Socratesαὐτὸς δὴ λοιπός, ἦν δʼ ἐγώ, ὁ τυραννικὸς ἀνὴρ σκέψασθαι, πῶς τε μεθίσταται ἐκ δημοκρατικοῦ, γενόμενός τε ποῖός τίς ἐστιν καὶ τίνα τρόπον ζῇ, ἄθλιον ἢ μακάριον.
λοιπὸς γὰρ οὖν ἔτι οὗτος, ἔφη.
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὃ ποθῶ ἔτι;
τὸ ποῖον;
τὸ τῶν ἐπιθυμιῶν, οἷαί τε καὶ ὅσαι εἰσίν, οὔ μοι δοκοῦμεν ἱκανῶς διῃρῆσθαι. τούτου δὴ ἐνδεῶς ἔχοντος, ἀσαφεστέρα 571b ἔσται ἡ ζήτησις οὗ ζητοῦμεν.
οὐκοῦν, ἦ δʼ ὅς, ἔτʼ ἐν καλῷ;
Socrates“What remains,” I said, “is to examine the tyrannical man himself: how he develops out of the democratic man, what he’s like once he’s come about, and how he lives—wretchedly or blessedly.”
“Yes, he’s the one who’s still left,” he said.
“Do you know,” I said, “what I still feel is missing?”
“What?”
“I don’t think we’ve adequately distinguished the desires—what kinds there are and how many. And as long as that’s lacking, the inquiry 571b we’re pursuing will be less clear.”
“Well, isn’t there still time to do it?” he said.
πάνυ μὲν οὖν· καὶ σκόπει γε ὃ ἐν αὐταῖς βούλομαι ἰδεῖν. ἔστιν δὲ τόδε. τῶν μὴ ἀναγκαίων ἡδονῶν τε καὶ ἐπιθυμιῶν δοκοῦσί τινές μοι εἶναι παράνομοι, αἳ κινδυνεύουσι μὲν ἐγγίγνεσθαι παντί, κολαζόμεναι δὲ ὑπό τε τῶν νόμων καὶ τῶν βελτιόνων ἐπιθυμιῶν μετὰ λόγου ἐνίων μὲν ἀνθρώπων ἢ παντάπασιν ἀπαλλάττεσθαι ἢ ὀλίγαι λείπεσθαι καὶ ἀσθενεῖς, 571c τῶν δὲ ἰσχυρότεραι καὶ πλείους.
λέγεις δὲ καὶ τίνας, ἔφη, ταύτας;
“Certainly. And look at what I want to see in them. It’s this. Among the unnecessary pleasures and desires, some seem to me to be lawless. They are probably born in everyone, but when they are held in check by the laws and by the better desires, with the help of reason, in some people they are got rid of entirely or only a few weak ones are left, 571c while in others they remain stronger and more numerous.”
“Which ones do you mean?” he said.
τὰς περὶ τὸν ὕπνον, ἦν δʼ ἐγώ, ἐγειρομένας, ὅταν τὸ μὲν ἄλλο τῆς ψυχῆς εὕδῃ, ὅσον λογιστικὸν καὶ ἥμερον καὶ ἄρχον ἐκείνου, τὸ δὲ θηριῶδές τε καὶ ἄγριον, ἢ σίτων ἢ μέθης πλησθέν, σκιρτᾷ τε καὶ ἀπωσάμενον τὸν ὕπνον ζητῇ ἰέναι καὶ ἀποπιμπλάναι τὰ αὑτοῦ ἤθη· οἶσθʼ ὅτι πάντα ἐν τῷ τοιούτῳ τολμᾷ ποιεῖν, ὡς ἀπὸ πάσης λελυμένον τε καὶ ἀπηλλαγμένον αἰσχύνης καὶ φρονήσεως. μητρί τε γὰρ ἐπιχειρεῖν 571d μείγνυσθαι, ὡς οἴεται, οὐδὲν ὀκνεῖ, ἄλλῳ τε ὁτῳοῦν ἀνθρώπων καὶ θεῶν καὶ θηρίων, μιαιφονεῖν τε ὁτιοῦν, βρώματός τε ἀπέχεσθαι μηδενός· καὶ ἑνὶ λόγῳ οὔτε ἀνοίας οὐδὲν ἐλλείπει οὔτʼ ἀναισχυντίας.
“The ones that wake up in sleep,” I said, “when the rest of the soul—the reasoning, gentle part that rules over it—is asleep, and the bestial and savage part, stuffed with food or drink, leaps up, pushes sleep away and tries to go and satisfy its own instincts. You know that in such a state it dares to do anything, as though released and freed from all shame and understanding. It doesn’t shrink from trying to have sex 571d with its mother, as it imagines, or with anyone else at all, human, god or beast; it will commit any murder and abstain from no food. In a word, it falls short of no folly or shamelessness.”
ἀληθέστατα, ἔφη, λέγεις.
ὅταν δέ γε οἶμαι ὑγιεινῶς τις ἔχῃ αὐτὸς αὑτοῦ καὶ σωφρόνως, καὶ εἰς τὸν ὕπνον ἴῃ τὸ λογιστικὸν μὲν ἐγείρας ἑαυτοῦ καὶ ἑστιάσας λόγων καλῶν καὶ σκέψεων, εἰς σύννοιαν 571e αὐτὸς αὑτῷ ἀφικόμενος, τὸ ἐπιθυμητικὸν δὲ μήτε ἐνδείᾳ δοὺς μήτε πλησμονῇ, ὅπως ἂν κοιμηθῇ καὶ μὴ παρέχῃ θόρυβον 572a τῷ βελτίστῳ χαῖρον ἢ λυπούμενον, ἀλλʼ ἐᾷ αὐτὸ καθʼ αὑτὸ μόνον καθαρὸν σκοπεῖν καὶ ὀρέγεσθαί του αἰσθάνεσθαι ὃ μὴ οἶδεν, ἤ τι τῶν γεγονότων ἢ ὄντων ἢ καὶ μελλόντων,
“What you say is very true,” he said.
“But when someone is in a healthy and moderate condition, I think, and goes to sleep after he has roused his reasoning part and feasted it on fine arguments and inquiries, having come to reflect 571e within himself; and when he has given his appetitive part neither too little nor too much, so that it will go to sleep and not disturb 572a the best part with its pleasure or pain, but will leave it alone, itself by itself and pure, to investigate and reach out to perceive something it doesn’t know—something past, present or future;
ὡσαύτως δὲ καὶ τὸ θυμοειδὲς πραΰνας καὶ μή τισιν εἰς ὀργὰς ἐλθὼν κεκινημένῳ τῷ θυμῷ καθεύδῃ, ἀλλʼ ἡσυχάσας μὲν τὼ δύο εἴδη, τὸ τρίτον δὲ κινήσας ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται, οὕτως ἀναπαύηται, οἶσθʼ ὅτι τῆς τʼ ἀληθείας ἐν τῷ τοιούτῳ μάλιστα ἅπτεται καὶ ἥκιστα παράνομοι τότε αἱ ὄψεις 572b φαντάζονται τῶν ἐνυπνίων.
παντελῶς μὲν οὖν, ἔφη, οἶμαι οὕτως.
and when in the same way he has calmed his spirited part and doesn’t fall asleep with his spirit stirred up by anger at anyone; when he has quieted these two kinds and stirred up the third, the one in which understanding arises, and so takes his rest—you know that in such a state he grasps the truth best, and the visions that 572b appear in his dreams are least lawless.”
“I think that’s entirely right,” he said.
How the tyrannical man comes to be
Socrates explains how lawless desires, seen in dreams, take over a young man and make him tyrannical.
ταῦτα μὲν τοίνυν ἐπὶ πλέον ἐξήχθημεν εἰπεῖν· ὃ δὲ βουλόμεθα γνῶναι τόδʼ ἐστίν, ὡς ἄρα δεινόν τι καὶ ἄγριον καὶ ἄνομον ἐπιθυμιῶν εἶδος ἑκάστῳ ἔνεστι, καὶ πάνυ δοκοῦσιν ἡμῶν ἐνίοις μετρίοις εἶναι· τοῦτο δὲ ἄρα ἐν τοῖς ὕπνοις γίγνεται ἔνδηλον. εἰ οὖν τι δοκῶ λέγειν καὶ συγχωρεῖς, ἄθρει.
ἀλλὰ συγχωρῶ.
τὸν τοίνυν δημοτικὸν ἀναμνήσθητι οἷον ἔφαμεν εἶναι. 572c ἦν δέ που γεγονὼς ἐκ νέου ὑπὸ φειδωλῷ πατρὶ τεθραμμένος, τὰς χρηματιστικὰς ἐπιθυμίας τιμῶντι μόνας, τὰς δὲ μὴ ἀναγκαίους ἀλλὰ παιδιᾶς τε καὶ καλλωπισμοῦ ἕνεκα γιγνομένας ἀτιμάζοντι. ἦ γάρ;
ναί.
“Well, we’ve been carried away into saying more about this than we needed to. What we want to recognize is this: that there’s a terrible, savage and lawless kind of desire in every one of us, even in some of us who seem entirely measured. And this becomes plain in our sleep. So see whether you think I’m saying something and whether you agree.”
“I do agree.”
“Then recall what we said the democratic man was like. 572c He had been brought up from youth, I think, by a thrifty father who valued only the money-making desires and despised the unnecessary ones that exist for the sake of amusement and show. Isn’t that right?”
“Yes.”
συγγενόμενος δὲ κομψοτέροις ἀνδράσι καὶ μεστοῖς ὧν ἄρτι διήλθομεν ἐπιθυμιῶν, ὁρμήσας εἰς ὕβριν τε πᾶσαν καὶ τὸ ἐκείνων εἶδος μίσει τῆς τοῦ πατρὸς φειδωλίας, φύσιν δὲ τῶν διαφθειρόντων βελτίω ἔχων, ἀγόμενος ἀμφοτέρωσε 572d κατέστη εἰς μέσον ἀμφοῖν τοῖν τρόποιν, καὶ μετρίως δή, ὡς ᾤετο, ἑκάστων ἀπολαύων οὔτε ἀνελεύθερον οὔτε παράνομον βίον ζῇ, δημοτικὸς ἐξ ὀλιγαρχικοῦ γεγονώς.
ἦν γάρ, ἔφη, καὶ ἔστιν αὕτη ἡ δόξα περὶ τὸν τοιοῦτον.
θὲς τοίνυν, ἦν δʼ ἐγώ, πάλιν τοῦ τοιούτου ἤδη πρεσβυτέρου γεγονότος νέον ὑὸν ἐν τοῖς τούτου αὖ ἤθεσιν τεθραμμένον.
τίθημι.
“And after he fell in with more sophisticated men, full of the desires we’ve just described, he rushed into every kind of excess and into their way of life, out of hatred for his father’s thrift. But since he had a better nature than those who were corrupting him, he was pulled in both directions 572d and settled in the middle between the two ways of life. Enjoying each in due measure, as he thought, he lives a life that is neither slavish nor lawless, having become a democratic man instead of an oligarchic one.”
“Yes,” he said, “that was and still is the opinion about such a man.”
“Now suppose again,” I said, “that such a man, now grown older, has a young son brought up in his turn in his father’s ways.”
“All right.”
τίθει τοίνυν καὶ τὰ αὐτὰ ἐκεῖνα περὶ αὐτὸν γιγνόμενα ἅπερ καὶ περὶ τὸν πατέρα αὐτοῦ, ἀγόμενόν τε εἰς πᾶσαν 572e παρανομίαν, ὀνομαζομένην δʼ ὑπὸ τῶν ἀγόντων ἐλευθερίαν ἅπασαν, βοηθοῦντά τε ταῖς ἐν μέσῳ ταύταις ἐπιθυμίαις πατέρα τε καὶ τοὺς ἄλλους οἰκείους, τοὺς δʼ αὖ παραβοηθοῦντας·
ὅταν δʼ ἐλπίσωσιν οἱ δεινοὶ μάγοι τε καὶ τυραννοποιοὶ οὗτοι μὴ ἄλλως τὸν νέον καθέξειν, ἔρωτά τινα αὐτῷ μηχανωμένους ἐμποιῆσαι προστάτην τῶν ἀργῶν καὶ τὰ 573a ἕτοιμα διανεμομένων ἐπιθυμιῶν, ὑπόπτερον καὶ μέγαν κηφῆνά τινα—ἢ τί ἄλλο οἴει εἶναι τὸν τῶν τοιούτων ἔρωτα; —
“Suppose too that the same things happen to him as happened to his father: that he is led into total 572e lawlessness, which those leading him call total freedom; that his father and the rest of his family come to the aid of these middle desires, while the others come to the aid of the opposite side.
“And when these terrible magicians and tyrant-makers despair of holding on to the young man any other way, they contrive to plant in him some passionate love, as champion of the idle desires that divide up whatever’s 573a at hand—a great winged drone. Or do you think the love of such people is anything else?”
οὐδὲν ἔγωγε, ἦ δʼ ὅς, ἄλλʼ ἢ τοῦτο.
οὐκοῦν ὅταν δὴ περὶ αὐτὸν βομβοῦσαι αἱ ἄλλαι ἐπιθυμίαι, θυμιαμάτων τε γέμουσαι καὶ μύρων καὶ στεφάνων καὶ οἴνων καὶ τῶν ἐν ταῖς τοιαύταις συνουσίαις ἡδονῶν ἀνειμένων, ἐπὶ τὸ ἔσχατον αὔξουσαί τε καὶ τρέφουσαι πόθου κέντρον ἐμποιήσωσι τῷ κηφῆνι, τότε δὴ δορυφορεῖταί τε ὑπὸ μανίας καὶ 573b οἰστρᾷ οὗτος ὁ προστάτης τῆς ψυχῆς, καὶ ἐάν τινας ἐν αὐτῷ δόξας ἢ ἐπιθυμίας λάβῃ ποιουμένας χρηστὰς καὶ ἔτι ἐπαισχυνομένας, ἀποκτείνει τε καὶ ἔξω ὠθεῖ παρʼ αὑτοῦ, ἕως ἂν καθήρῃ σωφροσύνης, μανίας δὲ πληρώσῃ ἐπακτοῦ.
“I think it’s nothing but that,” he said.
“And when the other desires buzz around it, loaded with incense and perfumes, garlands and wine and all the pleasures let loose in such gatherings, and they make it grow as large as it can and nourish it and implant in the drone the sting of longing, then this champion of the soul takes madness as its bodyguard and 573b goes into a frenzy. If it finds any opinions or desires in him that are considered good and that still feel shame, it kills them and pushes them out of him, until it has purged him of moderation and filled him with madness brought in from outside.”
παντελῶς, ἔφη, τυραννικοῦ ἀνδρὸς λέγεις γένεσιν.
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τὸ πάλαι διὰ τὸ τοιοῦτον τύραννος ὁ Ἔρως λέγεται;
κινδυνεύει, ἔφη.
οὐκοῦν, ὦ φίλε, εἶπον, καὶ μεθυσθεὶς ἀνὴρ τυραννικόν τι 573c φρόνημα ἴσχει;
ἴσχει γάρ.
καὶ μὴν ὅ γε μαινόμενος καὶ ὑποκεκινηκὼς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἐπιχειρεῖ τε καὶ ἐλπίζει δυνατὸς εἶναι ἄρχειν.
καὶ μάλʼ, ἔφη.
τυραννικὸς δέ, ἦν δʼ ἐγώ, ὦ δαιμόνιε, ἀνὴρ ἀκριβῶς γίγνεται, ὅταν ἢ φύσει ἢ ἐπιτηδεύμασιν ἢ ἀμφοτέροις μεθυστικός τε καὶ ἐρωτικὸς καὶ μελαγχολικὸς γένηται.
“You’re describing the birth of a tyrannical man perfectly,” he said.
“And isn’t this why,” I said, “Love has long been called a tyrant?”
“It may well be,” he said.
“And my friend,” I said, “doesn’t a drunken man also have a sort of tyrannical 573c spirit?”
“He does.”
“And a man who’s mad and deranged tries to rule not only human beings but gods as well, and expects to be able to.”
“Very much so,” he said.
“Then, my remarkable friend,” I said, “a man becomes tyrannical in the strict sense when, by nature or by his habits or both, he has become drunken, lustful and crazed with black bile.”
παντελῶς μὲν οὖν.
γίγνεται μέν, ὡς ἔοικεν, οὕτω καὶ τοιοῦτος ἁνήρ· ζῇ δὲ δὴ πῶς; 573d
τὸ τῶν παιζόντων, ἔφη, τοῦτο σὺ καὶ ἐμοὶ ἐρεῖς.
λέγω δή, ἔφην. οἶμαι γὰρ τὸ μετὰ τοῦτο ἑορταὶ γίγνονται παρʼ αὐτοῖς καὶ κῶμοι καὶ θάλειαι καὶ ἑταῖραι καὶ τὰ τοιαῦτα πάντα, ὧν ἂν Ἔρως τύραννος ἔνδον οἰκῶν διακυβερνᾷ τὰ τῆς ψυχῆς ἅπαντα.
ἀνάγκη, ἔφη.
ἆρʼ οὖν οὐ πολλαὶ καὶ δειναὶ παραβλαστάνουσιν ἐπιθυμίαι ἡμέρας τε καὶ νυκτὸς ἑκάστης, πολλῶν δεόμεναι;
πολλαὶ μέντοι.
ταχὺ ἄρα ἀναλίσκονται ἐάν τινες ὦσι πρόσοδοι.
“Absolutely.”
“That, it seems, is how such a man comes about. But how does he live?” 573d
“As they say in the game,” he said, “you’ll tell me that too.”
“I’ll tell you,” I said. “Next, I think, there are festivals among them, and revels and feasts and mistresses and everything of that sort, for people in whom Love lives as a tyrant and steers everything in the soul.”
“Inevitably,” he said.
“And don’t many terrible desires sprout up alongside, day and night, needing a great deal?”
“Yes, many.”
“So whatever income there is gets spent quickly.”
πῶς δʼ οὔ; 573e
καὶ μετὰ τοῦτο δὴ δανεισμοὶ καὶ τῆς οὐσίας παραιρέσεις.
τί μήν;
ὅταν δὲ δὴ πάντʼ ἐπιλείπῃ, ἆρα οὐκ ἀνάγκη μὲν τὰς ἐπιθυμίας βοᾶν πυκνάς τε καὶ σφοδρὰς ἐννενεοττευμένας, τοὺς δʼ ὥσπερ ὑπὸ κέντρων ἐλαυνομένους τῶν τε ἄλλων ἐπιθυμιῶν καὶ διαφερόντως ὑπʼ αὐτοῦ τοῦ Ἔρωτος, πάσαις ταῖς ἄλλαις ὥσπερ δορυφόροις ἡγουμένου, οἰστρᾶν καὶ σκοπεῖν τίς τι ἔχει, ὃν δυνατὸν ἀφελέσθαι ἀπατήσαντα ἢ 574a βιασάμενον;
σφόδρα γʼ, ἔφη.
ἀναγκαῖον δὴ πανταχόθεν φέρειν, ἢ μεγάλαις ὠδῖσί τε καὶ ὀδύναις συνέχεσθαι.
ἀναγκαῖον.
“Of course.” 573e
“And after that come borrowing and cutting into the estate.”
“Naturally.”
“And when everything runs out, won’t the desires that have nested in him, thick and fierce, inevitably clamor? And won’t he, driven as if by goads by the other desires and above all by Love himself, who leads all the rest as if they were his bodyguard, go into a frenzy and look for anyone who has anything he can take away by deceit or 574a force?”
“Very much so,” he said.
“Then he has to get money from every source, or be gripped by great pangs and pains.”
“He has to.”
ἆρʼ οὖν, ὥσπερ αἱ ἐν αὐτῷ ἡδοναὶ ἐπιγιγνόμεναι τῶν ἀρχαίων πλέον εἶχον καὶ τὰ ἐκείνων ἀφῃροῦντο, οὕτω καὶ αὐτὸς ἀξιώσει νεώτερος ὢν πατρός τε καὶ μητρὸς πλέον ἔχειν, καὶ ἀφαιρεῖσθαι, ἐὰν τὸ αὑτοῦ μέρος ἀναλώσῃ, ἀπονειμάμενος τῶν πατρῴων;
ἀλλὰ τί μήν; ἔφη. 574b
ἂν δὲ δὴ αὐτῷ μὴ ἐπιτρέπωσιν, ἆρʼ οὐ τὸ μὲν πρῶτον ἐπιχειροῖ ἂν κλέπτειν καὶ ἀπατᾶν τοὺς γονέας;
πάντως.
ὁπότε δὲ μὴ δύναιτο, ἁρπάζοι ἂν καὶ βιάζοιτο μετὰ τοῦτο;
οἶμαι, ἔφη.
“And just as the pleasures that came into him later got the better of the old ones and took away what was theirs, won’t he likewise, being younger, think he deserves to get the better of his father and mother and take their things—to take a share of the family property once he’s spent his own portion?”
“Of course,” he said. 574b
“And if they won’t let him, wouldn’t he first try to steal from his parents and deceive them?”
“Certainly.”
“And when he couldn’t do that, he’d use robbery and force next?”
“I think so,” he said.
ἀντεχομένων δὴ καὶ μαχομένων, ὦ θαυμάσιε, γέροντός τε καὶ γραός, ἆρʼ εὐλαβηθείη ἂν καὶ φείσαιτο μή τι δρᾶσαι τῶν τυραννικῶν;
οὐ πάνυ, ἦ δʼ ὅς, ἔγωγε θαρρῶ περὶ τῶν γονέων τοῦ τοιούτου.
“And if the old man and old woman held on and fought back, my good friend, would he be careful and hold back from doing something tyrannical?”
“I’m not at all confident,” he said, “about the parents of such a man.”
ἀλλʼ, ὦ Ἀδείμαντε, πρὸς Διός, ἕνεκα νεωστὶ φίλης καὶ οὐκ ἀναγκαίας ἑταίρας γεγονυίας τὴν πάλαι φίλην καὶ ἀναγκαίαν 574c μητέρα, ἢ ἕνεκα ὡραίου νεωστὶ φίλου γεγονότος οὐκ ἀναγκαίου τὸν ἄωρόν τε καὶ ἀναγκαῖον πρεσβύτην πατέρα καὶ τῶν φίλων ἀρχαιότατον δοκεῖ ἄν σοι ὁ τοιοῦτος πληγαῖς τε δοῦναι καὶ καταδουλώσασθαι ἂν αὐτοὺς ὑπʼ ἐκείνοις, εἰ εἰς τὴν αὐτὴν οἰκίαν ἀγάγοιτο;
ναὶ μὰ Δία, ἦ δʼ ὅς.
σφόδρα γε μακάριον, ἦν δʼ ἐγώ, ἔοικεν εἶναι τὸ τυραννικὸν ὑὸν τεκεῖν.
πάνυ γʼ, ἔφη. 574d
“But, Adeimantus, by Zeus, do you think that for the sake of a mistress he’s just fallen for, who’s dear to him but unnecessary, such a man would strike the mother who has long been dear to him and necessary; 574c or that for the sake of a young man in his bloom, newly dear and unnecessary, he would strike his aged and necessary father, the oldest of his friends; and that he’d make his parents slaves to them, if he brought them into the same house?”
“Yes, by Zeus, I do,” he said.
“What a very blessed thing it seems to be,” I said, “to give birth to a tyrannical son!”
“It certainly does,” he said. 574d
τί δʼ, ὅταν δὴ τὰ πατρὸς καὶ μητρὸς ἐπιλείπῃ τὸν τοιοῦτον, πολὺ δὲ ἤδη συνειλεγμένον ἐν αὐτῷ ᾖ τὸ τῶν ἡδονῶν σμῆνος, οὐ πρῶτον μὲν οἰκίας τινὸς ἐφάψεται τοίχου ἤ τινος ὀψὲ νύκτωρ ἰόντος τοῦ ἱματίου, μετὰ δὲ ταῦτα ἱερόν τι νεωκορήσει; καὶ ἐν τούτοις δὴ πᾶσιν, ἃς πάλαι εἶχεν δόξας ἐκ παιδὸς περὶ καλῶν τε καὶ αἰσχρῶν, τὰς δικαίας ποιουμένας, αἱ νεωστὶ ἐκ δουλείας λελυμέναι, δορυφοροῦσαι τὸν ἔρωτα, κρατήσουσι μετʼ ἐκείνου, αἳ πρότερον μὲν ὄναρ 574e ἐλύοντο ἐν ὕπνῳ, ὅτε ἦν αὐτὸς ἔτι ὑπὸ νόμοις τε καὶ πατρὶ δημοκρατούμενος ἐν ἑαυτῷ·
“And what happens when his father’s and mother’s resources give out on him, and the swarm of pleasures gathered in him is already large? Won’t he first lay hands on the wall of some house, or on the cloak of someone out late at night, and after that give some temple a thorough clearing-out? And in all this the opinions he has held since childhood about what is fine and what is shameful, the ones considered just, will be overpowered by the opinions newly released from slavery, which serve as Love’s bodyguard and will prevail along with him. Before, these were set loose only in dreams, 574e during sleep, when he himself was still under the laws and his father and there was democracy within him.
τυραννευθεὶς δὲ ὑπὸ Ἔρωτος, οἷος ὀλιγάκις ἐγίγνετο ὄναρ, ὕπαρ τοιοῦτος ἀεὶ γενόμενος, οὔτε τινὸς φόνου δεινοῦ ἀφέξεται οὔτε βρώματος οὔτʼ ἔργου, 575a ἀλλὰ τυραννικῶς ἐν αὐτῷ ὁ Ἔρως ἐν πάσῃ ἀναρχίᾳ καὶ ἀνομίᾳ ζῶν, ἅτε αὐτὸς ὢν μόναρχος, τὸν ἔχοντά τε αὐτὸν ὥσπερ πόλιν ἄξει ἐπὶ πᾶσαν τόλμαν, ὅθεν αὑτόν τε καὶ τὸν περὶ αὑτὸν θόρυβον θρέψει, τὸν μὲν ἔξωθεν εἰσεληλυθότα ἀπὸ κακῆς ὁμιλίας, τὸν δʼ ἔνδοθεν ὑπὸ τῶν αὐτῶν τρόπων καὶ ἑαυτοῦ ἀνεθέντα καὶ ἐλευθερωθέντα· ἢ οὐχ οὗτος ὁ βίος τοῦ τοιούτου;
οὗτος μὲν οὖν, ἔφη.
But once he is ruled by Love as a tyrant, he is always, awake, what he used to be only occasionally in dreams. He’ll hold back from no terrible murder, no food, no deed. 575a Love lives in him like a tyrant, in total anarchy and lawlessness, since he is sole ruler himself; and he will lead the man who harbors him, as if he were a city, into every kind of daring, to find ways of feeding himself and the mob around him—some of it brought in from outside by bad company, some let loose and freed from within by the same ways of life and by himself. Isn’t this the life of such a man?”
“Yes, it is,” he said.
καὶ ἂν μέν γε, ἦν δʼ ἐγώ, ὀλίγοι οἱ τοιοῦτοι ἐν πόλει 575b ὦσι καὶ τὸ ἄλλο πλῆθος σωφρονῇ, ἐξελθόντες ἄλλον τινὰ δορυφοροῦσι τύραννον ἢ μισθοῦ ἐπικουροῦσιν, ἐάν που πόλεμος ᾖ· ἐὰν δʼ ἐν εἰρήνῃ τε καὶ ἡσυχίᾳ γένωνται, αὐτοῦ δὴ ἐν τῇ πόλει κακὰ δρῶσι σμικρὰ πολλά.
τὰ ποῖα δὴ λέγεις;
οἷα κλέπτουσι, τοιχωρυχοῦσι, βαλλαντιοτομοῦσι, λωποδυτοῦσιν, ἱεροσυλοῦσιν, ἀνδραποδίζονται· ἔστι δʼ ὅτε συκοφαντοῦσιν, ἐὰν δυνατοὶ ὦσι λέγειν, καὶ ψευδομαρτυροῦσι καὶ δωροδοκοῦσιν. 575c
σμικρά γʼ, ἔφη, κακὰ λέγεις, ἐὰν ὀλίγοι ὦσιν οἱ τοιοῦτοι.
“And if there are only a few such people in a city,” I said, 575b “and the rest of the population is moderate, they go off and serve as bodyguards for some other tyrant, or as mercenaries if there’s a war somewhere. But if they turn up in peace and quiet, they stay right there in the city and do a lot of small evils.”
“What sort of evils do you mean?”
“Things like stealing, breaking into houses, cutting purses, stripping people of their clothes, robbing temples, kidnapping people into slavery. Sometimes, if they’re good speakers, they become malicious prosecutors, bear false witness and take bribes.” 575c
“Those are small evils, as you say,” he said, “if such people are few.”
τὰ γὰρ σμικρά, ἦν δʼ ἐγώ, πρὸς τὰ μεγάλα σμικρά ἐστιν, καὶ ταῦτα δὴ πάντα πρὸς τύραννον πονηρίᾳ τε καὶ ἀθλιότητι πόλεως, τὸ λεγόμενον, οὐδʼ ἵκταρ βάλλει. ὅταν γὰρ δὴ πολλοὶ ἐν πόλει γένωνται οἱ τοιοῦτοι καὶ ἄλλοι οἱ συνεπόμενοι αὐτοῖς, καὶ αἴσθωνται ἑαυτῶν τὸ πλῆθος, τότε οὗτοί εἰσιν οἱ τὸν τύραννον γεννῶντες μετὰ δήμου ἀνοίας ἐκεῖνον, ὃς ἂν αὐτῶν μάλιστα αὐτὸς ἐν αὑτῷ μέγιστον καὶ πλεῖστον 575d ἐν τῇ ψυχῇ τύραννον ἔχῃ.
εἰκότως γʼ, ἔφη· τυραννικώτατος γὰρ ἂν εἴη.
“Yes,” I said, “because small things are small compared to large ones. And all these things together, in terms of the wickedness and misery of a city, don’t come anywhere near a tyrant, as the saying goes. For when such people and their followers become numerous in a city and become aware of their numbers, then it is they who, with the help of the people’s folly, give birth to the tyrant: the one among them who has the greatest and strongest tyrant within himself, 575d in his own soul.”
“Naturally,” he said, “since he would be the most tyrannical.”
οὐκοῦν ἐὰν μὲν ἑκόντες ὑπείκωσιν· ἐὰν δὲ μὴ ἐπιτρέπῃ ἡ πόλις, ὥσπερ τότε μητέρα καὶ πατέρα ἐκόλαζεν, οὕτω πάλιν τὴν πατρίδα, ἐὰν οἷός τʼ ᾖ, κολάσεται ἐπεισαγόμενος νέους ἑταίρους, καὶ ὑπὸ τούτοις δὴ δουλεύουσαν τὴν πάλαι φίλην μητρίδα τε, Κρῆτές φασι, καὶ πατρίδα ἕξει τε καὶ θρέψει. καὶ τοῦτο δὴ τὸ τέλος ἂν εἴη τῆς ἐπιθυμίας τοῦ τοιούτου ἀνδρός. 575e
τοῦτο, ἦ δʼ ὅς, παντάπασί γε.
“That’s all very well if they yield willingly. But if the city doesn’t allow it, then just as he once punished his mother and father, so now, if he can, he’ll punish his fatherland, bringing in new comrades; and he’ll keep his once-dear motherland, as the Cretans call it, and his fatherland enslaved to them and feed them from it. And this would be the goal of such a man’s desire.” 575e
“That’s absolutely it,” he said.
οὐκοῦν, ἦν δʼ ἐγώ, οὗτοί γε τοιοίδε γίγνονται ἰδίᾳ καὶ πρὶν ἄρχειν· πρῶτον μὲν οἷς ἂν συνῶσιν, ἢ κόλαξιν ἑαυτῶν συνόντες καὶ πᾶν ἑτοίμοις ὑπηρετεῖν, ἢ ἐάν τού τι δέωνται, 576a αὐτοὶ ὑποπεσόντες, πάντα σχήματα τολμῶντες ποιεῖν ὡς οἰκεῖοι, διαπραξάμενοι δὲ ἀλλότριοι;
καὶ σφόδρα γε.
ἐν παντὶ ἄρα τῷ βίῳ ζῶσι φίλοι μὲν οὐδέποτε οὐδενί, ἀεὶ δέ του δεσπόζοντες ἢ δουλεύοντες ἄλλῳ, ἐλευθερίας δὲ καὶ φιλίας ἀληθοῦς τυραννικὴ φύσις ἀεὶ ἄγευστος.
πάνυ μὲν οὖν.
ἆρʼ οὖν οὐκ ὀρθῶς ἂν τοὺς τοιούτους ἀπίστους καλοῖμεν;
πῶς δʼ οὔ;
“Now,” I said, “aren’t such men like this in private life too, even before they rule? First, in the company they keep: either they associate with flatterers who are ready to serve them in anything, or, if they need something from someone, 576a they grovel themselves, daring to strike any posture of intimacy, and then, once they’ve got what they want, they act like strangers?”
“Very much so.”
“So all their lives they live without ever being a friend to anyone, always a master to someone or a slave to another. The tyrannical nature never tastes freedom or true friendship.”
“Certainly.”
“Then wouldn’t we be right to call such people untrustworthy?”
“Of course.”
καὶ μὴν ἀδίκους γε ὡς οἷόν τε μάλιστα, εἴπερ ὀρθῶς 576b ἐν τοῖς πρόσθεν ὡμολογήσαμεν περὶ δικαιοσύνης οἷόν ἐστιν.
ἀλλὰ μήν, ἦ δʼ ὅς, ὀρθῶς γε.
κεφαλαιωσώμεθα τοίνυν, ἦν δʼ ἐγώ, τὸν κάκιστον. ἔστιν δέ που, οἷον ὄναρ διήλθομεν, ὃς ἂν ὕπαρ τοιοῦτος ᾖ.
πάνυ μὲν οὖν.
οὐκοῦν οὗτος γίγνεται ὃς ἂν τυραννικώτατος φύσει ὢν μοναρχήσῃ, καὶ ὅσῳ ἂν πλείω χρόνον ἐν τυραννίδι βιῷ, τοσούτῳ μᾶλλον τοιοῦτος.
ἀνάγκη, ἔφη διαδεξάμενος τὸν λόγον ὁ Γλαύκων.
“And as unjust as it’s possible to be, if we were right 576b in what we agreed earlier about what justice is.”
“And we certainly were right,” he said.
“Then let’s sum up the worst man,” I said. “He is, I suppose, the man who is, awake, what we described in a dream.”
“Certainly.”
“And he comes about when someone who is most tyrannical by nature rules alone, and the longer he spends his life as a tyrant, the more like this he becomes.”
“Inevitably,” said Glaucon, taking over the argument.
The tyrant is the most wretched
Socrates argues the tyrant is the most enslaved and wretched of men, and the just the happiest.
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὃς ἂν φαίνηται πονηρότατος, καὶ 576c ἀθλιώτατος φανήσεται; καὶ ὃς ἂν πλεῖστον χρόνον καὶ μάλιστα τυραννεύσῃ, μάλιστά τε καὶ πλεῖστον χρόνον τοιοῦτος γεγονὼς τῇ ἀληθείᾳ; τοῖς δὲ πολλοῖς πολλὰ καὶ δοκεῖ.
ἀνάγκη, ἔφη, ταῦτα γοῦν οὕτως ἔχειν.
ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, ὅ γε τυραννικὸς κατὰ τὴν τυραννουμένην πόλιν ἂν εἴη ὁμοιότητι, δημοτικὸς δὲ κατὰ δημοκρατουμένην, καὶ οἱ ἄλλοι οὕτω;
τί μήν;
οὐκοῦν, ὅτι πόλις πρὸς πόλιν ἀρετῇ καὶ εὐδαιμονίᾳ, τοῦτο καὶ ἀνὴρ πρὸς ἄνδρα; 576d
πῶς γὰρ οὔ;
“Then,” I said, “won’t the man who turns out to be most wicked 576c also turn out to be most wretched? And won’t the one who has been tyrant longest and most absolutely have in truth been most wretched, most and longest? Though the many have many opinions about it.”
“That much at least must be so,” he said.
“And,” I said, “doesn’t the tyrannical man correspond in likeness to the city ruled by a tyrant, and the democratic man to the democratically governed city, and so on for the others?”
“Of course.”
“And as city stands to city in excellence and happiness, so too does man to man?” 576d
“Of course.”
τί οὖν ἀρετῇ τυραννουμένη πόλις πρὸς βασιλευομένην οἵαν τὸ πρῶτον διήλθομεν;
πᾶν τοὐναντίον, ἔφη· ἡ μὲν γὰρ ἀρίστη, ἡ δὲ κακίστη.
οὐκ ἐρήσομαι, εἶπον, ὁποτέραν λέγεις· δῆλον γάρ. ἀλλʼ εὐδαιμονίας τε αὖ καὶ ἀθλιότητος ὡσαύτως ἢ ἄλλως κρίνεις; καὶ μὴ ἐκπληττώμεθα πρὸς τὸν τύραννον ἕνα ὄντα βλέποντες, μηδʼ εἴ τινες ὀλίγοι περὶ ἐκεῖνον, ἀλλʼ ὡς χρὴ ὅλην 576e τὴν πόλιν εἰσελθόντας θεάσασθαι, καταδύντες εἰς ἅπασαν καὶ ἰδόντες, οὕτω δόξαν ἀποφαινώμεθα.
ἀλλʼ ὀρθῶς, ἔφη, προκαλῇ· καὶ δῆλον παντὶ ὅτι τυραννουμένης μὲν οὐκ ἔστιν ἀθλιωτέρα, βασιλευομένης δὲ οὐκ εὐδαιμονεστέρα.
“Then how does a city ruled by a tyrant stand in excellence to one ruled by a king, like the one we first described?”
“They’re complete opposites,” he said. “One is the best, the other the worst.”
“I won’t ask which is which,” I said. “It’s obvious. But as for happiness and wretchedness, do you judge them the same way or differently? And let’s not be dazzled by looking at the tyrant, who is only one man, or at the few around him. We should go in and view the whole 576e city as we ought, getting down into every part and looking at it, and only then declare our opinion.”
“That’s a fair challenge,” he said. “And it’s clear to everyone that there’s no city more wretched than one ruled by a tyrant, and none happier than one ruled by a king.”
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ περὶ τῶν ἀνδρῶν τὰ αὐτὰ ταῦτα 577a προκαλούμενος ὀρθῶς ἂν προκαλοίμην, ἀξιῶν κρίνειν περὶ αὐτῶν ἐκεῖνον, ὃς δύναται τῇ διανοίᾳ εἰς ἀνδρὸς ἦθος ἐνδὺς διιδεῖν καὶ μὴ καθάπερ παῖς ἔξωθεν ὁρῶν ἐκπλήττεται ὑπὸ τῆς τῶν τυραννικῶν προστάσεως ἣν πρὸς τοὺς ἔξω σχηματίζονται, ἀλλʼ ἱκανῶς διορᾷ; εἰ οὖν οἰοίμην δεῖν ἐκείνου πάντας ἡμᾶς ἀκούειν, τοῦ δυνατοῦ μὲν κρῖναι, συνῳκηκότος δὲ ἐν τῷ αὐτῷ καὶ παραγεγονότος ἔν τε ταῖς κατʼ οἰκίαν πράξεσιν, ὡς πρὸς ἑκάστους τοὺς οἰκείους ἔχει, ἐν οἷς 577b μάλιστα γυμνὸς ἂν ὀφθείη τῆς τραγικῆς σκευῆς, καὶ ἐν αὖ τοῖς δημοσίοις κινδύνοις, καὶ ταῦτα πάντα ἰδόντα κελεύοιμεν ἐξαγγέλλειν πῶς ἔχει εὐδαιμονίας καὶ ἀθλιότητος ὁ τύραννος πρὸς τοὺς ἄλλους;
“And wouldn’t I also be right,” I said, “to make the same challenge 577a about the men, and ask that the judge of them be someone who can enter into a man’s character in thought and see through it—someone who isn’t dazzled, like a child looking from outside, by the pomp that tyrants put on for outsiders, but sees through it adequately? What if I thought that all of us should listen to the man who is able to judge, who has lived under the same roof as the tyrant and been present at his doings at home, seeing how he treats each of his household—where 577b he would most be seen stripped of his tragic costume—and again in times of public danger; and what if we asked him, since he has seen all this, to report how the tyrant compares with the others in happiness and wretchedness?”
ὀρθότατʼ ἄν, ἔφη, καὶ ταῦτα προκαλοῖο.
βούλει οὖν, ἦν δʼ ἐγώ, προσποιησώμεθα ἡμεῖς εἶναι τῶν δυνατῶν ἂν κρῖναι καὶ ἤδη ἐντυχόντων τοιούτοις, ἵνα ἔχωμεν ὅστις ἀποκρινεῖται ἃ ἐρωτῶμεν;
πάνυ γε. 577c
ἴθι δή μοι, ἔφην, ὧδε σκόπει. τὴν ὁμοιότητα ἀναμιμνῃσκόμενος τῆς τε πόλεως καὶ τοῦ ἀνδρός, οὕτω καθʼ ἕκαστον ἐν μέρει ἀθρῶν, τὰ παθήματα ἑκατέρου λέγε.
τὰ ποῖα; ἔφη.
πρῶτον μέν, ἦν δʼ ἐγώ, ὡς πόλιν εἰπεῖν, ἐλευθέραν ἢ δούλην τὴν τυραννουμένην ἐρεῖς;
ὡς οἷόν τʼ, ἔφη, μάλιστα δούλην.
“That would be a very fair challenge too,” he said.
“Then would you like us to pretend,” I said, “that we ourselves are among those able to judge and who have already met such people, so that we’ll have someone to answer our questions?”
“Certainly.” 577c
“Come on, then,” I said, “look at it this way. Remember the likeness between the city and the man, and then, looking at each point in turn, tell me what happens to each of them.”
“Such as what?” he said.
“First,” I said, “speaking of the city, will you say that a city ruled by a tyrant is free or enslaved?”
“As enslaved as can be,” he said.
καὶ μὴν ὁρᾷς γε ἐν αὐτῇ δεσπότας καὶ ἐλευθέρους.
ὁρῶ, ἔφη, σμικρόν γέ τι τοῦτο· τὸ δὲ ὅλον, ὡς ἔπος εἰπεῖν, ἐν αὐτῇ καὶ τὸ ἐπιεικέστατον ἀτίμως τε καὶ ἀθλίως δοῦλον. 577d
εἰ οὖν, εἶπον, ὅμοιος ἀνὴρ τῇ πόλει, οὐ καὶ ἐν ἐκείνῳ ἀνάγκη τὴν αὐτὴν τάξιν ἐνεῖναι, καὶ πολλῆς μὲν δουλείας τε καὶ ἀνελευθερίας γέμειν τὴν ψυχὴν αὐτοῦ, καὶ ταῦτα αὐτῆς τὰ μέρη δουλεύειν, ἅπερ ἦν ἐπιεικέστατα, μικρὸν δὲ καὶ τὸ μοχθηρότατον καὶ μανικώτατον δεσπόζειν;
ἀνάγκη, ἔφη.
“And yet you do see masters and free men in it.”
“I see a small portion of such people,” he said. “But the whole, so to speak, and the most decent part of it, is enslaved, in dishonor and misery.” 577d
“Then if the man is like the city,” I said, “isn’t the same arrangement bound to be present in him too? Won’t his soul be full of slavery and servility, with the parts that were most decent enslaved, while a small part, the most wicked and maddest, is master?”
“It has to be,” he said.
τί οὖν; δούλην ἢ ἐλευθέραν τὴν τοιαύτην φήσεις εἶναι ψυχήν;
δούλην δήπου ἔγωγε.
οὐκοῦν ἥ γε αὖ δούλη καὶ τυραννουμένη πόλις ἥκιστα ποιεῖ ἃ βούλεται;
πολύ γε. 577e
καὶ ἡ τυραννουμένη ἄρα ψυχὴ ἥκιστα ποιήσει ἃ ἂν βουληθῇ, ὡς περὶ ὅλης εἰπεῖν ψυχῆς· ὑπὸ δὲ οἴστρου ἀεὶ ἑλκομένη βίᾳ ταραχῆς καὶ μεταμελείας μεστὴ ἔσται.
πῶς γὰρ οὔ;
πλουσίαν δὲ ἢ πενομένην ἀνάγκη τὴν τυραννουμένην πόλιν εἶναι;
πενομένην.
καὶ ψυχὴν ἄρα τυραννικὴν πενιχρὰν καὶ ἄπληστον ἀνάγκη ἀεὶ εἶναι.
οὕτως, ἦ δʼ ὅς.
“Well then, will you say that such a soul is enslaved or free?”
“Enslaved, surely.”
“And the enslaved, tyrant-ruled city does least what it wants?”
“By far.” 577e
“Then the tyrant-ruled soul too will least do what it wants—speaking of the soul as a whole. Always dragged by force by a goading frenzy, it will be full of turmoil and regret.”
“Of course.”
“And is the tyrant-ruled city bound to be rich or poor?”
“Poor.”
“Then the tyrannical soul too must always be poor and insatiable.”
“Just so,” he said.
τί δέ; φόβου γέμειν ἆρʼ οὐκ ἀνάγκη τήν τε τοιαύτην πόλιν τόν τε τοιοῦτον ἄνδρα;
πολλή γε.
ὀδυρμούς τε καὶ στεναγμοὺς καὶ θρήνους καὶ ἀλγηδόνας οἴει ἔν τινι ἄλλῃ πλείους εὑρήσειν;
οὐδαμῶς.
ἐν ἀνδρὶ δὲ ἡγῇ τὰ τοιαῦτα ἐν ἄλλῳ τινὶ πλείω εἶναι ἢ ἐν τῷ μαινομένῳ ὑπὸ ἐπιθυμιῶν τε καὶ ἐρώτων τούτῳ τῷ τυραννικῷ;
πῶς γὰρ ἄν; ἔφη. 578b
εἰς πάντα δὴ οἶμαι ταῦτά τε καὶ ἄλλα τοιαῦτα ἀποβλέψας τήν τε πόλιν τῶν πόλεων ἀθλιωτάτην ἔκρινας—
οὐκοῦν ὀρθῶς; ἔφη.
“And what about fear? Isn’t a city like this, and a man like this, bound to be full of it?”
“Very full.”
“And do you think you’ll find more wailing and groaning, more lamenting and anguish, in any other city?”
“Not at all.”
“And in a man, do you suppose such things are found more in anyone than in this tyrannical man, maddened by appetites and passions?”
“How could they be?” he said. 578b
“It was by looking at all these things, I think, and others like them, that you judged this city the most wretched of cities—”
“And wasn’t I right?” he said.
καὶ μάλα, ἦν δʼ ἐγώ. ἀλλὰ περὶ τοῦ ἀνδρὸς αὖ τοῦ τυραννικοῦ τί λέγεις εἰς ταὐτὰ ταῦτα ἀποβλέπων;
μακρῷ, ἔφη, ἀθλιώτατον εἶναι τῶν ἄλλων ἁπάντων.
τοῦτο, ἦν δʼ ἐγώ, οὐκέτʼ ὀρθῶς λέγεις.
πῶς; ἦ δʼ ὅς.
οὔπω, ἔφην, οἶμαι, οὗτός ἐστιν ὁ τοιοῦτος μάλιστα.
ἀλλὰ τίς μήν;
ὅδε ἴσως σοι ἔτι δόξει εἶναι τούτου ἀθλιώτερος.
ποῖος; 578c
ὃς ἄν, ἦν δʼ ἐγώ, τυραννικὸς ὢν μὴ ἰδιώτην βίον καταβιῷ, ἀλλὰ δυστυχὴς ᾖ καὶ αὐτῷ ὑπό τινος συμφορᾶς ἐκπορισθῇ ὥστε τυράννῳ γενέσθαι.
“Quite right,” I said. “But what do you say about the tyrannical man, looking at these same things?”
“That he’s by far the most wretched of all,” he said.
“There,” I said, “you’re no longer right.”
“How so?” he said.
“I don’t think,” I said, “that he is yet the most wretched.”
“Then who is?”
“Here’s one you may think still more wretched than him.”
“Who?” 578c
“The man,” I said, “who is tyrannical but doesn’t live out his life as a private citizen—who has the bad luck to have some misfortune furnish him with the means of becoming a tyrant.”
τεκμαίρομαί σε, ἔφη, ἐκ τῶν προειρημένων ἀληθῆ λέγειν.
ναί, ἦν δʼ ἐγώ, ἀλλʼ οὐκ οἴεσθαι χρὴ τὰ τοιαῦτα, ἀλλʼ εὖ μάλα τῷ τοιούτῳ λόγῳ σκοπεῖν· περὶ γάρ τοι τοῦ μεγίστου ἡ σκέψις, ἀγαθοῦ τε βίου καὶ κακοῦ.
ὀρθότατα, ἦ δʼ ὅς.
σκόπει δὴ εἰ ἄρα τι λέγω. δοκεῖ γάρ μοι δεῖν ἐννοῆσαι 578d ἐκ τῶνδε περὶ αὐτοῦ σκοποῦντας.
ἐκ τίνων;
“From what’s been said before,” he said, “I’d infer that you’re telling the truth.”
“Yes,” I said, “but we shouldn’t just suppose things like this; we should examine them very carefully with an argument of this kind. After all, the inquiry concerns the greatest thing there is: the good life and the bad.”
“Quite right,” he said.
“Then see whether there’s anything in what I say. I think we need to get an idea of it 578d by examining the matter from the following.”
“From what?”
ἐξ ἑνὸς ἑκάστου τῶν ἰδιωτῶν, ὅσοι πλούσιοι ἐν πόλεσιν ἀνδράποδα πολλὰ κέκτηνται. οὗτοι γὰρ τοῦτό γε προσόμοιον ἔχουσιν τοῖς τυράννοις, τὸ πολλῶν ἄρχειν· διαφέρει δὲ τὸ ἐκείνου πλῆθος.
διαφέρει γάρ.
οἶσθʼ οὖν ὅτι οὗτοι ἀδεῶς ἔχουσιν καὶ οὐ φοβοῦνται τοὺς οἰκέτας;
τί γὰρ ἂν φοβοῖντο;
οὐδέν, εἶπον· ἀλλὰ τὸ αἴτιον ἐννοεῖς;
ναί, ὅτι γε πᾶσα ἡ πόλις ἑνὶ ἑκάστῳ βοηθεῖ τῶν ἰδιωτῶν. 578e
“From each of the private citizens in cities who are rich and own many slaves. They have this much in common with tyrants: they rule over many. The difference is in the tyrant’s numbers.”
“Yes, that’s the difference.”
“Now you know that these men feel secure and aren’t afraid of their household slaves?”
“What would they be afraid of?”
“Nothing,” I said. “But do you see the reason?”
“Yes: the whole city comes to the aid of each individual citizen.” 578e
καλῶς, ἦν δʼ ἐγώ, λέγεις. τί δέ; εἴ τις θεῶν ἄνδρα ἕνα, ὅτῳ ἔστιν ἀνδράποδα πεντήκοντα ἢ καὶ πλείω, ἄρας ἐκ τῆς πόλεως αὐτόν τε καὶ γυναῖκα καὶ παῖδας θείη εἰς ἐρημίαν μετὰ τῆς ἄλλης οὐσίας τε καὶ τῶν οἰκετῶν, ὅπου αὐτῷ μηδεὶς τῶν ἐλευθέρων μέλλοι βοηθήσειν, ἐν ποίῳ ἄν τινι καὶ ὁπόσῳ φόβῳ οἴει γενέσθαι αὐτὸν περί τε αὑτοῦ καὶ παίδων καὶ γυναικός, μὴ ἀπόλοιντο ὑπὸ τῶν οἰκετῶν;
ἐν παντί, ἦ δʼ ὅς, ἔγωγε.
“Well said,” I said. “But what if some god were to lift one man who owns fifty slaves or even more out of the city—him and his wife and children—and set him down in a wilderness along with the rest of his property and his household slaves, where no free man would be coming to help him? What sort of fear, and how much, do you think he’d be in, for himself and his children and his wife, that they might be killed by the slaves?”
“Utter terror,” he said, “I’d think.”
οὐκοῦν ἀναγκάζοιτο ἄν τινας ἤδη θωπεύειν αὐτῶν τῶν δούλων καὶ ὑπισχνεῖσθαι πολλὰ καὶ ἐλευθεροῦν οὐδὲν δεόμενος, καὶ κόλαξ αὐτὸς ἂν θεραπόντων ἀναφανείη;
πολλὴ ἀνάγκη, ἔφη, αὐτῷ, ἢ ἀπολωλέναι.
τί δʼ, εἰ καὶ ἄλλους, ἦν δʼ ἐγώ, ὁ θεὸς κύκλῳ κατοικίσειεν γείτονας πολλοὺς αὐτῷ, οἳ μὴ ἀνέχοιντο εἴ τις ἄλλος ἄλλου δεσπόζειν ἀξιοῖ, ἀλλʼ εἴ πού τινα τοιοῦτον λαμβάνοιεν, ταῖς ἐσχάταις τιμωροῖντο τιμωρίαις; 579b
ἔτι ἄν, ἔφη, οἶμαι, μᾶλλον ἐν παντὶ κακοῦ εἴη, κύκλῳ φρουρούμενος ὑπὸ πάντων πολεμίων.
“Wouldn’t he be forced before long to fawn on some of those very slaves, make them lots of promises and set them free when there was no need to, and so turn out to be a flatterer of his own servants?”
“He’d have no choice,” he said, “or else he’d be killed.”
“And what if the god also settled many other neighbors in a ring around him,” I said, “people who wouldn’t tolerate anyone claiming to be master of another, and who, if they ever caught such a person, would punish him with the most extreme punishments?” 579b
“I think he’d be in still worse trouble,” he said, “hemmed in on every side by nothing but enemies.”
ἆρʼ οὖν οὐκ ἐν τοιούτῳ μὲν δεσμωτηρίῳ δέδεται ὁ τύραννος, φύσει ὢν οἷον διεληλύθαμεν, πολλῶν καὶ παντοδαπῶν φόβων καὶ ἐρώτων μεστός· λίχνῳ δὲ ὄντι αὐτῷ τὴν ψυχὴν μόνῳ τῶν ἐν τῇ πόλει οὔτε ἀποδημῆσαι ἔξεστιν οὐδαμόσε, οὔτε θεωρῆσαι ὅσων δὴ καὶ οἱ ἄλλοι ἐλεύθεροι ἐπιθυμηταί εἰσιν, καταδεδυκὼς δὲ ἐν τῇ οἰκίᾳ τὰ πολλὰ ὡς γυνὴ ζῇ, 579c φθονῶν καὶ τοῖς ἄλλοις πολίταις, ἐάν τις ἔξω ἀποδημῇ καί τι ἀγαθὸν ὁρᾷ;
παντάπασιν μὲν οὖν, ἔφη.
“And isn’t that the kind of prison the tyrant is bound in, being by nature the sort of person we’ve described, full of fears and passions of every kind? Greedy as his soul is, he alone of everyone in the city can’t travel abroad anywhere, or go to see the festivals that other free men long to see. Instead he lives mostly shut up in his house, like a woman, 579c envying the other citizens too if any of them goes abroad and sees something good.”
“Absolutely,” he said.
οὐκοῦν τοῖς τοιούτοις κακοῖς πλείω καρποῦται ἀνὴρ ὃς ἂν κακῶς ἐν ἑαυτῷ πολιτευόμενος, ὃν νυνδὴ σὺ ἀθλιώτατον ἔκρινας, τὸν τυραννικόν, ὡς μὴ ἰδιώτης καταβιῷ, ἀλλὰ ἀναγκασθῇ ὑπό τινος τύχης τυραννεῦσαι καὶ ἑαυτοῦ ὢν ἀκράτωρ ἄλλων ἐπιχειρήσῃ ἄρχειν, ὥσπερ εἴ τις κάμνοντι σώματι καὶ ἀκράτορι ἑαυτοῦ μὴ ἰδιωτεύων ἀλλʼ ἀγωνιζόμενος 579d πρὸς ἄλλα σώματα καὶ μαχόμενος ἀναγκάζοιτο διάγειν τὸν βίον.
παντάπασιν, ἔφη, ὁμοιότατά τε καὶ ἀληθέστατα λέγεις, ὦ Σώκρατες.
“So the man who is badly governed within himself—the tyrannical man, whom you just now judged the most wretched—reaps a still larger harvest of such evils when he doesn’t live out his life as a private citizen but is forced by some chance to be a tyrant, and tries to rule others when he can’t control himself. It’s as if a man whose body was sick and had no control over itself were forced to spend his life not in private but competing 579d and fighting against other bodies.”
“Socrates,” he said, “your comparison is perfectly apt, and perfectly true.”
οὐκοῦν, ἦν δʼ ἐγώ, ὦ φίλε Γλαύκων, παντελῶς τὸ πάθος ἄθλιον, καὶ τοῦ ὑπὸ σοῦ κριθέντος χαλεπώτατα ζῆν χαλεπώτερον ἔτι ζῇ ὁ τυραννῶν;
κομιδῇ γʼ, ἔφη.
“Then, my dear Glaucon,” I said, “isn’t his condition utterly wretched? And doesn’t the man who rules as tyrant have an even harder life than the one you judged to have the hardest?”
“Absolutely,” he said.
ἔστιν ἄρα τῇ ἀληθείᾳ, κἂν εἰ μή τῳ δοκεῖ, ὁ τῷ ὄντι τύραννος τῷ ὄντι δοῦλος τὰς μεγίστας θωπείας καὶ δουλείας 579e καὶ κόλαξ τῶν πονηροτάτων, καὶ τὰς ἐπιθυμίας οὐδʼ ὁπωστιοῦν ἀποπιμπλάς, ἀλλὰ πλείστων ἐπιδεέστατος καὶ πένης τῇ ἀληθείᾳ φαίνεται, ἐάν τις ὅλην ψυχὴν ἐπίστηται θεάσασθαι, καὶ φόβου γέμων διὰ παντὸς τοῦ βίου, σφαδᾳσμῶν τε καὶ ὀδυνῶν πλήρης, εἴπερ τῇ τῆς πόλεως διαθέσει ἧς ἄρχει ἔοικεν. ἔοικεν δέ· ἦ γάρ;
καὶ μάλα, ἔφη.
“So in truth, whatever anyone may think, the real tyrant is really a slave, given over to the most abject fawning and servitude, 579e a flatterer of the worst of men. Far from satisfying his appetites in any way at all, he is plainly in want of most things and truly poor, if one knows how to look at a soul as a whole. All his life he is full of fear, filled with convulsions and pains—if he really does resemble the condition of the city he rules. And he does resemble it, doesn’t he?”
“Very much so,” he said.
οὐκοῦν καὶ πρὸς τούτοις ἔτι ἀποδώσομεν τῷ ἀνδρὶ καὶ ἃ τὸ πρότερον εἴπομεν, ὅτι ἀνάγκη καὶ εἶναι καὶ ἔτι μᾶλλον γίγνεσθαι αὐτῷ ἢ πρότερον διὰ τὴν ἀρχὴν φθονερῷ, ἀπίστῳ, ἀδίκῳ, ἀφίλῳ, ἀνοσίῳ καὶ πάσης κακίας πανδοκεῖ τε καὶ τροφεῖ, καὶ ἐξ ἁπάντων τούτων μάλιστα μὲν αὐτῷ δυστυχεῖ εἶναι, ἔπειτα δὲ καὶ τοὺς πλησίον αὑτῷ τοιούτους ἀπεργάζεσθαι.
οὐδείς σοι, ἔφη, τῶν νοῦν ἐχόντων ἀντερεῖ.
“And on top of this we’ll also attribute to the man what we said earlier: that he is bound to be, and through his rule to become even more than before, envious, untrustworthy, unjust, friendless, impious, a host and nurse to every kind of badness; and that as a result of all this he is, first, supremely unfortunate himself, and then makes those near him like himself.”
“No one with any sense,” he said, “will contradict you.”
ἴθι δή μοι, ἔφην ἐγώ, νῦν ἤδη ὥσπερ ὁ διὰ πάντων 580b κριτὴς ἀποφαίνεται, καὶ σὺ οὕτω, τίς πρῶτος κατὰ τὴν σὴν δόξαν εὐδαιμονίᾳ καὶ τίς δεύτερος, καὶ τοὺς ἄλλους ἑξῆς πέντε ὄντας κρῖνε, βασιλικόν, τιμοκρατικόν, ὀλιγαρχικόν, δημοκρατικόν, τυραννικόν.
ἀλλὰ ῥᾳδία, ἔφη, ἡ κρίσις. καθάπερ γὰρ εἰσῆλθον ἔγωγε ὥσπερ χοροὺς κρίνω ἀρετῇ καὶ κακίᾳ καὶ εὐδαιμονίᾳ καὶ τῷ ἐναντίῳ.
“Come then,” I said. “Now, just as the judge of the final round 580b declares his verdict, you too decide who in your opinion is first in happiness, who second, and the others in order—there are five of them: the kingly, the timocratic, the oligarchic, the democratic, the tyrannical.”
“The judgment’s easy,” he said. “I rank them like choruses, in the order they came on stage, in excellence and badness, and in happiness and its opposite.”
μισθωσώμεθα οὖν κήρυκα, ἦν δʼ ἐγώ, ἢ αὐτὸς ἀνείπω ὅτι ὁ Ἀρίστωνος ὑὸς τὸν ἄριστόν τε καὶ δικαιότατον εὐδαιμονέστατον 580c ἔκρινε, τοῦτον δʼ εἶναι τὸν βασιλικώτατον καὶ βασιλεύοντα αὑτοῦ, τὸν δὲ κάκιστόν τε καὶ ἀδικώτατον ἀθλιώτατον, τοῦτον δὲ αὖ τυγχάνειν ὄντα ὃς ἂν τυραννικώτατος ὢν ἑαυτοῦ τε ὅτι μάλιστα τυραννῇ καὶ τῆς πόλεως;
ἀνειρήσθω σοι, ἔφη.
ἦ οὖν προσαναγορεύω, εἶπον, ἐάντε λανθάνωσιν τοιοῦτοι ὄντες ἐάντε μὴ πάντας ἀνθρώπους τε καὶ θεούς;
προσαναγόρευε, ἔφη.
“Then shall we hire a herald,” I said, “or shall I proclaim it myself: that the son of Ariston has judged the best and most just man to be the happiest, 580c and that this is the most kingly man, who rules as king over himself; and that the worst and most unjust man is the most wretched, and that this happens to be the man who, being most tyrannical, is most completely a tyrant over himself and over the city?”
“Consider it proclaimed,” he said.
“And shall I add to the proclamation,” I said, “‘whether or not all men and gods notice what they are’?”
“Add it,” he said.
Three kinds of pleasure
Socrates matches three kinds of pleasure to the soul's three parts and judges the philosopher's best.
εἶεν δή, εἶπον· αὕτη μὲν ἡμῖν ἡ ἀπόδειξις μία ἂν εἴη, 580d δευτέραν δὲ ἰδὲ τήνδε, ἐάν τι δόξῃ εἶναι.
τίς αὕτη;
ἐπειδή, ὥσπερ πόλις, ἦν δʼ ἐγώ, διῄρηται κατὰ τρία εἴδη, οὕτω καὶ ψυχὴ ἑνὸς ἑκάστου τριχῇ, λογιστικὸν δέξεται, ὡς ἐμοὶ δοκεῖ, καὶ ἑτέραν ἀπόδειξιν.
τίνα ταύτην;
τήνδε. τριῶν ὄντων τριτταὶ καὶ ἡδοναί μοι φαίνονται, ἑνὸς ἑκάστου μία ἰδία· ἐπιθυμίαι τε ὡσαύτως καὶ ἀρχαί.
πῶς λέγεις; ἔφη.
“Well then,” I said, “that would be our first proof. 580d Now look at this second one and see if you think there’s anything in it.”
“What is it?”
“Since the soul of each individual,” I said, “is divided in three, just as the city was divided into three classes, it will admit, I think, of another proof as well.”
“What is it?”
“This. Since there are three parts, there appear to me to be three kinds of pleasure too, one proper to each; and likewise three kinds of desire and of rule.”
“What do you mean?” he said.
τὸ μέν, φαμέν, ἦν ᾧ μανθάνει ἄνθρωπος, τὸ δὲ ᾧ θυμοῦται, τὸ δὲ τρίτον διὰ πολυειδίαν ἑνὶ οὐκ ἔσχομεν ὀνόματι προσειπεῖν 580e ἰδίῳ αὐτοῦ, ἀλλὰ ὃ μέγιστον καὶ ἰσχυρότατον εἶχεν ἐν αὑτῷ, τούτῳ ἐπωνομάσαμεν·
ἐπιθυμητικὸν γὰρ αὐτὸ κεκλήκαμεν διὰ σφοδρότητα τῶν τε περὶ τὴν ἐδωδὴν ἐπιθυμιῶν καὶ πόσιν καὶ ἀφροδίσια καὶ ὅσα ἄλλα τούτοις ἀκόλουθα, καὶ φιλοχρήματον δή, ὅτι διὰ χρημάτων μάλιστα ἀποτελοῦνται 581a αἱ τοιαῦται ἐπιθυμίαι.
καὶ ὀρθῶς γʼ, ἔφη.
“One part, we said, was that with which a person learns, and another that with which he feels anger. The third, because it takes so many forms, we couldn’t call by any one name 580e of its own, so we named it after the biggest and strongest thing in it.
“We called it the appetitive part because of the intensity of its appetites for food and drink and sex and everything that goes with them; and we also called it money-loving, since it’s above all by means of money that 581a appetites like these are fulfilled.”
“And rightly so,” he said.
ἆρʼ οὖν καὶ τὴν ἡδονὴν αὐτοῦ καὶ φιλίαν εἰ φαῖμεν εἶναι τοῦ κέρδους, μάλιστʼ ἂν εἰς ἓν κεφάλαιον ἀπερειδοίμεθα τῷ λόγῳ, ὥστε τι ἡμῖν αὐτοῖς δηλοῦν, ὁπότε τοῦτο τῆς ψυχῆς τὸ μέρος λέγοιμεν, καὶ καλοῦντες αὐτὸ φιλοχρήματον καὶ φιλοκερδὲς ὀρθῶς ἂν καλοῖμεν;
ἐμοὶ γοῦν δοκεῖ, ἔφη.
τί δέ; τὸ θυμοειδὲς οὐ πρὸς τὸ κρατεῖν μέντοι φαμὲν καὶ νικᾶν καὶ εὐδοκιμεῖν ἀεὶ ὅλον ὡρμῆσθαι; 581b
καὶ μάλα.
εἰ οὖν φιλόνικον αὐτὸ καὶ φιλότιμον προσαγορεύοιμεν, ἦ ἐμμελῶς ἂν ἔχοι;
ἐμμελέστατα μὲν οὖν.
“So if we also said that its pleasure and its love are for profit, wouldn’t that be the best way to pin it down under a single heading in our argument, so that it would be clear to us what we meant whenever we spoke of this part of the soul? And wouldn’t we be right to call it money-loving and profit-loving?”
“I think so, anyway,” he said.
“And what about the spirited part? Don’t we say it’s always wholly set on control and victory and good repute?” 581b
“Very much so.”
“So if we called it victory-loving and honor-loving, would that be apt?”
“Most apt.”
ἀλλὰ μὴν ᾧ γε μανθάνομεν, παντὶ δῆλον ὅτι πρὸς τὸ εἰδέναι τὴν ἀλήθειαν ὅπῃ ἔχει πᾶν ἀεὶ τέταται, καὶ χρημάτων τε καὶ δόξης ἥκιστα τούτων τούτῳ μέλει.
πολύ γε.
φιλομαθὲς δὴ καὶ φιλόσοφον καλοῦντες αὐτὸ κατὰ τρόπον ἂν καλοῖμεν;
πῶς γὰρ οὔ;
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἄρχει ἐν ταῖς ψυχαῖς τῶν μὲν 581c τοῦτο, τῶν δὲ τὸ ἕτερον ἐκείνων, ὁπότερον ἂν τύχῃ;
οὕτως, ἔφη.
διὰ ταῦτα δὴ καὶ ἀνθρώπων λέγομεν τὰ πρῶτα τριττὰ γένη εἶναι, φιλόσοφον, φιλόνικον, φιλοκερδές;
κομιδῇ γε.
“And as for the part with which we learn, it’s obvious to everyone that it is always wholly straining to know the truth of how things are, and that of the three it cares least about money and reputation.”
“By far.”
“Then would we be right to call it learning-loving and wisdom-loving?”
“Of course.”
“And in some people’s souls,” I said, “it is 581c this part that rules, while in others it’s one of the other two, whichever it happens to be?”
“That’s right,” he said.
“And that’s why we say there are also three primary kinds of people: the philosophic, the victory-loving, the profit-loving?”
“Exactly.”
καὶ ἡδονῶν δὴ τρία εἴδη, ὑποκείμενον ἓν ἑκάστῳ τούτων;
πάνυ γε.
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι εἰ ʼθέλοις τρεῖς τοιούτους ἀνθρώπους ἐν μέρει ἕκαστον ἀνερωτᾶν τίς τούτων τῶν βίων ἥδιστος, τὸν ἑαυτοῦ ἕκαστος μάλιστα ἐγκωμιάσεται; ὅ τε 581d χρηματιστικὸς πρὸς τὸ κερδαίνειν τὴν τοῦ τιμᾶσθαι ἡδονὴν ἢ τὴν τοῦ μανθάνειν οὐδενὸς ἀξίαν φήσει εἶναι, εἰ μὴ εἴ τι αὐτῶν ἀργύριον ποιεῖ;
ἀληθῆ, ἔφη.
“And three kinds of pleasure too, one underlying each of them?”
“Certainly.”
“Now you know,” I said, “that if you were to ask three such people in turn which of these lives is the most pleasant, each would praise his own above the rest? The 581d moneymaker will say that, compared with making a profit, the pleasure of being honored or of learning is worth nothing, unless it makes him some money?”
“True,” he said.
τί δὲ ὁ φιλότιμος; ἦν δʼ ἐγώ· οὐ τὴν μὲν ἀπὸ τῶν χρημάτων ἡδονὴν φορτικήν τινα ἡγεῖται, καὶ αὖ τὴν ἀπὸ τοῦ μανθάνειν, ὅτι μὴ μάθημα τιμὴν φέρει, καπνὸν καὶ φλυαρίαν;
οὕτως, ἔφη, ἔχει.
τὸν δὲ φιλόσοφον, ἦν δʼ ἐγώ, τί οἰώμεθα τὰς ἄλλας 581e ἡδονὰς νομίζειν πρὸς τὴν τοῦ εἰδέναι τἀληθὲς ὅπῃ ἔχει καὶ ἐν τοιούτῳ τινὶ ἀεὶ εἶναι μανθάνοντα; τῆς ἡδονῆς οὐ πάνυ πόρρω; καὶ καλεῖν τῷ ὄντι ἀναγκαίας, ὡς οὐδὲν τῶν ἄλλων δεόμενον, εἰ μὴ ἀνάγκη ἦν;
εὖ, ἔφη, δεῖ εἰδέναι;
“And what about the honor-lover?” I said. “Doesn’t he regard the pleasure that comes from money as rather vulgar, and the pleasure of learning, except insofar as learning brings honor, as so much smoke and nonsense?”
“That’s how it is,” he said.
“And the philosopher,” I said, “what should we suppose he thinks of the other 581e pleasures, compared with the pleasure of knowing the truth as it is, and of always being in some such state as he goes on learning? Doesn’t he think they fall far short of that pleasure? And doesn’t he call them necessary in the literal sense, since he’d have no need of any of them if necessity didn’t require it?”
“We can be sure of that,” he said.
ὅτε δὴ οὖν, εἶπον, ἀμφισβητοῦνται ἑκάστου τοῦ εἴδους αἱ ἡδοναὶ καὶ αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῆν μηδὲ τὸ χεῖρον καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ 582a ἥδιον καὶ ἀλυπότερον, πῶς ἂν εἰδεῖμεν τίς αὐτῶν ἀληθέστατα λέγει;
οὐ πάνυ, ἔφη, ἔγωγε ἔχω εἰπεῖν.
ἀλλʼ ὧδε σκόπει· τίνι χρὴ κρίνεσθαι τὰ μέλλοντα καλῶς κριθήσεσθαι; ἆρʼ οὐκ ἐμπειρίᾳ τε καὶ φρονήσει καὶ λόγῳ; ἢ τούτων ἔχοι ἄν τις βέλτιον κριτήριον;
καὶ πῶς ἄν; ἔφη.
“Then since the pleasures of each type, and their very lives, are in dispute—not over which way of living is finer or more shameful, or better or worse, but over which is actually 582a more pleasant and less painful—how could we know which of them is speaking most truly?”
“I can’t really say,” he said.
“Well, look at it this way. By what should things be judged if they’re to be judged well? Isn’t it by experience and understanding and reason? Or could anyone have a better criterion than these?”
“How could he?” he said.
σκόπει δή· τριῶν ὄντων τῶν ἀνδρῶν τίς ἐμπειρότατος πασῶν ὧν εἴπομεν ἡδονῶν; πότερον ὁ φιλοκερδής, μανθάνων αὐτὴν τὴν ἀλήθειαν οἷόν ἐστιν, ἐμπειρότερος δοκεῖ σοι εἶναι τῆς 582b ἀπὸ τοῦ εἰδέναι ἡδονῆς, ἢ ὁ φιλόσοφος τῆς ἀπὸ τοῦ κερδαίνειν;
πολύ, ἔφη, διαφέρει. τῷ μὲν γὰρ ἀνάγκη γεύεσθαι τῶν ἑτέρων ἐκ παιδὸς ἀρξαμένῳ· τῷ δὲ φιλοκερδεῖ, ὅπῃ πέφυκε τὰ ὄντα μανθάνοντι, τῆς ἡδονῆς ταύτης, ὡς γλυκεῖά ἐστιν, οὐκ ἀνάγκη γεύεσθαι οὐδʼ ἐμπείρῳ γίγνεσθαι, μᾶλλον δὲ καὶ προθυμουμένῳ οὐ ῥᾴδιον.
“Consider, then. Of the three men, which has the most experience of all the pleasures we mentioned? Does the profit-lover, by learning what truth itself is like, seem to you to have more experience of the 582b pleasure of knowing than the philosopher has of the pleasure of profit?”
“There’s a great difference,” he said. “The philosopher can’t help tasting the other pleasures, starting in childhood. But the profit-lover, when he learns the nature of the things that are, has no need to taste this pleasure and find out how sweet it is, or to gain experience of it; in fact, even if he were eager to, it wouldn’t be easy.”
πολὺ ἄρα, ἦν δʼ ἐγώ, διαφέρει τοῦ γε φιλοκερδοῦς ὁ φιλόσοφος ἐμπειρίᾳ ἀμφοτέρων τῶν ἡδονῶν. 582c
πολὺ μέντοι.
τί δὲ τοῦ φιλοτίμου; ἆρα μᾶλλον ἄπειρός ἐστι τῆς ἀπὸ τοῦ τιμᾶσθαι ἡδονῆς ἢ ἐκεῖνος τῆς ἀπὸ τοῦ φρονεῖν;
ἀλλὰ τιμὴ μέν, ἔφη, ἐάνπερ ἐξεργάζωνται ἐπὶ ὃ ἕκαστος ὥρμηκε, πᾶσιν αὐτοῖς ἕπεται—καὶ γὰρ ὁ πλούσιος ὑπὸ πολλῶν τιμᾶται καὶ ὁ ἀνδρεῖος καὶ σοφός—ὥστε ἀπό γε τοῦ τιμᾶσθαι, οἷόν ἐστιν, πάντες τῆς ἡδονῆς ἔμπειροι· τῆς δὲ τοῦ ὄντος θέας, οἵαν ἡδονὴν ἔχει, ἀδύνατον ἄλλῳ γεγεῦσθαι πλὴν τῷ φιλοσόφῳ. 582d
“So the philosopher far surpasses the profit-lover,” I said, “in experience of both pleasures.” 582c
“Far more, certainly.”
“And what about the honor-lover? Does the philosopher have less experience of the pleasure of being honored than the honor-lover has of the pleasure of understanding?”
“Well, honor,” he said, “comes to all of them, if each accomplishes what he has set out to do—the rich man is honored by many, and so are the brave man and the wise one—so all of them have experience of what the pleasure of being honored is like. But what pleasure there is in beholding what is, no one but the philosopher can have tasted.” 582d
ἐμπειρίας μὲν ἄρα, εἶπον, ἕνεκα κάλλιστα τῶν ἀνδρῶν κρίνει οὗτος.
πολύ γε.
καὶ μὴν μετά γε φρονήσεως μόνος ἔμπειρος γεγονὼς ἔσται.
τί μήν;
ἀλλὰ μὴν καὶ διʼ οὗ γε δεῖ ὀργάνου κρίνεσθαι, οὐ τοῦ φιλοκερδοῦς τοῦτο ὄργανον οὐδὲ τοῦ φιλοτίμου, ἀλλὰ τοῦ φιλοσόφου.
τὸ ποῖον;
διὰ λόγων που ἔφαμεν δεῖν κρίνεσθαι. ἦ γάρ;
ναί.
λόγοι δὲ τούτου μάλιστα ὄργανον.
πῶς δʼ οὔ;
“So as far as experience goes,” I said, “he’s the best judge of the three.”
“By far.”
“And he alone will have gained his experience together with understanding.”
“Certainly.”
“Moreover, the instrument by which things must be judged belongs not to the profit-lover or the honor-lover, but to the philosopher.”
“What instrument?”
“We said, I think, that they must be judged by means of arguments. Didn’t we?”
“Yes.”
“And arguments are above all his instrument.”
“Of course.”
οὐκοῦν εἰ μὲν πλούτῳ καὶ κέρδει ἄριστα ἐκρίνετο τὰ 582e κρινόμενα, ἃ ἐπῄνει ὁ φιλοκερδὴς καὶ ἔψεγεν, ἀνάγκη ἂν ἦν ταῦτα ἀληθέστατα εἶναι.
πολλή γε.
εἰ δὲ τιμῇ τε καὶ νίκῃ καὶ ἀνδρείᾳ, ἆρʼ οὐχ ἃ ὁ φιλότιμός τε καὶ φιλόνικος;
δῆλον.
ἐπειδὴ δʼ ἐμπειρίᾳ καὶ φρονήσει καὶ λόγῳ;
ἀνάγκη, ἔφη, ἃ ὁ φιλόσοφός τε καὶ ὁ φιλόλογος ἐπαινεῖ, ἀληθέστατα εἶναι.
“Now if the things under 582e judgment were best judged by wealth and profit, what the profit-lover praised and disparaged would necessarily be the truest.”
“Quite necessarily.”
“And if by honor and victory and courage, wouldn’t it be what the honor-lover and victory-lover praised?”
“Clearly.”
“But since it’s by experience and understanding and reason?”
“Then necessarily,” he said, “what the philosopher and lover of reason praises is truest.”
τριῶν ἄρʼ οὐσῶν τῶν ἡδονῶν ἡ τούτου τοῦ μέρους τῆς ψυχῆς ᾧ μανθάνομεν ἡδίστη ἂν εἴη, καὶ ἐν ᾧ ἡμῶν τοῦτο ἄρχει, ὁ τούτου βίος ἥδιστος;
πῶς δʼ οὐ μέλλει; ἔφη· κύριος γοῦν ἐπαινέτης ὢν ἐπαινεῖ τὸν ἑαυτοῦ βίον ὁ φρόνιμος.
τίνα δὲ δεύτερον, εἶπον, βίον καὶ τίνα δευτέραν ἡδονήν φησιν ὁ κριτὴς εἶναι;
δῆλον ὅτι τὴν τοῦ πολεμικοῦ τε καὶ φιλοτίμου· ἐγγυτέρω γὰρ αὐτοῦ ἐστιν ἢ ἡ τοῦ χρηματιστοῦ.
ὑστάτην δὴ τὴν τοῦ φιλοκερδοῦς, ὡς ἔοικεν.
τί μήν; ἦ δʼ ὅς. 583b
“So of the three pleasures, the pleasure of the part of the soul with which we learn would be the most pleasant, and the life of the one among us in whom this part rules would be the most pleasant?”
“How could it not be?” he said. “The man of understanding, at any rate, speaks with authority when he praises his own life.”
“And which life,” I said, “and which pleasure does the judge put second?”
“Clearly the warrior’s, the honor-lover’s, since it’s closer to his own than the moneymaker’s is.”
“And last, it seems, the profit-lover’s.”
“Of course,” he said. 583b
True and false pleasure
Socrates argues that only the philosopher's pleasures are true and pure, calculating the king 729 times happier.
ταῦτα μὲν τοίνυν οὕτω δύʼ ἐφεξῆς ἂν εἴη καὶ δὶς νενικηκὼς ὁ δίκαιος τὸν ἄδικον· τὸ δὲ τρίτον Ὀλυμπικῶς τῷ σωτῆρί τε καὶ τῷ Ὀλυμπίῳ Διί, ἄθρει ὅτι οὐδὲ παναληθής ἐστιν ἡ τῶν ἄλλων ἡδονὴ πλὴν τῆς τοῦ φρονίμου οὐδὲ καθαρά, ἀλλʼ ἐσκιαγραφημένη τις, ὡς ἐγὼ δοκῶ μοι τῶν σοφῶν τινος ἀκηκοέναι. καίτοι τοῦτʼ ἂν εἴη μέγιστόν τε καὶ κυριώτατον τῶν πτωμάτων.
πολύ γε· ἀλλὰ πῶς λέγεις; 583c
ὧδʼ, εἶπον, ἐξευρήσω, σοῦ ἀποκρινομένου ζητῶν ἅμα.
Ἐρώτα δή, ἔφη.
“So that makes two in a row, and twice the just man has beaten the unjust. Now for the third, Olympic-style, to Zeus the Savior and Olympian: note that, apart from the pleasure of the man of understanding, the pleasure of the others isn’t wholly true or pure, but a kind of shadow-painting, as I think I’ve heard from one of the wise. And yet this would be the greatest and most decisive of the falls.”
“By far. But what do you mean?” 583c
“I’ll find it out,” I said, “if I search while you answer.”
“Ask away, then,” he said.
λέγε δή, ἦν δʼ ἐγώ· οὐκ ἐναντίον φαμὲν λύπην ἡδονῇ;
καὶ μάλα.
οὐκοῦν καὶ τὸ μήτε χαίρειν μήτε λυπεῖσθαι εἶναί τι;
εἶναι μέντοι.
μεταξὺ τούτοιν ἀμφοῖν ἐν μέσῳ ὂν ἡσυχίαν τινὰ περὶ ταῦτα τῆς ψυχῆς; ἢ οὐχ οὕτως αὐτὸ λέγεις;
οὕτως, ἦ δʼ ὅς.
ἆρʼ οὖν μνημονεύεις, ἦν δʼ ἐγώ, τοὺς τῶν καμνόντων λόγους, οὓς λέγουσιν ὅταν κάμνωσιν;
ποίους;
ὡς οὐδὲν ἄρα ἐστὶν ἥδιον τοῦ ὑγιαίνειν, ἀλλὰ σφᾶς 583d ἐλελήθει, πρὶν κάμνειν, ἥδιστον ὄν.
μέμνημαι, ἔφη.
“Tell me, then,” I said. “Don’t we say that pain is the opposite of pleasure?”
“Certainly.”
“And that there is such a thing as feeling neither enjoyment nor pain?”
“There is.”
“Lying in the middle between the two—a kind of calm of the soul with respect to them? Or isn’t that how you’d put it?”
“That’s how,” he said.
“Now do you remember,” I said, “what sick people say when they’re ill?”
“What?”
“That nothing, it turns out, is more pleasant than being healthy, but that 583d before they fell ill they hadn’t noticed it was the most pleasant thing.”
“I remember,” he said.
οὐκοῦν καὶ τῶν περιωδυνίᾳ τινὶ ἐχομένων ἀκούεις λεγόντων ὡς οὐδὲν ἥδιον τοῦ παύσασθαι ὀδυνώμενον;
ἀκούω.
καὶ ἐν ἄλλοις γε οἶμαι πολλοῖς τοιούτοις αἰσθάνῃ γιγνομένους τοὺς ἀνθρώπους, ἐν οἷς, ὅταν λυπῶνται, τὸ μὴ λυπεῖσθαι καὶ τὴν ἡσυχίαν τοῦ τοιούτου ἐγκωμιάζουσιν ὡς ἥδιστον, οὐ τὸ χαίρειν.
τοῦτο γάρ, ἔφη, τότε ἡδὺ ἴσως καὶ ἀγαπητὸν γίγνεται, ἡσυχία. 583e
καὶ ὅταν παύσηται ἄρα, εἶπον, χαίρων τις, ἡ τῆς ἡδονῆς ἡσυχία λυπηρὸν ἔσται.
ἴσως, ἔφη.
“And you hear people in severe pain saying that nothing is more pleasant than for the pain to stop?”
“I do.”
“And I think you notice people in many other situations like these, where, when they’re in pain, it’s not feeling pain, and the calm that comes with it, that they praise as most pleasant—not enjoyment.”
“Yes,” he said, “because at such times, perhaps, calm does become pleasant and welcome.” 583e
“And so when someone stops enjoying himself,” I said, “the calm after pleasure will be painful.”
“Perhaps,” he said.
ὃ μεταξὺ ἄρα νυνδὴ ἀμφοτέρων ἔφαμεν εἶναι, τὴν ἡσυχίαν, τοῦτό ποτε ἀμφότερα ἔσται, λύπη τε καὶ ἡδονή.
ἔοικεν.
ἦ καὶ δυνατὸν τὸ μηδέτερα ὂν ἀμφότερα γίγνεσθαι;
οὔ μοι δοκεῖ.
καὶ μὴν τό γε ἡδὺ ἐν ψυχῇ γιγνόμενον καὶ τὸ λυπηρὸν κίνησίς τις ἀμφοτέρω ἐστόν· ἢ οὔ;
ναί.
τὸ δὲ μήτε λυπηρὸν μήτε ἡδὺ οὐχὶ ἡσυχία μέντοι καὶ ἐν μέσῳ τούτοιν ἐφάνη ἄρτι;
ἐφάνη γάρ.
πῶς οὖν ὀρθῶς ἔστι τὸ μὴ ἀλγεῖν ἡδὺ ἡγεῖσθαι ἢ τὸ μὴ χαίρειν ἀνιαρόν;
οὐδαμῶς.
“So what we said just now lay between the two—the calm—will at times be both, pain and pleasure.”
“It seems so.”
“But can what is neither become both?”
“I don’t think so.”
“And further, pleasure and pain, when they arise in the soul, are both a kind of motion, aren’t they?”
“Yes.”
“And didn’t what is neither painful nor pleasant turn out just now to be a calm, lying in the middle between these two?”
“It did.”
“Then how can it be right to think that not being in pain is pleasant, or that not enjoying oneself is distressing?”
“It can’t.”
οὐκ ἔστιν ἄρα τοῦτο, ἀλλὰ φαίνεται, ἦν δʼ ἐγώ, παρὰ τὸ ἀλγεινὸν ἡδὺ καὶ παρὰ τὸ ἡδὺ ἀλγεινὸν τότε ἡ ἡσυχία, καὶ οὐδὲν ὑγιὲς τούτων τῶν φαντασμάτων πρὸς ἡδονῆς ἀλήθειαν, ἀλλὰ γοητεία τις.
ὡς γοῦν ὁ λόγος, ἔφη, σημαίνει. 584b
ἰδὲ τοίνυν, ἔφην ἐγώ, ἡδονάς, αἳ οὐκ ἐκ λυπῶν εἰσίν, ἵνα μὴ πολλάκις οἰηθῇς ἐν τῷ παρόντι οὕτω τοῦτο πεφυκέναι, ἡδονὴν μὲν παῦλαν λύπης εἶναι, λύπην δὲ ἡδονῆς.
ποῦ δή, ἔφη, καὶ ποίας λέγεις;
“So it isn’t so,” I said. “Rather, the calm at such times appears pleasant beside what is painful, and painful beside what is pleasant, and there’s nothing sound in these appearances as regards the truth about pleasure; it’s a kind of sorcery.”
“So the argument indicates, at any rate,” he said. 584b
“Then look at pleasures that don’t come out of pains,” I said, “so that you won’t happen to suppose, in the present case, that it’s the nature of things for pleasure to be the cessation of pain, and pain the cessation of pleasure.”
“Where are these,” he said, “and which pleasures do you mean?”
πολλαὶ μέν, εἶπον, καὶ ἄλλαι, μάλιστα δʼ εἰ ʼθέλεις ἐννοῆσαι τὰς περὶ τὰς ὀσμὰς ἡδονάς. αὗται γὰρ οὐ προλυπηθέντι ἐξαίφνης ἀμήχανοι τὸ μέγεθος γίγνονται, παυσάμεναί τε λύπην οὐδεμίαν καταλείπουσιν.
ἀληθέστατα, ἔφη. 584c
μὴ ἄρα πειθώμεθα καθαρὰν ἡδονὴν εἶναι τὴν λύπης ἀπαλλαγήν, μηδὲ λύπην τὴν ἡδονῆς.
μὴ γάρ.
ἀλλὰ μέντοι, εἶπον, αἵ γε διὰ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν τείνουσαι καὶ λεγόμεναι ἡδοναί, σχεδὸν αἱ πλεῖσταί τε καὶ μέγισται, τούτου τοῦ εἴδους εἰσί, λυπῶν τινες ἀπαλλαγαί.
εἰσὶ γάρ.
“There are many others,” I said, “but consider especially, if you like, the pleasures of smell. These arise suddenly, with no prior pain, and are of extraordinary intensity, and when they stop they leave no pain behind.”
“Very true,” he said. 584c
“Then let’s not be persuaded that release from pain is pure pleasure, or that release from pleasure is pain.”
“No, let’s not.”
“And yet,” I said, “the so-called pleasures that reach the soul through the body—pretty much the most numerous and the greatest of them—are of this kind: releases of some sort from pain.”
“Yes, they are.”
οὐκοῦν καὶ αἱ πρὸ μελλόντων τούτων ἐκ προσδοκίας γιγνόμεναι προησθήσεις τε καὶ προλυπήσεις κατὰ ταὐτὰ ἔχουσιν;
κατὰ ταὐτά. 584d
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, οἷαί εἰσιν καὶ ᾧ μάλιστα ἐοίκασιν;
τῷ; ἔφη.
νομίζεις τι, εἶπον, ἐν τῇ φύσει εἶναι τὸ μὲν ἄνω, τὸ δὲ κάτω, τὸ δὲ μέσον;
ἔγωγε.
“And the anticipatory pleasures and pains that arise from expecting these things beforehand are the same way?”
“The same.” 584d
“Now do you know,” I said, “what they’re like, and what they most resemble?”
“What?” he said.
“Do you think,” I said, “that in nature there is an up, a down, and a middle?”
“I do.”
οἴει οὖν ἄν τινα ἐκ τοῦ κάτω φερόμενον πρὸς μέσον ἄλλο τι οἴεσθαι ἢ ἄνω φέρεσθαι; καὶ ἐν μέσῳ στάντα, ἀφορῶντα ὅθεν ἐνήνεκται, ἄλλοθί που ἂν ἡγεῖσθαι εἶναι ἢ ἐν τῷ ἄνω, μὴ ἑωρακότα τὸ ἀληθῶς ἄνω;
μὰ Δίʼ, οὐκ ἔγωγε, ἔφη, ἄλλως οἶμαι οἰηθῆναι ἂν τὸν τοιοῦτον. 584e
ἀλλʼ εἰ πάλιν γʼ, ἔφην, φέροιτο, κάτω τʼ ἂν οἴοιτο φέρεσθαι καὶ ἀληθῆ οἴοιτο;
πῶς γὰρ οὔ;
οὐκοῦν ταῦτα πάσχοι ἂν πάντα διὰ τὸ μὴ ἔμπειρος εἶναι τοῦ ἀληθινῶς ἄνω τε ὄντος καὶ ἐν μέσῳ καὶ κάτω;
“Then do you think that someone being carried from down below to the middle would think anything other than that he was being carried up? And standing in the middle and looking back at where he’d been carried from, would he think he was anywhere but up, never having seen what is truly up?”
“By Zeus,” he said, “I don’t think such a person would think anything else.” 584e
“And if he were carried back again,” I said, “he’d think he was being carried down, and he’d be right?”
“Of course.”
“And he’d go through all this because he has no experience of what is truly up and middle and down?”
δῆλον δή.
θαυμάζοις ἂν οὖν εἰ καὶ οἱ ἄπειροι ἀληθείας περὶ πολλῶν τε ἄλλων μὴ ὑγιεῖς δόξας ἔχουσιν, πρός τε ἡδονὴν καὶ λύπην καὶ τὸ μεταξὺ τούτων οὕτω διάκεινται, ὥστε, ὅταν μὲν ἐπὶ τὸ 585a λυπηρὸν φέρωνται, ἀληθῆ τε οἴονται καὶ τῷ ὄντι λυποῦνται, ὅταν δὲ ἀπὸ λύπης ἐπὶ τὸ μεταξύ, σφόδρα μὲν οἴονται πρὸς πληρώσει τε καὶ ἡδονῇ γίγνεσθαι, ὥσπερ πρὸς μέλαν φαιὸν ἀποσκοποῦντες ἀπειρίᾳ λευκοῦ, καὶ πρὸς τὸ ἄλυπον οὕτω λύπην ἀφορῶντες ἀπειρίᾳ ἡδονῆς ἀπατῶνται;
“Clearly.”
“Then would you be surprised if people without experience of truth, just as they hold unsound opinions about many other things, are also so disposed toward pleasure and pain and what lies between them that when they’re carried to the 585a painful, they think truly and really are in pain; but when they’re carried from pain to the middle, they firmly believe they’re arriving at fulfillment and pleasure? Like people who, having no experience of white, look at gray against black, they look at painlessness against pain and are deceived, having no experience of pleasure.”
μὰ Δία, ἦ δʼ ὅς, οὐκ ἂν θαυμάσαιμι, ἀλλὰ πολὺ μᾶλλον, εἰ μὴ οὕτως ἔχει.
ὧδέ γʼ οὖν, εἶπον, ἐννόει· οὐχὶ πεῖνα καὶ δίψα καὶ τὰ 585b τοιαῦτα κενώσεις τινές εἰσιν τῆς περὶ τὸ σῶμα ἕξεως;
τί μήν;
ἄγνοια δὲ καὶ ἀφροσύνη ἆρʼ οὐ κενότης ἐστὶ γῆς περὶ ψυχὴν αὖ ἕξεως;
μάλα γε.
οὐκοῦν πληροῖτʼ ἂν ὅ τε τροφῆς μεταλαμβάνων καὶ ὁ νοῦν ἴσχων;
πῶς δʼ οὔ;
πλήρωσις δὲ ἀληθεστέρα τοῦ ἧττον ἢ τοῦ μᾶλλον ὄντος;
δῆλον ὅτι τοῦ μᾶλλον.
“By Zeus,” he said, “I wouldn’t be surprised—I’d be much more surprised if it weren’t so.”
“Well, think of it this way,” I said. “Aren’t hunger and thirst and the 585b like kinds of emptiness in the condition of the body?”
“Of course.”
“And aren’t ignorance and folly, in turn, emptiness in the condition of the soul?”
“Very much so.”
“And the one who takes in food and the one who acquires understanding are both filled?”
“Of course.”
“And is the truer filling with what has less being, or with what has more?”
“Clearly with what has more.”
πότερα οὖν ἡγῇ τὰ γένη μᾶλλον καθαρᾶς οὐσίας μετέχειν, τὰ οἷον σίτου τε καὶ ποτοῦ καὶ ὄψου καὶ συμπάσης τροφῆς, ἢ τὸ δόξης τε ἀληθοῦς εἶδος καὶ ἐπιστήμης καὶ νοῦ καὶ 585c συλλήβδην αὖ πάσης ἀρετῆς; ὧδε δὲ κρῖνε· τὸ τοῦ ἀεὶ ὁμοίου ἐχόμενον καὶ ἀθανάτου καὶ ἀληθείας, καὶ αὐτὸ τοιοῦτον ὂν καὶ ἐν τοιούτῳ γιγνόμενον, μᾶλλον εἶναί σοι δοκεῖ, ἢ τὸ μηδέποτε ὁμοίου καὶ θνητοῦ, καὶ αὐτὸ τοιοῦτον καὶ ἐν τοιούτῳ γιγνόμενον;
πολύ, ἔφη, διαφέρει τὸ τοῦ ἀεὶ ὁμοίου.
“Then which kinds of things do you think have a greater share in pure being: things like bread and drink and relish and all nourishment, or the kind that consists of true opinion and knowledge and understanding and, 585c in sum, all excellence? Judge it this way. What is bound up with what is always the same, and immortal, and with truth, and is itself of that sort and comes to be in something of that sort—does that seem to you to have more being than what is bound up with what is never the same, and mortal, and is itself of that sort and comes to be in something of that sort?”
“What is bound up with what is always the same,” he said, “is far superior.”
ἡ οὖν ἀεὶ ὁμοίου οὐσία οὐσίας τι μᾶλλον ἢ ἐπιστήμης μετέχει;
οὐδαμῶς.
τί δʼ; ἀληθείας;
οὐδὲ τοῦτο.
εἰ δὲ ἀληθείας ἧττον, οὐ καὶ οὐσίας;
ἀνάγκη. 585d
οὐκοῦν ὅλως τὰ περὶ τὴν τοῦ σώματος θεραπείαν γένη τῶν γενῶν αὖ τῶν περὶ τὴν τῆς ψυχῆς θεραπείαν ἧττον ἀληθείας τε καὶ οὐσίας μετέχει;
πολύ γε.
σῶμα δὲ αὐτὸ ψυχῆς οὐκ οἴει οὕτως;
ἔγωγε.
“Then does the being of what is always the same have any more share in being than in knowledge?”
“Not at all.”
“What about truth?”
“Not in that either.”
“And if it had less share in truth, wouldn’t it have less in being too?”
“Necessarily.” 585d
“So in general, don’t the kinds of things that serve the care of the body have less share in truth and being than those that serve the care of the soul?”
“Much less.”
“And don’t you think the same holds of the body itself compared with the soul?”
“I do.”
οὐκοῦν τὸ τῶν μᾶλλον ὄντων πληρούμενον καὶ αὐτὸ μᾶλλον ὂν ὄντως μᾶλλον πληροῦται ἢ τὸ τῶν ἧττον ὄντων καὶ αὐτὸ ἧττον ὄν;
πῶς γὰρ οὔ;
εἰ ἄρα τὸ πληροῦσθαι τῶν φύσει προσηκόντων ἡδύ ἐστι, τὸ τῷ ὄντι καὶ τῶν ὄντων πληρούμενον μᾶλλον μᾶλλον 585e ὄντως τε καὶ ἀληθεστέρως χαίρειν ἂν ποιοῖ ἡδονῇ ἀληθεῖ, τὸ δὲ τῶν ἧττον ὄντων μεταλαμβάνον ἧττόν τε ἂν ἀληθῶς καὶ βεβαίως πληροῖτο καὶ ἀπιστοτέρας ἂν ἡδονῆς καὶ ἧττον ἀληθοῦς μεταλαμβάνοι.
ἀναγκαιότατα, ἔφη.
“And isn’t what is filled with things that have more being, and has more being itself, more really filled than what is filled with things that have less being and has less being itself?”
“Of course.”
“So if being filled with what suits one’s nature is pleasant, then what is more really filled, and with things that have more being, would make one more 585e really and truly enjoy a true pleasure; while what takes in things that have less being would be less truly and less securely filled, and would get a share of a less trustworthy and less true pleasure.”
“Quite necessarily,” he said.
οἱ ἄρα φρονήσεως καὶ ἀρετῆς ἄπειροι, εὐωχίαις δὲ καὶ τοῖς τοιούτοις ἀεὶ συνόντες, κάτω, ὡς ἔοικεν, καὶ μέχρι πάλιν πρὸς τὸ μεταξὺ φέρονταί τε καὶ ταύτῃ πλανῶνται διὰ βίου, ὑπερβάντες δὲ τοῦτο πρὸς τὸ ἀληθῶς ἄνω οὔτε ἀνέβλεψαν πώποτε οὔτε ἠνέχθησαν, οὐδὲ τοῦ ὄντος τῷ ὄντι ἐπληρώθησαν, οὐδὲ βεβαίου τε καὶ καθαρᾶς ἡδονῆς ἐγεύσαντο, ἀλλὰ βοσκημάτων δίκην κάτω ἀεὶ βλέποντες καὶ κεκυφότες εἰς γῆν καὶ εἰς τραπέζας βόσκονται χορταζόμενοι καὶ ὀχεύοντες, 586b καὶ ἕνεκα τῆς τούτων πλεονεξίας λακτίζοντες καὶ κυρίττοντες ἀλλήλους σιδηροῖς κέρασί τε καὶ ὁπλαῖς ἀποκτεινύασι διʼ ἀπληστίαν, ἅτε οὐχὶ τοῖς οὖσιν οὐδὲ τὸ ὂν οὐδὲ τὸ στέγον ἑαυτῶν πιμπλάντες.
“So those without experience of understanding and excellence, who are always busy with feasting and the like, are carried down, it seems, and then back up as far as the middle, and they wander this way all their lives. They’ve never passed beyond this to what is truly up—never looked up at it or been carried there—never been filled with what really is, and never tasted secure and pure pleasure. Instead, like cattle, always looking down, heads bent to the ground and to their tables, they graze, fattening themselves and mating; 586b and in their greed for more of these things they kick and butt one another with horns and hooves of iron, and kill each other because they can never be satisfied, since they don’t fill the real part of themselves, the part that can hold them, with things that are real.”
παντελῶς, ἔφη ὁ Γλαύκων, τὸν τῶν πολλῶν, ὦ Σώκρατες, χρησμῳδεῖς βίον.
ἆρʼ οὖν οὐκ ἀνάγκη καὶ ἡδοναῖς συνεῖναι μεμειγμέναις λύπαις, εἰδώλοις τῆς ἀληθοῦς ἡδονῆς καὶ ἐσκιαγραφημέναις, 586c ὑπὸ τῆς παρʼ ἀλλήλας θέσεως ἀποχραινομέναις, ὥστε σφοδροὺς ἑκατέρας φαίνεσθαι, καὶ ἔρωτας ἑαυτῶν λυττῶντας τοῖς ἄφροσιν ἐντίκτειν καὶ περιμαχήτους εἶναι, ὥσπερ τὸ τῆς Ἑλένης εἴδωλον ὑπὸ τῶν ἐν Τροίᾳ Στησίχορός φησι γενέσθαι περιμάχητον ἀγνοίᾳ τοῦ ἀληθοῦς;
πολλὴ ἀνάγκη, ἔφη, τοιοῦτόν τι αὐτὸ εἶναι.
“Socrates,” said Glaucon, “you’re describing the life of the many exactly, like an oracle.”
“Then aren’t they bound to live with pleasures mixed with pains—phantoms of true pleasure, shadow-paintings, 586c colored by being set beside one another, so that each seems intense—and to breed mad passions for themselves in the foolish, and to be fought over, just as Stesichorus says the phantom of Helen was fought over by the men at Troy, in ignorance of the truth?”
“Something like that,” he said, “is quite inevitable.”
τί δέ; περὶ τὸ θυμοειδὲς οὐχ ἕτερα τοιαῦτα ἀνάγκη γίγνεσθαι, ὃς ἂν αὐτὸ τοῦτο διαπράττηται ἢ φθόνῳ διὰ φιλοτιμίαν ἢ βίᾳ διὰ φιλονικίαν ἢ θυμῷ διὰ δυσκολίαν, 586d πλησμονὴν τιμῆς τε καὶ νίκης καὶ θυμοῦ διώκων ἄνευ λογισμοῦ τε καὶ νοῦ;
τοιαῦτα, ἦ δʼ ὅς, ἀνάγκη καὶ περὶ τοῦτο εἶναι.
“And what about the spirited part? Isn’t the same sort of thing bound to happen to anyone who gives it full play—through envy prompted by love of honor, or violence prompted by love of victory, or anger prompted by bad temper— 586d pursuing his fill of honor and victory and anger without reasoning or understanding?”
“The same sort of thing,” he said, “is bound to happen with this part too.”
τί οὖν, ἦν δʼ ἐγώ· θαρροῦντες λέγωμεν ὅτι καὶ περὶ τὸ φιλοκερδὲς καὶ τὸ φιλόνικον ὅσαι ἐπιθυμίαι εἰσίν, αἳ μὲν ἂν τῇ ἐπιστήμῃ καὶ λόγῳ ἑπόμεναι καὶ μετὰ τούτων τὰς ἡδονὰς διώκουσαι, ἃς ἂν τὸ φρόνιμον ἐξηγῆται, λαμβάνωσι, τὰς ἀληθεστάτας τε λήψονται, ὡς οἷόν τε αὐταῖς ἀληθεῖς 586e λαβεῖν, ἅτε ἀληθείᾳ ἑπομένων, καὶ τὰς ἑαυτῶν οἰκείας, εἴπερ τὸ βέλτιστον ἑκάστῳ, τοῦτο καὶ οἰκειότατον;
ἀλλὰ μήν, ἔφη, οἰκειότατόν γε.
“Well then,” I said, “may we confidently say that even the desires connected with the profit-loving and victory-loving parts, if they follow knowledge and reason and pursue with them the pleasures that the part with understanding directs them to, will obtain the truest pleasures, so far as they can obtain true ones, 586e since they follow truth—and the pleasures that are their own, if what is best for each thing is also most its own?”
“It certainly is most its own,” he said.
τῷ φιλοσόφῳ ἄρα ἑπομένης ἁπάσης τῆς ψυχῆς καὶ μὴ στασιαζούσης ἑκάστῳ τῷ μέρει ὑπάρχει εἴς τε τἆλλα τὰ ἑαυτοῦ πράττειν καὶ δικαίῳ εἶναι, καὶ δὴ καὶ τὰς ἡδονὰς τὰς ἑαυτοῦ ἕκαστον καὶ τὰς βελτίστας καὶ εἰς τὸ δυνατὸν τὰς 587a ἀληθεστάτας καρποῦσθαι.
κομιδῇ μὲν οὖν.
ὅταν δὲ ἄρα τῶν ἑτέρων τι κρατήσῃ, ὑπάρχει αὐτῷ μήτε τὴν ἑαυτοῦ ἡδονὴν ἐξευρίσκειν, τά τε ἄλλʼ ἀναγκάζειν ἀλλοτρίαν καὶ μὴ ἀληθῆ ἡδονὴν διώκειν.
οὕτως, ἔφη.
οὐκοῦν ἃ πλεῖστον φιλοσοφίας τε καὶ λόγου ἀφέστηκεν, μάλιστʼ ἂν τοιαῦτα ἐξεργάζοιτο;
πολύ γε.
“So when the whole soul follows the philosophic part and isn’t in conflict with itself, each part can do its own work in every other respect and be just, and in particular each can enjoy its own pleasures, the best pleasures and, so far as possible, the 587a truest.”
“Exactly.”
“But when one of the other parts gains control, the result is that it can’t find its own pleasure, and it compels the other parts to pursue a pleasure that is alien to them and not true.”
“That’s so,” he said.
“And wouldn’t what stands furthest from philosophy and reason be most likely to produce such effects?”
“By far.”
πλεῖστον δὲ λόγου ἀφίσταται οὐχ ὅπερ νόμου τε καὶ τάξεως;
δῆλον δή.
ἐφάνησαν δὲ πλεῖστον ἀφεστῶσαι οὐχ αἱ ἐρωτικαί τε 587b καὶ τυραννικαὶ ἐπιθυμίαι;
πολύ γε.
ἐλάχιστον δὲ αἱ βασιλικαί τε καὶ κόσμιαι;
ναί.
πλεῖστον δὴ οἶμαι ἀληθοῦς ἡδονῆς καὶ οἰκείας ὁ τύραννος ἀφεστήξει, ὁ δὲ ὀλίγιστον.
ἀνάγκη.
καὶ ἀηδέστατα ἄρα, εἶπον, ὁ τύραννος βιώσεται, ὁ δὲ βασιλεὺς ἥδιστα.
πολλὴ ἀνάγκη.
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὅσῳ ἀηδέστερον ζῇ τύραννος βασιλέως;
ἂν εἴπῃς, ἔφη.
“And isn’t what stands furthest from reason what stands furthest from law and order?”
“Clearly.”
“And didn’t the erotic and 587b tyrannical desires turn out to stand furthest off?”
“By far.”
“And the kingly and orderly ones least far?”
“Yes.”
“Then the tyrant, I think, will stand furthest from true pleasure, the pleasure that is his own, and the king least far.”
“Necessarily.”
“And so the tyrant will live most unpleasantly,” I said, “and the king most pleasantly.”
“Quite necessarily.”
“Then do you know,” I said, “how much more unpleasantly the tyrant lives than the king?”
“I will if you tell me,” he said.
τριῶν ἡδονῶν, ὡς ἔοικεν, οὐσῶν, μιᾶς μὲν γνησίας, δυοῖν 587c δὲ νόθαιν, τῶν νόθων εἰς τὸ ἐπέκεινα ὑπερβὰς ὁ τύραννος, φυγὼν νόμον τε καὶ λόγον, δούλαις τισὶ δορυφόροις ἡδοναῖς συνοικεῖ, καὶ ὁπόσῳ ἐλαττοῦται οὐδὲ πάνυ ῥᾴδιον εἰπεῖν, πλὴν ἴσως ὧδε.
πῶς; ἔφη.
ἀπὸ τοῦ ὀλιγαρχικοῦ τρίτος που ὁ τύραννος ἀφειστήκει· ἐν μέσῳ γὰρ αὐτῶν ὁ δημοτικὸς ἦν.
ναί.
οὐκοῦν καὶ ἡδονῆς τρίτῳ εἰδώλῳ πρὸς ἀλήθειαν ἀπʼ ἐκείνου συνοικοῖ ἄν, εἰ τὰ πρόσθεν ἀληθῆ;
οὕτω.
“There are three pleasures, it seems: one genuine and two 587c bastard. The tyrant has gone beyond the bastard ones to the far side, fleeing law and reason, and lives with certain slavish pleasures as his bodyguard. Just how much worse off he is isn’t at all easy to say, except perhaps this way.”
“How?” he said.
“The tyrant stood third from the oligarchic man, I think, since the democratic man was between them.”
“Yes.”
“Then if what we said before is true, the phantom of pleasure he lives with would also be third from the oligarch’s in point of truth?”
“That’s right.”
ὁ δέ γε ὀλιγαρχικὸς ἀπὸ τοῦ βασιλικοῦ αὖ τρίτος, ἐὰν 587d εἰς ταὐτὸν ἀριστοκρατικὸν καὶ βασιλικὸν τιθῶμεν.
τρίτος γάρ.
τριπλασίου ἄρα, ἦν δʼ ἐγώ, τριπλάσιον ἀριθμῷ ἀληθοῦς ἡδονῆς ἀφέστηκεν τύραννος.
φαίνεται.
ἐπίπεδον ἄρʼ, ἔφην, ὡς ἔοικεν, τὸ εἴδωλον κατὰ τὸν τοῦ μήκους ἀριθμὸν ἡδονῆς τυραννικῆς ἂν εἴη.
κομιδῇ γε.
κατὰ δὲ δύναμιν καὶ τρίτην αὔξην δῆλον δὴ ἀπόστασιν ὅσην ἀφεστηκὼς γίγνεται.
δῆλον, ἔφη, τῷ γε λογιστικῷ.
“And the oligarchic man in turn is third from the kingly one, if 587d we count the aristocratic and the kingly as the same.”
“Yes, third.”
“So the tyrant stands removed from true pleasure,” I said, “by a number that is three times three.”
“It seems so.”
“Then the phantom of tyrannical pleasure, it seems,” I said, “would be a plane figure, as measured by the number of its length.”
“Exactly.”
“And by squaring and then raising to the third dimension, it’s clear how great a distance separates him.”
“It’s clear,” he said, “to someone good at calculating, anyway.”
οὐκοῦν ἐάν τις μεταστρέψας ἀληθείᾳ ἡδονῆς τὸν βασιλέα 587e τοῦ τυράννου ἀφεστηκότα λέγῃ ὅσον ἀφέστηκεν, ἐννεακαιεικοσικαιεπτακοσιοπλασιάκις ἥδιον αὐτὸν ζῶντα εὑρήσει τελειωθείσῃ τῇ πολλαπλασιώσει, τὸν δὲ τύραννον ἀνιαρότερον τῇ αὐτῇ ταύτῃ ἀποστάσει.
ἀμήχανον, ἔφη, λογισμὸν καταπεφόρηκας τῆς διαφορότητος 588a τοῖν ἀνδροῖν, τοῦ τε δικαίου καὶ τοῦ ἀδίκου, πρὸς ἡδονήν τε καὶ λύπην.
καὶ μέντοι καὶ ἀληθῆ καὶ προσήκοντά γε, ἦν δʼ ἐγώ, βίοις ἀριθμόν, εἴπερ αὐτοῖς προσήκουσιν ἡμέραι καὶ νύκτες καὶ μῆνες καὶ ἐνιαυτοί.
ἀλλὰ μήν, ἔφη, προσήκουσιν.
“So if someone turns it around and says how far the king 587e stands from the tyrant in truth of pleasure, he’ll find, when the multiplication is complete, that the king lives seven hundred and twenty-nine times more pleasantly, and the tyrant more painfully by that same distance.”
“What a staggering calculation you’ve heaped up,” he said, “of the difference 588a between the two men, the just and the unjust, in pleasure and pain!”
“And yet it’s a true number,” I said, “and one that fits their lives, if days and nights and months and years fit them.”
“They certainly do,” he said.
The many-headed beast
Socrates pictures the soul as a many-headed beast, a lion and a man to show injustice never pays.
οὐκοῦν εἰ τοσοῦτον ἡδονῇ νικᾷ ὁ ἀγαθός τε καὶ δίκαιος τὸν κακόν τε καὶ ἄδικον, ἀμηχάνῳ δὴ ὅσῳ πλείονι νικήσει εὐσχημοσύνῃ τε βίου καὶ κάλλει καὶ ἀρετῇ;
ἀμηχάνῳ μέντοι νὴ Δία, ἔφη. 588b
εἶεν δή, εἶπον· ἐπειδὴ ἐνταῦθα λόγου γεγόναμεν, ἀναλάβωμεν τὰ πρῶτα λεχθέντα, διʼ ἃ δεῦρʼ ἥκομεν. ἦν δέ που λεγόμενον λυσιτελεῖν ἀδικεῖν τῷ τελέως μὲν ἀδίκῳ, δοξαζομένῳ δὲ δικαίῳ· ἢ οὐχ οὕτως ἐλέχθη;
οὕτω μὲν οὖν.
νῦν δή, ἔφην, αὐτῷ διαλεγώμεθα, ἐπειδὴ διωμολογησάμεθα τό τε ἀδικεῖν καὶ τὸ δίκαια πράττειν ἣν ἑκάτερον ἔχει δύναμιν.
“So if the good and just man beats the bad and unjust man by that much in pleasure, won’t he beat him by an incalculably greater margin in grace of life, and in beauty and excellence?”
“Incalculably greater, by Zeus,” he said. 588b
“Well then,” I said, “since we’ve reached this point in the argument, let’s take up again what was said at the start, which brought us here. It was said, I think, that injustice pays for someone who is completely unjust but has a reputation for justice. Or wasn’t that how it was put?”
“It certainly was.”
“Then let’s talk with the man who said it,” I said, “now that we’ve agreed on the power that doing injustice and doing just things each have.”
πῶς; ἔφη.
εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων οἷα ἔλεγεν. 588c
ποίαν τινά; ἦ δʼ ὅς.
τῶν τοιούτων τινά, ἦν δʼ ἐγώ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου, καὶ ἄλλαι τινὲς συχναὶ λέγονται συμπεφυκυῖαι ἰδέαι πολλαὶ εἰς ἓν γενέσθαι.
λέγονται γάρ, ἔφη.
πλάττε τοίνυν μίαν μὲν ἰδέαν θηρίου ποικίλου καὶ πολυκεφάλου, ἡμέρων δὲ θηρίων ἔχοντος κεφαλὰς κύκλῳ καὶ ἀγρίων, καὶ δυνατοῦ μεταβάλλειν καὶ φύειν ἐξ αὑτοῦ πάντα ταῦτα. 588d
“How?” he said.
“By molding an image of the soul in words, so that the one who said those things will see what he was saying.” 588c
“What sort of image?” he said.
“One like the creatures the old stories say existed,” I said, “such as the Chimera, Scylla and Cerberus, and a great many others in which several shapes are said to have grown together into one.”
“Yes, so they say,” he said.
“Then mold a single shape of a many-colored, many-headed beast, with a ring of heads of tame and wild animals, which it can change and grow out of itself, all of them.” 588d
δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως δέ, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων λόγος, πεπλάσθω.
μίαν δὴ τοίνυν ἄλλην ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον ἔστω τὸ πρῶτον καὶ δεύτερον τὸ δεύτερον.
ταῦτα, ἔφη, ῥᾴω, καὶ πέπλασται.
σύναπτε τοίνυν αὐτὰ εἰς ἓν τρία ὄντα, ὥστε πῃ συμπεφυκέναι ἀλλήλοις.
συνῆπται, ἔφη.
περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ 588e ἔξω μόνον ἔλυτρον ὁρῶντι, ἓν ζῷον φαίνεσθαι, ἄνθρωπον.
περιπέπλασται, ἔφη.
“That’s a job for a skilled sculptor,” he said. “Still, since words are easier to mold than wax and the like, consider it molded.”
“Now mold one other shape, a lion’s, and one of a human being. Let the first be by far the largest, and the second second.”
“Those are easier,” he said, “and they’re molded.”
“Now join the three into one, so that they somehow grow together with one another.”
“They’re joined,” he said.
“Now mold around them on the outside the image of one of them, the human being, so that to anyone who can’t see what’s inside, but sees only the 588e outer shell, it looks like a single creature, a human being.”
“It’s molded around them,” he said.
λέγωμεν δὴ τῷ λέγοντι ὡς λυσιτελεῖ τούτῳ ἀδικεῖν τῷ ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ συμφέρει, ὅτι οὐδὲν ἄλλο φησὶν ἢ λυσιτελεῖν αὐτῷ τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι ποιεῖν ἰσχυρὸν καὶ τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα, τὸν 589a δὲ ἄνθρωπον λιμοκτονεῖν καὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπῃ ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ συνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλʼ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα.
παντάπασι γάρ, ἔφη, ταῦτʼ ἂν λέγοι ὁ τὸ ἀδικεῖν ἐπαινῶν.
“Then let’s tell whoever says it pays this human being to do wrong, and that doing just things doesn’t benefit him, that he is saying nothing other than this: that it pays him to feast the many-sided beast and make it strong, and the lion and all that belongs to the lion too, while he starves 589a the human being and makes him weak, so that he gets dragged wherever either of the other two leads; and that he shouldn’t accustom them to one another or make them friends, but leave them to bite each other and fight and devour one another.”
“Yes,” he said, “that’s exactly what someone who praises doing wrong would be saying.”
οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς 589b ἄνθρωπος ἔσται ἐγκρατέστατος, καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργός, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασεύων, τὰ δὲ ἄγρια ἀποκωλύων φύεσθαι, σύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν, καὶ κοινῇ πάντων κηδόμενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ αὑτῷ, οὕτω θρέψει;
κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαινῶν.
“And on the other hand, someone who says that just things pay would say that we must do and say whatever will give the human being within the fullest 589b mastery over the whole person. He’ll take charge of the many-headed creature like a farmer, nurturing and taming the gentle parts and preventing the wild ones from growing, making the lion’s nature his ally; and caring for them all in common, making them friends with one another and with himself, that’s how he’ll raise them. Isn’t that so?”
“Yes, that’s exactly what someone who praises justice says.”
κατὰ πάντα τρόπον δὴ ὁ μὲν τὰ δίκαια ἐγκωμιάζων ἀληθῆ 589c ἂν λέγοι, ὁ δὲ τὰ ἄδικα ψεύδοιτο. πρός τε γὰρ ἡδονὴν καὶ πρὸς εὐδοξίαν καὶ ὠφελίαν σκοπουμένῳ ὁ μὲν ἐπαινέτης τοῦ δικαίου ἀληθεύει, ὁ δὲ ψέκτης οὐδὲν ὑγιὲς οὐδʼ εἰδὼς ψέγει ὅτι ψέγει.
οὔ μοι δοκεῖ, ἦ δʼ ὅς, οὐδαμῇ γε.
“So in every way the one who praises just things would be telling the truth, 589c and the one who praises unjust things would be lying. Whether you look at it with an eye to pleasure, or to good reputation, or to benefit, the praiser of justice speaks the truth, while the one who finds fault with it says nothing sound, and doesn’t even know what he’s finding fault with.”
“No,” he said, “it seems to me he doesn’t, not in any way.”
πείθωμεν τοίνυν αὐτὸν πρᾴως—οὐ γὰρ ἑκὼν ἁμαρτάνει —ἐρωτῶντες· ὦ μακάριε, οὐ καὶ τὰ καλὰ καὶ αἰσχρὰ νόμιμα διὰ τὰ τοιαῦτʼ ἂν φαῖμεν γεγονέναι· τὰ μὲν καλὰ τὰ ὑπὸ 589d τῷ ἀνθρώπῳ, μᾶλλον δὲ ἴσως τὰ ὑπὸ τῷ θείῳ τὰ θηριώδη ποιοῦντα τῆς φύσεως, αἰσχρὰ δὲ τὰ ὑπὸ τῷ ἀγρίῳ τὸ ἥμερον δουλούμενα; συμφήσει· ἢ πῶς;
ἐάν μοι, ἔφη, πείθηται.
“Then let’s persuade him gently—he isn’t going wrong willingly—by asking him: ‘My dear fellow, wouldn’t we say that what custom counts as fine and shameful came to be so for reasons like these? The fine is what puts the bestial parts of our nature under 589d the human being, or rather perhaps under the divine; the shameful is what enslaves the gentle to the wild.’ Will he agree, or what?”
“He will,” he said, “if he takes my advice.”
ἔστιν οὖν, εἶπον, ὅτῳ λυσιτελεῖ ἐκ τούτου τοῦ λόγου χρυσίον λαμβάνειν ἀδίκως, εἴπερ τοιόνδε τι γίγνεται, λαμβάνων τὸ χρυσίον ἅμα καταδουλοῦται τὸ βέλτιστον ἑαυτοῦ 589e τῷ μοχθηροτάτῳ; ἢ εἰ μὲν λαβὼν χρυσίον ὑὸν ἢ θυγατέρα ἐδουλοῦτο, καὶ ταῦτʼ εἰς ἀγρίων τε καὶ κακῶν ἀνδρῶν, οὐκ ἂν αὐτῷ ἐλυσιτέλει οὐδʼ ἂν πάμπολυ ἐπὶ τούτῳ λαμβάνειν, εἰ δὲ τὸ ἑαυτοῦ θειότατον ὑπὸ τῷ ἀθεωτάτῳ τε καὶ μιαρωτάτῳ δουλοῦται καὶ μηδὲν ἐλεεῖ, οὐκ ἄρα ἄθλιός ἐστι καὶ πολὺ 590a ἐπὶ δεινοτέρῳ ὀλέθρῳ χρυσὸν δωροδοκεῖ ἢ Ἐριφύλη ἐπὶ τῇ τοῦ ἀνδρὸς ψυχῇ τὸν ὅρμον δεξαμένη;
“Is there anyone, then,” I said, “whom it profits, on this account, to take gold unjustly, if what happens is something like this: in taking the gold he at the same time enslaves the best part of himself 589e to the most wicked? If taking gold meant enslaving his son or daughter, and to savage and wicked men at that, it wouldn’t profit him, however much he got for it. But if he enslaves the most divine part of himself to the most godless and foul, and feels no pity, isn’t he wretched? Isn’t he taking a bribe of gold for a far 590a more terrible ruin than Eriphyle did when she accepted the necklace in return for her husband’s life?”
πολὺ μέντοι, ἦ δʼ ὃς ὁ Γλαύκων· ἐγὼ γάρ σοι ὑπὲρ ἐκείνου ἀποκρινοῦμαι.
οὐκοῦν καὶ τὸ ἀκολασταίνειν οἴει διὰ τοιαῦτα πάλαι ψέγεσθαι, ὅτι ἀνίεται ἐν τῷ τοιούτῳ τὸ δεινόν, τὸ μέγα ἐκεῖνο καὶ πολυειδὲς θρέμμα, πέρα τοῦ δέοντος;
δῆλον, ἔφη.
ἡ δʼ αὐθάδεια καὶ δυσκολία ψέγεται οὐχ ὅταν τὸ λεοντῶδές 590b τε καὶ ὀφεῶδες αὔξηται καὶ συντείνηται ἀναρμόστως;
πάνυ μὲν οὖν.
τρυφὴ δὲ καὶ μαλθακία οὐκ ἐπὶ τῇ αὐτοῦ τούτου χαλάσει τε καὶ ἀνέσει ψέγεται, ὅταν ἐν αὐτῷ δειλίαν ἐμποιῇ;
τί μήν;
“Far more terrible,” said Glaucon. “I’ll answer for him.”
“And don’t you think licentiousness has long been condemned for reasons like these, because in someone like that the terrible thing, that great and many-formed creature, is let loose more than it should be?”
“Clearly,” he said.
“And aren’t stubbornness and bad temper condemned when the lion-like and 590b snake-like part grows and is strung too tight, out of tune?”
“Certainly.”
“And aren’t luxury and softness condemned for slackening and loosening this same part, when they produce cowardice in it?”
“Of course.”
κολακεία δὲ καὶ ἀνελευθερία οὐχ ὅταν τις τὸ αὐτὸ τοῦτο, τὸ θυμοειδές, ὑπὸ τῷ ὀχλώδει θηρίῳ ποιῇ καὶ ἕνεκα χρημάτων καὶ τῆς ἐκείνου ἀπληστίας προπηλακιζόμενον ἐθίζῃ ἐκ νέου ἀντὶ λέοντος πίθηκον γίγνεσθαι; 590c
καὶ μάλα, ἔφη.
βαναυσία δὲ καὶ χειροτεχνία διὰ τί οἴει ὄνειδος φέρει; ἢ διʼ ἄλλο τι φήσομεν ἢ ὅταν τις ἀσθενὲς φύσει ἔχῃ τὸ τοῦ βελτίστου εἶδος, ὥστε μὴ ἂν δύνασθαι ἄρχειν τῶν ἐν αὑτῷ θρεμμάτων, ἀλλὰ θεραπεύειν ἐκεῖνα, καὶ τὰ θωπεύματα αὐτῶν μόνον δύνηται μανθάνειν;
ἔοικεν, ἔφη.
“And flattery and servility? Aren’t they condemned when someone puts this same part, the spirited part, under the mob-like beast, and lets it be dragged through the mud for the sake of money and that beast’s insatiable greed, training it from youth to become an ape instead of a lion?” 590c
“Very much so,” he said.
“And why do you think manual labor and handicraft bring reproach? Shall we say it’s for any reason other than that the best part in someone is naturally weak, so that he can’t rule the creatures inside him, but only serve them, and can learn nothing but how to flatter them?”
“So it seems,” he said.
οὐκοῦν ἵνα καὶ ὁ τοιοῦτος ὑπὸ ὁμοίου ἄρχηται οἵουπερ ὁ βέλτιστος, δοῦλον αὐτόν φαμεν δεῖν εἶναι ἐκείνου τοῦ βελτίστου 590d καὶ ἔχοντος ἐν αὑτῷ τὸ θεῖον ἄρχον, οὐκ ἐπὶ βλάβῃ τῇ τοῦ δούλου οἰόμενοι δεῖν ἄρχεσθαι αὐτόν, ὥσπερ Θρασύμαχος ᾤετο τοὺς ἀρχομένους, ἀλλʼ ὡς ἄμεινον ὂν παντὶ ὑπὸ θείου καὶ φρονίμου ἄρχεσθαι, μάλιστα μὲν οἰκεῖον ἔχοντος ἐν αὑτῷ, εἰ δὲ μή, ἔξωθεν ἐφεστῶτος, ἵνα εἰς δύναμιν πάντες ὅμοιοι ὦμεν καὶ φίλοι, τῷ αὐτῷ κυβερνώμενοι;
καὶ ὀρθῶς γʼ, ἔφη. 590e
“So isn’t this why, in order that someone like that may also be ruled by the same sort of thing that rules the best person, we say he must be the slave of that best person, 590d the one who has the divine ruling within himself? It isn’t that we think he should be ruled to the slave’s harm, as Thrasymachus thought about those who are ruled. It’s that it is better for everyone to be ruled by what is divine and wise—ideally having it as his own within himself, but otherwise set over him from outside—so that, as far as possible, we may all be alike and friends, steered by the same thing.”
“Yes, and rightly,” he said. 590e
δηλοῖ δέ γε, ἦν δʼ ἐγώ, καὶ ὁ νόμος ὅτι τοιοῦτον βούλεται, πᾶσι τοῖς ἐν τῇ πόλει σύμμαχος ὤν·
καὶ ἡ τῶν παίδων ἀρχή, τὸ μὴ ἐᾶν ἐλευθέρους εἶναι, ἕως ἂν ἐν αὐτοῖς ὥσπερ ἐν πόλει πολιτείαν καταστήσωμεν, καὶ τὸ βέλτιστον 591a θεραπεύσαντες τῷ παρʼ ἡμῖν τοιούτῳ ἀντικαταστήσωμεν φύλακα ὅμοιον καὶ ἄρχοντα ἐν αὐτῷ, καὶ τότε δὴ ἐλεύθερον ἀφίεμεν.
δηλοῖ γάρ, ἦ δʼ ὅς.
“And the law, too,” I said, “makes it clear that this is what it wants, since it is the ally of everyone in the city.
“So does our rule over children. We don’t let them be free until we have set up a constitution in them, as in a city, and, having nurtured the best part 591a in them with the corresponding part in us, have put in place a similar guardian and ruler within them to take its place. Only then do we set them free.”
“Yes, it makes that clear,” he said.
πῇ δὴ οὖν φήσομεν, ὦ Γλαύκων, καὶ κατὰ τίνα λόγον λυσιτελεῖν ἀδικεῖν, ἢ ἀκολασταίνειν ἤ τι αἰσχρὸν ποιεῖν, ἐξ ὧν πονηρότερος μὲν ἔσται, πλείω δὲ χρήματα ἢ ἄλλην τινὰ δύναμιν κεκτήσεται;
οὐδαμῇ, ἦ δʼ ὅς.
“Then how, Glaucon, and on what argument, shall we say that it profits a person to do wrong, or be licentious, or do something shameful, when it will make him worse, even if he gains more money or some other kind of power?”
“In no way,” he said.
πῇ δʼ ἀδικοῦντα λανθάνειν καὶ μὴ διδόναι δίκην λυσιτελεῖν; 591b ἢ οὐχὶ ὁ μὲν λανθάνων ἔτι πονηρότερος γίγνεται, τοῦ δὲ μὴ λανθάνοντος καὶ κολαζομένου τὸ μὲν θηριῶδες κοιμίζεται καὶ ἡμεροῦται, τὸ δὲ ἥμερον ἐλευθεροῦται, καὶ ὅλη ἡ ψυχὴ εἰς τὴν βελτίστην φύσιν καθισταμένη τιμιωτέραν ἕξιν λαμβάνει, σωφροσύνην τε καὶ δικαιοσύνην μετὰ φρονήσεως κτωμένη, ἢ σῶμα ἰσχύν τε καὶ κάλλος μετὰ ὑγιείας λαμβάνον, τοσούτῳ ὅσῳπερ ψυχὴ σώματος τιμιωτέρα;
παντάπασιν μὲν οὖν, ἔφη. 591c
“And how could it profit him to do wrong without being caught, and not pay the penalty? 591b Doesn’t the one who escapes detection become even worse, while in the one who is caught and punished the bestial part is lulled to sleep and tamed, and the gentle part set free? And doesn’t his whole soul, settling into its best nature, acquire a more valuable condition—gaining moderation and justice together with understanding—than a body does when it gains strength and beauty together with health, more valuable by as much as the soul is more valuable than the body?”
“Absolutely,” he said. 591c
The city within
Socrates says the wise man lives by the city within himself, then begins the charge against poetry.
οὐκοῦν ὅ γε νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς τοῦτο συντείνας βιώσεται, πρῶτον μὲν τὰ μαθήματα τιμῶν, ἃ τοιαύτην αὐτοῦ τὴν ψυχὴν ἀπεργάσεται, τὰ δὲ ἄλλα ἀτιμάζων;
δῆλον, ἔφη.
ἔπειτά γʼ, εἶπον, τὴν τοῦ σώματος ἕξιν καὶ τροφὴν οὐχ ὅπως τῇ θηριώδει καὶ ἀλόγῳ ἡδονῇ ἐπιτρέψας ἐνταῦθα τετραμμένος ζήσει, ἀλλʼ οὐδὲ πρὸς ὑγίειαν βλέπων, οὐδὲ τοῦτο πρεσβεύων, ὅπως ἰσχυρὸς ἢ ὑγιὴς ἢ καλὸς ἔσται, ἐὰν μὴ 591d καὶ σωφρονήσειν μέλλῃ ἀπʼ αὐτῶν, ἀλλʼ ἀεὶ τὴν ἐν τῷ σώματι ἁρμονίαν τῆς ἐν τῇ ψυχῇ ἕνεκα συμφωνίας ἁρμοττόμενος φανεῖται.
“So a person with sense will direct all his efforts to this as long as he lives, won’t he? First he’ll value the studies that will make his soul like this, and think little of the rest.”
“Clearly,” he said.
“Next,” I said, “far from handing over the condition and nourishment of his body to bestial, irrational pleasure and living with his face turned that way, he won’t even look to health, or make it his priority to be strong or healthy or good-looking, unless 591d he’s also going to become moderate as a result. He’ll always be seen tuning the harmony in his body for the sake of the concord in his soul.”
παντάπασι μὲν οὖν, ἔφη, ἐάνπερ μέλλῃ τῇ ἀληθείᾳ μουσικὸς εἶναι.
οὐκοῦν, εἶπον, καὶ τὴν ἐν τῇ τῶν χρημάτων κτήσει σύνταξίν τε καὶ συμφωνίαν; καὶ τὸν ὄγκον τοῦ πλήθους οὐκ ἐκπληττόμενος ὑπὸ τοῦ τῶν πολλῶν μακαρισμοῦ ἄπειρον αὐξήσει, ἀπέραντα κακὰ ἔχων;
οὐκ οἴομαι, ἔφη. 591e
ἀλλʼ ἀποβλέπων γε, εἶπον, πρὸς τὴν ἐν αὑτῷ πολιτείαν, καὶ φυλάττων μή τι παρακινῇ αὑτοῦ τῶν ἐκεῖ διὰ πλῆθος οὐσίας ἢ διʼ ὀλιγότητα, οὕτως κυβερνῶν προσθήσει καὶ ἀναλώσει τῆς οὐσίας καθʼ ὅσον ἂν οἷός τʼ ᾖ.
κομιδῇ μὲν οὖν, ἔφη.
“Absolutely,” he said, “if he really means to be a true musician.”
“And the order and concord in acquiring money too?” I said. “Will he be dazzled by what the many call happiness, and increase the mass of his wealth without limit, taking on limitless troubles?”
“I don’t think so,” he said. 591e
“Instead,” I said, “he’ll keep his eyes on the constitution within himself, and guard against disturbing anything in it through having too much property or too little. Steering in this way, he’ll add to his property and spend from it as far as he can.”
“Quite so,” he said.
ἀλλὰ μὴν καὶ τιμάς γε, εἰς ταὐτὸν ἀποβλέπων, τῶν μὲν μεθέξει καὶ γεύσεται ἑκών, ἃς ἂν ἡγῆται ἀμείνω αὑτὸν ποιήσειν, ἃς δʼ ἂν λύσειν τὴν ὑπάρχουσαν ἕξιν, φεύξεται ἰδίᾳ καὶ δημοσίᾳ.
οὐκ ἄρα, ἔφη, τά γε πολιτικὰ ἐθελήσει πράττειν, ἐάνπερ τούτου κήδηται.
νὴ τὸν κύνα, ἦν δʼ ἐγώ, ἔν γε τῇ ἑαυτοῦ πόλει καὶ μάλα, οὐ μέντοι ἴσως ἔν γε τῇ πατρίδι, ἐὰν μὴ θεία τις συμβῇ τύχη.
“And as for honors, too, he’ll keep his eyes on the same thing. He’ll gladly share in and taste those he thinks will make him better, and he’ll avoid, in private and in public, any he thinks would undo the condition he has.”
“Then he won’t be willing to take part in politics,” he said, “if that’s what he cares about.”
“By the dog,” I said, “he certainly will, in his own city at least—though perhaps not in his native country, unless some divine chance comes about.”
μανθάνω, ἔφη· ἐν ᾗ νῦν διήλθομεν οἰκίζοντες πόλει λέγεις, τῇ ἐν λόγοις κειμένῃ, ἐπεὶ γῆς γε οὐδαμοῦ οἶμαι 592b αὐτὴν εἶναι.
ἀλλʼ, ἦν δʼ ἐγώ, ἐν οὐρανῷ ἴσως παράδειγμα ἀνάκειται τῷ βουλομένῳ ὁρᾶν καὶ ὁρῶντι ἑαυτὸν κατοικίζειν. διαφέρει δὲ οὐδὲν εἴτε που ἔστιν εἴτε ἔσται· τὰ γὰρ ταύτης μόνης ἂν πράξειεν, ἄλλης δὲ οὐδεμιᾶς.
εἰκός γʼ, ἔφη.
“I understand,” he said. “You mean in the city we’ve just been founding in our discussion, the one that exists in words, since I don’t think it exists anywhere 592b on earth.”
“But perhaps,” I said, “a pattern of it is laid up in heaven for anyone who wants to see it and, seeing it, to found a city within himself. It makes no difference whether it exists anywhere, or ever will. He would take part in the affairs of that city alone, and of no other.”
“That’s likely,” he said.