certainly do,” he said.

“And the people grant it, I suppose, afraid for him and confident for themselves.” 566c

“Certainly.”

οὐκοῦν τοῦτο ὅταν ἴδῃ ἀνὴρ χρήματα ἔχων καὶ μετὰ τῶν χρημάτων αἰτίαν μισόδημος εἶναι, τότε δὴ οὗτος, ὦ ἑταῖρε, κατὰ τὸν Κροίσῳ γενόμενον χρησμὸν— πολυψήφιδα παρʼ Ἕρμον φεύγει, οὐδὲ μένει, οὐδʼ αἰδεῖται κακὸς εἶναι.

οὐ γὰρ ἄν, ἔφη, δεύτερον αὖθις αἰδεσθείη.

ὁ δέ γε οἶμαι, ἦν δʼ ἐγώ, καταληφθεὶς θανάτῳ δίδοται.

ἀνάγκη.

ὁ δὲ δὴ προστάτης ἐκεῖνος αὐτὸς δῆλον δὴ ὅτι μέγας 566d μεγαλωστὶ οὐ κεῖται, ἀλλὰ καταβαλὼν ἄλλους πολλοὺς ἕστηκεν ἐν τῷ δίφρῳ τῆς πόλεως, τύραννος ἀντὶ προστάτου ἀποτετελεσμένος.

τί δʼ οὐ μέλλει; ἔφη.

“And when a man who has money—and, along with his money, the charge of hating the people—sees this, then, my friend, as the oracle given to Croesus says, ‘by pebbly Hermus he flees, nor stays, nor is ashamed to be a coward.’”

“No,” he said, “he wouldn’t get a second chance to be ashamed.”

“And the one who’s caught,” I said, “is handed over to death, I imagine.”

“Inevitably.”

“And as for that champion himself, it’s clear he doesn’t lie there, ‘great 566d in his greatness’; he has thrown down many others and stands in the city’s chariot, transformed from champion into finished tyrant.”

“How could he not?” he said.

Croesus, king of Lydia, was told by the Delphic oracle to flee by the river Hermus when a mule became king of the Medes (Herodotus 1.55). “Great in his greatness” echoes Homer’s description of a fallen warrior.

The tyrant in power

Socrates describes how the tyrant stirs up wars, purges the best citizens and relies on mercenaries.

διέλθωμεν δὴ τὴν εὐδαιμονίαν, ἦν δʼ ἐγώ, τοῦ τε ἀνδρὸς καὶ τῆς πόλεως, ἐν ᾗ ἂν ὁ τοιοῦτος βροτὸς ἐγγένηται;

πάνυ μὲν οὖν, ἔφη, διέλθωμεν.

ἆρʼ οὖν, εἶπον, οὐ ταῖς μὲν πρώταις ἡμέραις τε καὶ χρόνῳ προσγελᾷ τε καὶ ἀσπάζεται πάντας, ᾧ ἂν περιτυγχάνῃ, καὶ 566e οὔτε τύραννός φησιν εἶναι ὑπισχνεῖταί τε πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, χρεῶν τε ἠλευθέρωσε καὶ γῆν διένειμε δήμῳ τε καὶ τοῖς περὶ ἑαυτὸν καὶ πᾶσιν ἵλεώς τε καὶ πρᾷος εἶναι προσποιεῖται;

ἀνάγκη, ἔφη.

“Shall we go through the happiness of the man,” I said, “and of the city in which such a mortal arises?”

“Yes, by all means,” he said, “let’s go through it.”

“Well,” I said, “in the early days, for the first while, doesn’t he smile and greet everyone he meets, and 566e deny that he’s a tyrant, and make lots of promises in private and in public? Doesn’t he free people from debts, distribute land to the people and to those around him, and put on a show of being gracious and gentle to everyone?”

“He has to,” he said.

ὅταν δέ γε οἶμαι πρὸς τοὺς ἔξω ἐχθροὺς τοῖς μὲν καταλλαγῇ, τοὺς δὲ καὶ διαφθείρῃ, καὶ ἡσυχία ἐκείνων γένηται, πρῶτον μὲν πολέμους τινὰς ἀεὶ κινεῖ, ἵνʼ ἐν χρείᾳ ἡγεμόνος ὁ δῆμος ᾖ.

εἰκός γε.

οὐκοῦν καὶ ἵνα χρήματα εἰσφέροντες πένητες γιγνόμενοι πρὸς τῷ καθʼ ἡμέραν ἀναγκάζωνται εἶναι καὶ ἧττον αὐτῷ ἐπιβουλεύωσι;

δῆλον.

καὶ ἄν γέ τινας οἶμαι ὑποπτεύῃ ἐλεύθερα φρονήματα ἔχοντας μὴ ἐπιτρέψειν αὐτῷ ἄρχειν, ὅπως ἂν τούτους μετὰ προφάσεως ἀπολλύῃ ἐνδοὺς τοῖς πολεμίοις; τούτων πάντων ἕνεκα τυράννῳ ἀεὶ ἀνάγκη πόλεμον ταράττειν;

ἀνάγκη.

“But once he has settled matters with his enemies abroad, coming to terms with some and destroying others, and things are quiet on that front, I imagine the first thing he does is keep stirring up wars, so that the people will need a leader.”

“That’s likely.”

“And also so that, made poor by paying war taxes, they’ll be forced to concentrate on their daily needs and be less likely to plot against him?”

“Clearly.”

“And if he suspects that some have free spirits and won’t let him rule, so that he can have a pretext for destroying them by handing them over to the enemy? For all these reasons, isn’t a tyrant always bound to stir up war?”

“He has to.”

ταῦτα δὴ ποιοῦντα ἕτοιμον μᾶλλον ἀπεχθάνεσθαι τοῖς 567b πολίταις;

πῶς γὰρ οὔ;

οὐκοῦν καί τινας τῶν συγκαταστησάντων καὶ ἐν δυνάμει ὄντων παρρησιάζεσθαι καὶ πρὸς αὐτὸν καὶ πρὸς ἀλλήλους, ἐπιπλήττοντας τοῖς γιγνομένοις, οἳ ἂν τυγχάνωσιν ἀνδρικώτατοι ὄντες;

εἰκός γε.

ὑπεξαιρεῖν δὴ τούτους πάντας δεῖ τὸν τύραννον, εἰ μέλλει ἄρξειν, ἕως ἂν μήτε φίλων μήτʼ ἐχθρῶν λίπῃ μηδένα ὅτου τι ὄφελος.

δῆλον.

“And by doing this he becomes all the more readily hated by the 567b citizens?”

“Of course.”

“And some of those who helped set him up and are in positions of power will speak their minds freely, both to him and to one another, criticizing what’s going on—the ones who happen to be the bravest?”

“That’s likely.”

“Then the tyrant has to get rid of all of them if he’s going to keep ruling, until he has left no one of any worth, friend or enemy.”

“Clearly.”

ὀξέως ἄρα δεῖ ὁρᾶν αὐτὸν τίς ἀνδρεῖος, τίς μεγαλόφρων, 567c τίς φρόνιμος, τίς πλούσιος· καὶ οὕτως εὐδαίμων ἐστίν, ὥστε τούτοις ἅπασιν ἀνάγκη αὐτῷ, εἴτε βούλεται εἴτε μή, πολεμίῳ εἶναι καὶ ἐπιβουλεύειν, ἕως ἂν καθήρῃ τὴν πόλιν.

καλόν γε, ἔφη, καθαρμόν.

ναί, ἦν δʼ ἐγώ, τὸν ἐναντίον ἢ οἱ ἰατροὶ τὰ σώματα· οἱ μὲν γὰρ τὸ χείριστον ἀφαιροῦντες λείπουσι τὸ βέλτιστον, ὁ δὲ τοὐναντίον.

ὡς ἔοικε γάρ, αὐτῷ, ἔφη, ἀνάγκη, εἴπερ ἄρξει. 567d

“So he has to keep a sharp eye out for who is courageous, who is high-minded, 567c who has understanding, who is rich. And so happy is he that he is compelled, whether he likes it or not, to be the enemy of all of these and to plot against them until he has purged the city of them.”

“A fine purge,” he said.

“Yes,” I said, “the opposite of the one doctors give bodies. They remove the worst and leave the best; he does the reverse.”

“It seems he has to,” he said, “if he’s going to rule.” 567d

ἐν μακαρίᾳ ἄρα, εἶπον ἐγώ, ἀνάγκῃ δέδεται, ἣ προστάττει αὐτῷ ἢ μετὰ φαύλων τῶν πολλῶν οἰκεῖν, καὶ ὑπὸ τούτων μισούμενον, ἢ μὴ ζῆν.

ἐν τοιαύτῃ, ἦ δʼ ὅς.

ἆρʼ οὖν οὐχὶ ὅσῳ ἂν μᾶλλον τοῖς πολίταις ἀπεχθάνηται ταῦτα δρῶν, τοσούτῳ πλειόνων καὶ πιστοτέρων δορυφόρων δεήσεται;

πῶς γὰρ οὔ;

τίνες οὖν οἱ πιστοί; καὶ πόθεν αὐτοὺς μεταπέμψεται;

αὐτόματοι, ἔφη, πολλοὶ ἥξουσι πετόμενοι, ἐὰν τὸν μισθὸν διδῷ.

κηφῆνας, ἦν δʼ ἐγώ, νὴ τὸν κύνα, δοκεῖς αὖ τινάς μοι 567e λέγειν ξενικούς τε καὶ παντοδαπούς.

“Then he’s bound by a blessed necessity,” I said, “which orders him either to live with a crowd of worthless people, and be hated by them too, or not to live at all.”

“That’s the kind of necessity it is,” he said.

“And the more he makes himself hated by the citizens by doing these things, won’t he need more bodyguards, and more loyal ones?”

“Of course.”

“Who are these loyal ones, then? And where will he send for them?”

“Plenty will come flying of their own accord,” he said, “if he gives them their pay.”

“Drones, by the dog!” I said. “You seem to me to be talking 567e about drones again, foreign ones of every sort.”

ἀληθῆ γάρ, ἔφη, δοκῶ σοι.

τίς δὲ αὐτόθεν; ἆρʼ οὐκ ἂν ἐθελήσειεν—

πῶς;

τοὺς δούλους ἀφελόμενος τοὺς πολίτας, ἐλευθερώσας, τῶν περὶ ἑαυτὸν δορυφόρων ποιήσασθαι.

σφόδρα γʼ, ἔφη· ἐπεί τοι καὶ πιστότατοι αὐτῷ οὗτοί εἰσιν.

ἦ μακάριον, ἦν δʼ ἐγώ, λέγεις τυράννου χρῆμα, εἰ τοιούτοις 568a φίλοις τε καὶ πιστοῖς ἀνδράσι χρῆται, τοὺς προτέρους ἐκείνους ἀπολέσας.

ἀλλὰ μήν, ἔφη, τοιούτοις γε χρῆται.

καὶ θαυμάζουσι δή, εἶπον, οὗτοι οἱ ἑταῖροι αὐτὸν καὶ σύνεισιν οἱ νέοι πολῖται, οἱ δʼ ἐπιεικεῖς μισοῦσί τε καὶ φεύγουσι;

“You’re right,” he said, “that’s what I mean.”

“But what about from right there at home? Wouldn’t he be willing—”

“To do what?”

“—to take the citizens’ slaves away from them, free them, and make them part of his bodyguard?”

“Very much so,” he said, “since these are in fact the most loyal to him.”

“What a blessed thing a tyrant is, on your account,” I said, “if these are the 568a friends and loyal men he makes use of, after destroying those earlier ones.”

“Well, these are the ones he does make use of,” he said.

“And these companions admire him,” I said, “and the new citizens keep him company, while decent people hate and avoid him?”

τί δʼ οὐ μέλλουσιν;

οὐκ ἐτός, ἦν δʼ ἐγώ, ἥ τε τραγῳδία ὅλως σοφὸν δοκεῖ εἶναι καὶ ὁ Εὐριπίδης διαφέρων ἐν αὐτῇ.

τί δή;

ὅτι καὶ τοῦτο πυκνῆς διανοίας ἐχόμενον ἐφθέγξατο, ὡς 568b ἄρα “σοφοὶ τύραννοί” εἰσι “τῶν σοφῶν συνουσίᾳ.” καὶ ἔλεγε δῆλον ὅτι τούτους εἶναι τοὺς σοφοὺς οἷς σύνεστιν.

καὶ ὡς ἰσόθεόν γʼ, ἔφη, τὴν τυραννίδα ἐγκωμιάζει, καὶ ἕτερα πολλά, καὶ οὗτος καὶ οἱ ἄλλοι ποιηταί.

“How could they not?”

“It’s not for nothing,” I said, “that tragedy in general is thought to be wise, and Euripides outstanding at it.”

“Why’s that?”

“Because among other things he uttered this saying, the product of shrewd thought: that 568b ‘tyrants are wise through the company of the wise.’ And he clearly meant that the wise are the people the tyrant keeps company with.”

“Yes,” he said, “and he praises tyranny as godlike, and much else besides—he and the other poets too.”

The line is elsewhere attributed to Sophocles.

τοιγάρτοι, ἔφην, ἅτε σοφοὶ ὄντες οἱ τῆς τραγῳδίας ποιηταὶ συγγιγνώσκουσιν ἡμῖν τε καὶ ἐκείνοις ὅσοι ἡμῶν ἐγγὺς πολιτεύονται, ὅτι αὐτοὺς εἰς τὴν πολιτείαν οὐ παραδεξόμεθα ἅτε τυραννίδος ὑμνητάς.

οἶμαι ἔγωγʼ, ἔφη, συγγιγνώσκουσιν ὅσοιπέρ γε αὐτῶν 568c κομψοί.

εἰς δέ γε οἶμαι τὰς ἄλλας περιιόντες πόλεις, συλλέγοντες τοὺς ὄχλους, καλὰς φωνὰς καὶ μεγάλας καὶ πιθανὰς μισθωσάμενοι, εἰς τυραννίδας τε καὶ δημοκρατίας ἕλκουσι τὰς πολιτείας.

μάλα γε.

“Well then,” I said, “being wise, the tragic poets will forgive us, and all those whose constitutions are close to ours, for not admitting them into our constitution, seeing that they sing the praises of tyranny.”

“I think they’ll forgive us,” he said, “at least those of them who are 568c sophisticated.”

“But they go around to the other cities, I imagine, gathering crowds and hiring fine, loud, persuasive voices, and draw the constitutions toward tyrannies and democracies.”

“They certainly do.”

οὐκοῦν καὶ προσέτι τούτων μισθοὺς λαμβάνουσι καὶ τιμῶνται, μάλιστα μέν, ὥσπερ τὸ εἰκός, ὑπὸ τυράννων, δεύτερον δὲ ὑπὸ δημοκρατίας· ὅσῳ δʼ ἂν ἀνωτέρω ἴωσιν πρὸς 568d τὸ ἄναντες τῶν πολιτειῶν, μᾶλλον ἀπαγορεύει αὐτῶν ἡ τιμή, ὥσπερ ὑπὸ ἄσθματος ἀδυνατοῦσα πορεύεσθαι.

πάνυ μὲν οὖν.

ἀλλὰ δή, εἶπον, ἐνταῦθα μὲν ἐξέβημεν· λέγωμεν δὲ πάλιν ἐκεῖνο τὸ τοῦ τυράννου στρατόπεδον, τὸ καλόν τε καὶ πολὺ καὶ ποικίλον καὶ οὐδέποτε ταὐτόν, πόθεν θρέψεται.

“And on top of this they get paid and honored for it—most of all, as you’d expect, by tyrants, and second by democracy. But the higher they climb up 568d the slope of constitutions, the more their honor gives out, as if it were too short of breath to go on.”

“Certainly.”

“But we’ve digressed here,” I said. “Let’s go back and talk about the tyrant’s army—that fine, large, many-colored army that’s never the same—and how it will be fed.”

δῆλον, ἔφη, ὅτι, ἐάν τε ἱερὰ χρήματα ᾖ ἐν τῇ πόλει, ταῦτα ἀναλώσει, ὅποι ποτὲ ἂν ἀεὶ ἐξαρκῇ τὰ τῶν ἀποδομένων, ἐλάττους εἰσφορὰς ἀναγκάζων τὸν δῆμον εἰσφέρειν. 568e

τί δʼ ὅταν δὴ ταῦτα ἐπιλίπῃ;

δῆλον, ἔφη, ὅτι ἐκ τῶν πατρῴων θρέψεται αὐτός τε καὶ οἱ συμπόται τε καὶ ἑταῖροι καὶ ἑταῖραι.

μανθάνω, ἦν δʼ ἐγώ· ὅτι ὁ δῆμος ὁ γεννήσας τὸν τύραννον θρέψει αὐτόν τε καὶ ἑταίρους.

πολλὴ αὐτῷ, ἔφη, ἀνάγκη.

“Clearly,” he said, “if there are sacred treasures in the city, he’ll spend them, for as long as the proceeds of their sale hold out, and so require smaller war taxes from the people.” 568e

“And what happens when these run out?”

“Clearly,” he said, “he’ll be fed from his father’s estate, he and his drinking companions and his comrades and his mistresses.”

“I see,” I said. “You mean that the people who fathered the tyrant will feed him and his comrades.”

“They’ll have no choice,” he said.

πῶς δὲ λέγεις; εἶπον· ἐὰν δὲ ἀγανακτῇ τε καὶ λέγῃ ὁ δῆμος ὅτι οὔτε δίκαιον τρέφεσθαι ὑπὸ πατρὸς ὑὸν ἡβῶντα, ἀλλὰ τοὐναντίον ὑπὸ ὑέος πατέρα, οὔτε τούτου αὐτὸν ἕνεκα 569a ἐγέννησέν τε καὶ κατέστησεν, ἵνα, ἐπειδὴ μέγας γένοιτο, τότε αὐτὸς δουλεύων τοῖς αὑτοῦ δούλοις τρέφοι ἐκεῖνόν τε καὶ τοὺς δούλους μετὰ συγκλύδων ἄλλων, ἀλλʼ ἵνα ἀπὸ τῶν πλουσίων τε καὶ καλῶν κἀγαθῶν λεγομένων ἐν τῇ πόλει ἐλευθερωθείη ἐκείνου προστάντος, καὶ νῦν κελεύει ἀπιέναι ἐκ τῆς πόλεως αὐτόν τε καὶ τοὺς ἑταίρους, ὥσπερ πατὴρ ὑὸν ἐξ οἰκίας μετὰ ὀχληρῶν συμποτῶν ἐξελαύνων;

“What do you mean?” I said. “What if the people get angry and say that it isn’t just for a grown-up son to be fed by his father—on the contrary, the father should be fed by the son—and that they didn’t father 569a and establish him so that, when he grew great, they themselves would be slaves to their own slaves and feed him and those slaves along with a rabble of others, but so that, with him as their champion, they would be freed from the rich and the so-called gentlemen in the city? And what if they now order him and his comrades to leave the city, like a father driving his son out of the house along with his rowdy drinking companions?”

γνώσεταί γε, νὴ Δία, ἦ δʼ ὅς, τότʼ ἤδη ὁ δῆμος οἷος οἷον 569b θρέμμα γεννῶν ἠσπάζετό τε καὶ ηὖξεν, καὶ ὅτι ἀσθενέστερος ὢν ἰσχυροτέρους ἐξελαύνει.

πῶς, ἦν δʼ ἐγώ, λέγεις; τολμήσει τὸν πατέρα βιάζεσθαι, κἂν μὴ πείθηται, τύπτειν ὁ τύραννος;

ναί, ἔφη, ἀφελόμενός γε τὰ ὅπλα.

“Then, by Zeus,” he said, “the people will learn what kind of 569b creature they fathered, welcomed and raised, and that they’re the weaker ones trying to drive out the stronger.”

“What are you saying?” I said. “The tyrant will dare to use force on his father, and beat him if he doesn’t obey?”

“Yes,” he said, “once he’s taken away his weapons.”

πατραλοίαν, ἦν δʼ ἐγώ, λέγεις τύραννον καὶ χαλεπὸν γηροτρόφον, καὶ ὡς ἔοικε τοῦτο δὴ ὁμολογουμένη ἂν ἤδη τυραννὶς εἴη, καί, τὸ λεγόμενον, ὁ δῆμος φεύγων ἂν καπνὸν 569c δουλείας ἐλευθέρων εἰς πῦρ δούλων δεσποτείας ἂν ἐμπεπτωκὼς εἴη, ἀντὶ τῆς πολλῆς ἐκείνης καὶ ἀκαίρου ἐλευθερίας τὴν χαλεπωτάτην τε καὶ πικροτάτην δούλων δουλείαν μεταμπισχόμενος.

καὶ μάλα, ἔφη, ταῦτα οὕτω γίγνεται.

τί οὖν; εἶπον· οὐκ ἐμμελῶς ἡμῖν εἰρήσεται, ἐὰν φῶμεν ἱκανῶς διεληλυθέναι ὡς μεταβαίνει τυραννὶς ἐκ δημοκρατίας, γενομένη τε οἵα ἐστίν;

πάνυ μὲν οὖν ἱκανῶς, ἔφη.

“You’re calling the tyrant a father-beater,” I said, “and a harsh nurse of old age. And this, it seems, would at last be tyranny openly acknowledged. As the saying goes, the people, trying to escape the smoke of 569c slavery to free men, would have fallen into the fire of being ruled by slaves; in exchange for that excessive and untimely freedom, they would have put on the harshest and bitterest slavery, slavery to slaves.”

“That is exactly what happens,” he said.

“Well then,” I said, “wouldn’t we be right to say that we’ve given an adequate account of how tyranny develops out of democracy, and of what it’s like once it has come about?”

“Quite adequate,” he said.