Socratesκαὶ ὁ Ἀδείμαντος ὑπολαβών, τί οὖν, ἔφη, ὦ Σώκρατες, ἀπολογήσῃ, ἐάν τίς σε φῇ μὴ πάνυ τι εὐδαίμονας ποιεῖν τούτους τοὺς ἄνδρας, καὶ ταῦτα διʼ ἑαυτούς, ὧν ἔστι μὲν ἡ πόλις τῇ ἀληθείᾳ, οἱ δὲ μηδὲν ἀπολαύουσιν ἀγαθὸν τῆς πόλεως, οἷον ἄλλοι ἀγρούς τε κεκτημένοι καὶ οἰκίας οἰκοδομούμενοι καλὰς καὶ μεγάλας, καὶ ταύταις πρέπουσαν κατασκευὴν κτώμενοι, καὶ θυσίας θεοῖς ἰδίας θύοντες, καὶ ξενοδοκοῦντες, καὶ δὴ καὶ ἃ νυνδὴ σὺ ἔλεγες, χρυσόν τε καὶ ἄργυρον κεκτημένοι καὶ πάντα ὅσα νομίζεται τοῖς μέλλουσιν μακαρίοις εἶναι;
SocratesAdeimantus broke in here. “What will you say in your defense, Socrates,” he said, “if someone says you’re not making these men very happy at all, and that it’s their own doing? The city really belongs to them, and yet they enjoy nothing good from it, as others do who own lands, build fine big houses and acquire furnishings to match, offer private sacrifices to the gods, entertain guests, and, above all, as you were just saying, own gold and silver and everything that’s thought necessary for anyone who is going to be blessed.
ἀλλʼ ἀτεχνῶς, φαίη ἄν, ὥσπερ ἐπίκουροι μισθωτοὶ ἐν 420a τῇ πόλει φαίνονται καθῆσθαι οὐδὲν ἄλλο ἢ φρουροῦντες.
ναί, ἦν δʼ ἐγώ, καὶ ταῦτά γε ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις λαμβάνοντες ὥσπερ οἱ ἄλλοι, ὥστε οὐδʼ ἂν ἀποδημῆσαι βούλωνται ἰδίᾳ, ἐξέσται αὐτοῖς, οὐδʼ ἑταίραις διδόναι, οὐδʼ ἀναλίσκειν ἄν ποι βούλωνται ἄλλοσε, οἷα δὴ οἱ εὐδαίμονες δοκοῦντες εἶναι ἀναλίσκουσι. ταῦτα καὶ ἄλλα τοιαῦτα συχνὰ τῆς κατηγορίας ἀπολείπεις.
ἀλλʼ, ἦ δʼ ὅς, ἔστω καὶ ταῦτα κατηγορημένα. 420b
τί οὖν δὴ ἀπολογησόμεθα, φῄς;
ναί.
“Instead, he might say, they seem simply to sit around like hired auxiliaries in 420a the city, doing nothing but standing guard.”
“Yes,” I said, “and for their keep alone, without even getting wages on top of their food like the others, so that they can’t travel abroad privately if they want to, or give gifts to courtesans, or spend money wherever else they might wish, the way people who are thought happy spend it. These and many other points like them you’re leaving out of the charge.”
“Well,” he said, “let these be added to the charge too.” 420b
“Then you’re asking what our defense will be?”
“Yes.”
τὸν αὐτὸν οἶμον, ἦν δʼ ἐγώ, πορευόμενοι εὑρήσομεν, ὡς ἐγᾦμαι, ἃ λεκτέα. ἐροῦμεν γὰρ ὅτι θαυμαστὸν μὲν ἂν οὐδὲν εἴη εἰ καὶ οὗτοι οὕτως εὐδαιμονέστατοί εἰσιν, οὐ μὴν πρὸς τοῦτο βλέποντες τὴν πόλιν οἰκίζομεν, ὅπως ἕν τι ἡμῖν ἔθνος ἔσται διαφερόντως εὔδαιμον, ἀλλʼ ὅπως ὅτι μάλιστα ὅλη ἡ πόλις. ᾠήθημεν γὰρ ἐν τῇ τοιαύτῃ μάλιστα ἂν εὑρεῖν δικαιοσύνην καὶ αὖ ἐν τῇ κάκιστα οἰκουμένῃ 420c ἀδικίαν, κατιδόντες δὲ κρῖναι ἂν ὃ πάλαι ζητοῦμεν. νῦν μὲν οὖν, ὡς οἰόμεθα, τὴν εὐδαίμονα πλάττομεν οὐκ ἀπολαβόντες ὀλίγους ἐν αὐτῇ τοιούτους τινὰς τιθέντες, ἀλλʼ ὅλην· αὐτίκα δὲ τὴν ἐναντίαν σκεψόμεθα.
“If we follow the same path,” I said, “we’ll find, I think, what to say. We’ll say that it wouldn’t be surprising if these men too were happiest as they are; but that we aren’t founding the city with an eye to making any one group in it exceptionally happy, but the whole city as happy as possible. For we thought that we’d be most likely to find justice in a city like this, and injustice, again, in the worst-governed 420c one, and that by observing them we could decide what we’ve long been looking for. For now, then, we’re shaping what we take to be the happy city—not picking out a few people in it and making them happy, but the whole. Shortly we’ll look at its opposite.
ὥσπερ οὖν ἂν εἰ ἡμᾶς ἀνδριάντα γράφοντας προσελθών τις ἔψεγε λέγων ὅτι οὐ τοῖς καλλίστοις τοῦ ζῴου τὰ κάλλιστα φάρμακα προστίθεμεν—οἱ γὰρ ὀφθαλμοὶ κάλλιστον ὂν οὐκ ὀστρείῳ ἐναληλιμμένοι εἶεν ἀλλὰ μέλανι—μετρίως ἂν ἐδοκοῦμεν 420d πρὸς αὐτὸν ἀπολογεῖσθαι λέγοντες· “ὦ θαυμάσιε, μὴ οἴου δεῖν ἡμᾶς οὕτω καλοὺς ὀφθαλμοὺς γράφειν, ὥστε μηδὲ ὀφθαλμοὺς φαίνεσθαι, μηδʼ αὖ τἆλλα μέρη, ἀλλʼ ἄθρει εἰ τὰ προσήκοντα ἑκάστοις ἀποδιδόντες τὸ ὅλον καλὸν ποιοῦμεν· καὶ δὴ καὶ νῦν μὴ ἀνάγκαζε ἡμᾶς τοιαύτην εὐδαιμονίαν τοῖς φύλαξι προσάπτειν, ἣ ἐκείνους πᾶν μᾶλλον 420e ἀπεργάσεται ἢ φύλακας.
“It’s as if we were painting a statue and someone came up and criticized us, saying that we weren’t putting the most beautiful colors on the most beautiful parts of the figure—the eyes, the most beautiful part, had been painted not purple but black. We’d think it a reasonable defense 420d to say to him: ‘My dear fellow, don’t think we should paint the eyes so beautifully that they don’t even look like eyes, or the other parts either. Look instead at whether, by giving each part what belongs to it, we make the whole beautiful. And so now, too, don’t force us to attach to the guardians the kind of happiness that will make them anything rather 420e than guardians.
ἐπιστάμεθα γὰρ καὶ τοὺς γεωργοὺς ξυστίδας ἀμφιέσαντες καὶ χρυσὸν περιθέντες πρὸς ἡδονὴν ἐργάζεσθαι κελεύειν τὴν γῆν, καὶ τοὺς κεραμέας κατακλίναντες ἐπὶ δεξιὰ πρὸς τὸ πῦρ διαπίνοντάς τε καὶ εὐωχουμένους, τὸν τροχὸν παραθεμένους, ὅσον ἂν ἐπιθυμῶσι κεραμεύειν, καὶ τοὺς ἄλλους πάντας τοιούτῳ τρόπῳ μακαρίους ποιεῖν, ἵνα δὴ ὅλη ἡ πόλις εὐδαιμονῇ.”
“‘We know how to dress the farmers in fine robes, hang gold on them, and tell them to work the land only as their pleasure dictates; and how to have the potters recline on couches by the fire, passing the cup to the right and feasting, with their wheel set beside them for doing as much pottery as they like; and how to make everyone else blessed in the same way, so that the whole city may be happy.
“ ἀλλʼ ἡμᾶς μὴ οὕτω νουθέτει· ὡς, ἄν σοι πειθώμεθα, οὔτε ὁ γεωργὸς γεωργὸς 421a ἔσται οὔτε ὁ κεραμεὺς κεραμεὺς οὔτε ἄλλος οὐδεὶς οὐδὲν ἔχων σχῆμα ἐξ ὧν πόλις γίγνεται. ἀλλὰ τῶν μὲν ἄλλων ἐλάττων λόγος· νευρορράφοι γὰρ φαῦλοι γενόμενοι καὶ διαφθαρέντες καὶ προσποιησάμενοι εἶναι μὴ ὄντες πόλει οὐδὲν δεινόν, φύλακες δὲ νόμων τε καὶ πόλεως μὴ ὄντες ἀλλὰ δοκοῦντες ὁρᾷς δὴ ὅτι πᾶσαν ἄρδην πόλιν ἀπολλύασιν, καὶ αὖ τοῦ εὖ οἰκεῖν καὶ εὐδαιμονεῖν μόνοι τὸν καιρὸν ἔχουσιν.” εἰ μὲν οὖν ἡμεῖς μὲν φύλακας ὡς ἀληθῶς 421b ποιοῦμεν ἥκιστα κακούργους τῆς πόλεως, ὁ δʼ ἐκεῖνο λέγων γεωργούς τινας καὶ ὥσπερ ἐν πανηγύρει ἀλλʼ οὐκ ἐν πόλει ἑστιάτορας εὐδαίμονας, ἄλλο ἄν τι ἢ πόλιν λέγοι.
“‘But don’t advise us to do that. For if we listen to you, the farmer won’t be a farmer, 421a nor the potter a potter, nor will anyone else keep any of the roles that make up a city. With the others it matters less: if cobblers become bad and corrupt and pretend to be what they aren’t, it’s nothing terrible for a city. But guardians of the laws and of the city who aren’t really guardians but only seem to be—you see that they destroy the whole city utterly, while they alone, in turn, hold the key to its being well governed and happy.’ Now if we are making true guardians, 421b the least likely to harm the city, while the one who says that other thing is talking about some sort of farmers, happy banqueters as if at a festival rather than in a city, he’d be talking about something other than a city.
σκεπτέον οὖν πότερον πρὸς τοῦτο βλέποντες τοὺς φύλακας καθιστῶμεν, ὅπως ὅτι πλείστη αὐτοῖς εὐδαιμονία ἐγγενήσεται, ἢ τοῦτο μὲν εἰς τὴν πόλιν ὅλην βλέποντας θεατέον εἰ ἐκείνῃ ἐγγίγνεται, τοὺς δʼ ἐπικούρους τούτους καὶ τοὺς 421c φύλακας ἐκεῖνο ἀναγκαστέον ποιεῖν καὶ πειστέον, ὅπως ὅτι ἄριστοι δημιουργοὶ τοῦ ἑαυτῶν ἔργου ἔσονται, καὶ τοὺς ἄλλους ἅπαντας ὡσαύτως, καὶ οὕτω συμπάσης τῆς πόλεως αὐξανομένης καὶ καλῶς οἰκιζομένης ἐατέον ὅπως ἑκάστοις τοῖς ἔθνεσιν ἡ φύσις ἀποδίδωσι τοῦ μεταλαμβάνειν εὐδαιμονίας.
“So we must consider whether, in establishing the guardians, we’re aiming at this—that the greatest possible happiness should arise in them—or whether we should look to the city as a whole and see whether happiness arises in it, and compel and persuade these auxiliaries and 421c guardians to do the other thing: to be the best possible craftsmen at their own work, and the same for everyone else. And so, as the whole city grows and is well founded, we must leave it to nature to give each class its share of happiness.”
ἀλλʼ, ἦ δʼ ὅς, καλῶς μοι δοκεῖς λέγειν.
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τὸ τούτου ἀδελφὸν δόξω σοι μετρίως λέγειν;
τί μάλιστα; 421d
τοὺς ἄλλους αὖ δημιουργοὺς σκόπει εἰ τάδε διαφθείρει, ὥστε καὶ κακοὺς γίγνεσθαι.
τὰ ποῖα δὴ ταῦτα;
πλοῦτος, ἦν δʼ ἐγώ, καὶ πενία.
πῶς δή;
ὧδε. πλουτήσας χυτρεὺς δοκεῖ σοι ἔτʼ ἐθελήσειν ἐπιμελεῖσθαι τῆς τέχνης;
οὐδαμῶς, ἔφη.
Ἀργὸς δὲ καὶ ἀμελὴς γενήσεται μᾶλλον αὐτὸς αὑτοῦ;
πολύ γε.
οὐκοῦν κακίων χυτρεὺς γίγνεται;
καὶ τοῦτο, ἔφη, πολύ.
“Well,” he said, “I think you put that well.”
“Then will you think I’m speaking reasonably,” I said, “if I say something closely related to this as well?”
“What exactly?” 421d
“Consider whether the following things corrupt the other craftsmen too, so that they actually become bad.”
“What things are these?”
“Wealth,” I said, “and poverty.”
“How so?”
“Like this. Once a potter gets rich, do you think he’ll still be willing to attend to his craft?”
“Not at all,” he said.
“Won’t he become lazier and more careless than he used to be?”
“Much.”
“So he becomes a worse potter?”
“Yes,” he said, “much worse.”
καὶ μὴν καὶ ὄργανά γε μὴ ἔχων παρέχεσθαι ὑπὸ πενίας ἤ τι ἄλλο τῶν εἰς τὴν τέχνην τά τε ἔργα πονηρότερα 421e ἐργάσεται καὶ τοὺς ὑεῖς ἢ ἄλλους οὓς ἂν διδάσκῃ χείρους δημιουργοὺς διδάξεται.
πῶς δʼ οὔ;
ὑπʼ ἀμφοτέρων δή, πενίας τε καὶ πλούτου, χείρω μὲν τὰ τῶν τεχνῶν ἔργα, χείρους δὲ αὐτοί.
φαίνεται.
ἕτερα δή, ὡς ἔοικε, τοῖς φύλαξιν ηὑρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μήποτε αὐτοὺς λήσει εἰς τὴν πόλιν παραδύντα.
τὰ ποῖα ταῦτα;
“And then again, if poverty leaves him unable to provide himself with tools or anything else his craft needs, the work he turns out will be shoddier, 421e and he’ll teach his sons, or whoever else he teaches, to be worse craftsmen.”
“Of course.”
“So from both of them, poverty and wealth, the products of the crafts get worse, and so do the craftsmen themselves.”
“Evidently.”
“Then it seems we’ve found other things for the guardians, which they must guard against in every way, so that these never slip into the city without their noticing.”
“What are they?”
Wealth, poverty and the unity of the city
Socrates says the city must avoid both wealth and poverty, stay unified and protect its education.
πλοῦτός τε, ἦν δʼ ἐγώ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δὲ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.
πάνυ μὲν οὖν, ἔφη. τόδε μέντοι, ὦ Σώκρατες, σκόπει, πῶς ἡμῖν ἡ πόλις οἵα τʼ ἔσται πολεμεῖν, ἐπειδὰν χρήματα μὴ κεκτημένη ᾖ, ἄλλως τε κἂν πρὸς μεγάλην τε καὶ πλουσίαν ἀναγκασθῇ πολεμεῖν.
δῆλον, ἦν δʼ ἐγώ, ὅτι πρὸς μὲν μίαν χαλεπώτερον, 422b πρὸς δὲ δύο τοιαύτας ῥᾷον.
πῶς εἶπες; ἦ δʼ ὅς.
“Wealth,” I said, “and poverty. The one produces luxury, idleness, and revolution; the other, meanness and bad workmanship, as well as revolution.”
“Certainly,” he said. “But consider this, Socrates. How will our city be able to wage war when it has no money, especially if it’s forced to fight a large and wealthy city?”
“Clearly,” I said, “against one such city it’s harder, 422b but against two it’s easier.”
“What do you mean?” he said.
πρῶτον μέν που, εἶπον, ἐὰν δέῃ μάχεσθαι, ἆρα οὐ πλουσίοις ἀνδράσι μαχοῦνται αὐτοὶ ὄντες πολέμου ἀθληταί;
ναὶ τοῦτό γε, ἔφη.
τί οὖν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε; εἷς πύκτης ὡς οἷόν τε κάλλιστα ἐπὶ τοῦτο παρεσκευασμένος δυοῖν μὴ πύκταιν, πλουσίοιν δὲ καὶ πιόνοιν, οὐκ ἂν δοκεῖ σοι ῥᾳδίως μάχεσθαι;
οὐκ ἂν ἴσως, ἔφη, ἅμα γε.
“First of all,” I said, “if they have to fight, won’t they be fighting against rich men, while they themselves are athletes of war?”
“Yes, that much is true,” he said.
“Well then, Adeimantus,” I said, “don’t you think one boxer, trained as well as possible for the job, could easily fight two men who aren’t boxers but are rich and fat?”
“Maybe not both at once,” he said.
οὐδʼ εἰ ἐξείη, ἦν δʼ ἐγώ, ὑποφεύγοντι τὸν πρότερον ἀεὶ 422c προσφερόμενον ἀναστρέφοντα κρούειν, καὶ τοῦτο ποιοῖ πολλάκις ἐν ἡλίῳ τε καὶ πνίγει; ἆρά γε οὐ καὶ πλείους χειρώσαιτʼ ἂν τοιούτους ὁ τοιοῦτος;
ἀμέλει, ἔφη, οὐδὲν ἂν γένοιτο θαυμαστόν.
ἀλλʼ οὐκ οἴει πυκτικῆς πλέον μετέχειν τοὺς πλουσίους ἐπιστήμῃ τε καὶ ἐμπειρίᾳ ἢ πολεμικῆς;
ἔγωγʼ, ἔφη.
ῥᾳδίως ἄρα ἡμῖν οἱ ἀθληταὶ ἐκ τῶν εἰκότων διπλασίοις τε καὶ τριπλασίοις αὑτῶν μαχοῦνται.
συγχωρήσομαί σοι, ἔφη· δοκεῖς γάρ μοι ὀρθῶς λέγειν. 422d
“Not even,” I said, “if he could retreat and then turn and strike whichever one 422c came at him first, and did this again and again in the blazing sun and stifling heat? Wouldn’t a man like that overpower even more than two of them?”
“No doubt,” he said. “That would be nothing surprising.”
“And don’t you think the rich have more share, in knowledge and experience, in boxing than in warfare?”
“I do,” he said.
“Then in all likelihood our athletes will easily fight twice or three times their own number.”
“I’ll grant you that,” he said, “since I think you’re right.” 422d
τί δʼ ἂν πρεσβείαν πέμψαντες εἰς τὴν ἑτέραν πόλιν τἀληθῆ εἴπωσιν, ὅτι “ἡμεῖς μὲν οὐδὲν χρυσίῳ οὐδʼ ἀργυρίῳ χρώμεθα, οὐδʼ ἡμῖν θέμις, ὑμῖν δέ· συμπολεμήσαντες οὖν μεθʼ ἡμῶν ἔχετε τὰ τῶν ἑτέρων;” οἴει τινὰς ἀκούσαντας ταῦτα αἱρήσεσθαι κυσὶ πολεμεῖν στερεοῖς τε καὶ ἰσχνοῖς μᾶλλον ἢ μετὰ κυνῶν προβάτοις πίοσί τε καὶ ἁπαλοῖς;
οὔ μοι δοκεῖ. ἀλλʼ ἐὰν εἰς μίαν, ἔφη, πόλιν συναθροισθῇ 422e τὰ τῶν ἄλλων χρήματα, ὅρα μὴ κίνδυνον φέρῃ τῇ μὴ πλουτούσῃ.
“And what if they send an embassy to the other city and tell the truth: ‘We have no use for gold or silver, nor is it lawful for us, though it is for you. So join us in the war, and keep what belongs to the other side’? Do you think anyone who heard that would choose to make war on hard, lean dogs rather than join the dogs against fat, tender sheep?”
“I don’t think so. But if the wealth of all the others,” he said, “is gathered into a single city, 422e watch out that it doesn’t pose a danger to the city that isn’t wealthy.”
εὐδαίμων εἶ, ἦν δʼ ἐγώ, ὅτι οἴει ἄξιον εἶναι ἄλλην τινὰ προσειπεῖν πόλιν ἢ τὴν τοιαύτην οἵαν ἡμεῖς κατεσκευάζομεν.
ἀλλὰ τί μήν; ἔφη.
μειζόνως, ἦν δʼ ἐγώ, χρὴ προσαγορεύειν τὰς ἄλλας· ἑκάστη γὰρ αὐτῶν πόλεις εἰσὶ πάμπολλαι ἀλλʼ οὐ πόλις, τὸ τῶν παιζόντων.
“How fortunate you are,” I said, “to think anything deserves to be called a city other than the sort we’ve been founding.”
“Why, what else?” he said.
“The others,” I said, “need a bigger name. Each of them is a great many cities, not a city, as in the game.
δύο μέν, κἂν ὁτιοῦν ᾖ, πολεμία ἀλλήλαις, 423a ἡ μὲν πενήτων, ἡ δὲ πλουσίων· τούτων δʼ ἐν ἑκατέρᾳ πάνυ πολλαί, αἷς ἐὰν μὲν ὡς μιᾷ προσφέρῃ, παντὸς ἂν ἁμάρτοις, ἐὰν δὲ ὡς πολλαῖς, διδοὺς τὰ τῶν ἑτέρων τοῖς ἑτέροις χρήματά τε καὶ δυνάμεις ἢ καὶ αὐτούς, συμμάχοις μὲν ἀεὶ πολλοῖς χρήσῃ, πολεμίοις δʼ ὀλίγοις. καὶ ἕως ἂν ἡ πόλις σοι οἰκῇ σωφρόνως ὡς ἄρτι ἐτάχθη, μεγίστη ἔσται, οὐ τῷ εὐδοκιμεῖν λέγω, ἀλλʼ ὡς ἀληθῶς μεγίστη, καὶ ἐὰν μόνον ᾖ χιλίων τῶν προπολεμούντων· οὕτω γὰρ μεγάλην πόλιν μίαν οὐ ῥᾳδίως οὔτε ἐν Ἕλλησιν οὔτε ἐν βαρβάροις 423b εὑρήσεις, δοκούσας δὲ πολλὰς καὶ πολλαπλασίας τῆς τηλικαύτης. ἢ ἄλλως οἴει;
“Whatever else is true, each contains two, at war with each other, 423a one of the poor and one of the rich, and within each of these there are a great many. If you treat them as one, you’ll miss the mark entirely; but if you treat them as many, handing over the money and power, or even the persons, of one group to the others, you’ll always have many allies and few enemies. And as long as your city is governed with moderation, in the way it was just now arranged, it will be the greatest—I don’t mean in reputation, but truly the greatest—even if it has only a thousand men to fight for it. You won’t easily find a single city so great among either Greeks or non-Greeks, 423b though you’ll find many that seem to be, and many times its size. Or do you think otherwise?”
οὐ μὰ τὸν Δίʼ, ἔφη.
οὐκοῦν, ἦν δʼ ἐγώ, οὗτος ἂν εἴη καὶ κάλλιστος ὅρος τοῖς ἡμετέροις ἄρχουσιν, ὅσην δεῖ τὸ μέγεθος τὴν πόλιν ποιεῖσθαι καὶ ἡλίκῃ οὔσῃ ὅσην χώραν ἀφορισαμένους τὴν ἄλλην χαίρειν ἐᾶν.
τίς, ἔφη, ὅρος;
οἶμαι μέν, ἦν δʼ ἐγώ, τόνδε· μέχρι οὗ ἂν ἐθέλῃ αὐξομένη εἶναι μία, μέχρι τούτου αὔξειν, πέρα δὲ μή. 423c
καὶ καλῶς γʼ, ἔφη.
“No, by Zeus,” he said.
“Then this would also be the best limit for our rulers,” I said, “on how large they should make the city, and how much land they should mark off for a city of that size, letting the rest go.”
“What limit?” he said.
“I think,” I said, “this one: let it grow as far as it can while still being one, and no further.” 423c
“And a fine one,” he said.
οὐκοῦν καὶ τοῦτο αὖ ἄλλο πρόσταγμα τοῖς φύλαξι προστάξομεν, φυλάττειν παντὶ τρόπῳ ὅπως μήτε σμικρὰ ἡ πόλις ἔσται μήτε μεγάλη δοκοῦσα, ἀλλά τις ἱκανὴ καὶ μία.
καὶ φαῦλόν γʼ, ἔφη, ἴσως αὐτοῖς προστάξομεν.
“Then we’ll give the guardians this further order as well: to guard in every way against the city’s being either small or great in appearance only; it must be adequate, and one.”
“And a trivial order, I suppose,” he said, “that we’ll be giving them.”
καὶ τούτου γε, ἦν δʼ ἐγώ, ἔτι φαυλότερον τόδε, οὗ καὶ ἐν τῷ πρόσθεν ἐπεμνήσθημεν λέγοντες ὡς δέοι, ἐάντε τῶν φυλάκων τις φαῦλος ἔκγονος γένηται, εἰς τοὺς ἄλλους 423d αὐτὸν ἀποπέμπεσθαι, ἐάντʼ ἐκ τῶν ἄλλων σπουδαῖος, εἰς τοὺς φύλακας. τοῦτο δʼ ἐβούλετο δηλοῦν ὅτι καὶ τοὺς ἄλλους πολίτας, πρὸς ὅ τις πέφυκεν, πρὸς τοῦτο ἕνα πρὸς ἓν ἕκαστον ἔργον δεῖ κομίζειν, ὅπως ἂν ἓν τὸ αὑτοῦ ἐπιτηδεύων ἕκαστος μὴ πολλοὶ ἀλλʼ εἷς γίγνηται, καὶ οὕτω δὴ σύμπασα ἡ πόλις μία φύηται ἀλλὰ μὴ πολλαί.
ἔστι γάρ, ἔφη, τοῦτο ἐκείνου σμικρότερον.
“And here’s one still more trivial,” I said, “which we mentioned earlier, when we said that if an inferior child is born to the guardians, it must be sent off 423d to the others, and if a good one is born to the others, it must go to the guardians. This was meant to show that the other citizens too must each be brought to the one job each is naturally suited for, so that each, practicing his own single pursuit, may become not many but one, and so the whole city may grow to be one and not many.”
“Yes,” he said, “that’s a smaller matter than the other.”
οὔτοι, ἦν δʼ ἐγώ, ὦ ἀγαθὲ Ἀδείμαντε, ὡς δόξειεν ἄν τις, ταῦτα πολλὰ καὶ μεγάλα αὐτοῖς προστάττομεν ἀλλὰ 423e πάντα φαῦλα, ἐὰν τὸ λεγόμενον ἓν μέγα φυλάττωσι, μᾶλλον δʼ ἀντὶ μεγάλου ἱκανόν.
τί τοῦτο; ἔφη.
τὴν παιδείαν, ἦν δʼ ἐγώ, καὶ τροφήν· ἐὰν γὰρ εὖ παιδευόμενοι μέτριοι ἄνδρες γίγνωνται, πάντα ταῦτα ῥᾳδίως διόψονται, καὶ ἄλλα γε ὅσα νῦν ἡμεῖς παραλείπομεν, τήν τε τῶν γυναικῶν κτῆσιν καὶ γάμων καὶ παιδοποιίας, ὅτι 424a δεῖ ταῦτα κατὰ τὴν παροιμίαν πάντα ὅτι μάλιστα κοινὰ τὰ φίλων ποιεῖσθαι.
ὀρθότατα γάρ, ἔφη, γίγνοιτʼ ἄν.
“Really, my good Adeimantus,” I said, “these orders we’re giving them aren’t, as someone might think, many and great; 423e they’re all trivial, provided they guard the one great thing, as the saying goes—or rather, not great but sufficient.”
“What’s that?” he said.
“Education,” I said, “and upbringing. If they’re well educated and become reasonable men, they’ll easily see through all this, and other things we’re passing over now: the possession of women, marriage, and having children—that 424a all these must be made, as far as possible, ‘common among friends,’ as the proverb has it.”
“Yes,” he said, “that would be the most correct way.”
καὶ μήν, εἶπον, πολιτεία ἐάνπερ ἅπαξ ὁρμήσῃ εὖ, ἔρχεται ὥσπερ κύκλος αὐξανομένη· τροφὴ γὰρ καὶ παίδευσις χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ἐμποιεῖ, καὶ αὖ φύσεις χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν προτέρων φύονται, εἴς τε τἆλλα καὶ εἰς τὸ 424b γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις.
εἰκός γʼ, ἔφη.
“What’s more,” I said, “once a constitution gets off to a good start, it keeps growing, like a circle. Good upbringing and education, when preserved, produce good natures, and good natures in turn, taking hold of such an education, grow up better than those before them, in other respects and also in 424b producing offspring, just as with other animals.”
“That’s likely,” he said.
ὡς τοίνυν διὰ βραχέων εἰπεῖν, τούτου ἀνθεκτέον τοῖς ἐπιμεληταῖς τῆς πόλεως, ὅπως ἂν αὐτοὺς μὴ λάθῃ διαφθαρὲν ἀλλὰ παρὰ πάντα αὐτὸ φυλάττωσι, τὸ μὴ νεωτερίζειν περὶ γυμναστικήν τε καὶ μουσικὴν παρὰ τὴν τάξιν, ἀλλʼ ὡς οἷόν τε μάλιστα φυλάττειν, φοβουμένους ὅταν τις λέγῃ ὡς τὴν ἀοιδὴν μᾶλλον ἐπιφρονέουσʼ ἄνθρωποι, ἥτις ἀειδόντεσσι νεωτάτη ἀμφιπέληται, 424c μὴ πολλάκις τὸν ποιητήν τις οἴηται λέγειν οὐκ ᾄσματα νέα ἀλλὰ τρόπον ᾠδῆς νέον, καὶ τοῦτο ἐπαινῇ. δεῖ δʼ οὔτʼ ἐπαινεῖν τὸ τοιοῦτον οὔτε ὑπολαμβάνειν. εἶδος γὰρ καινὸν μουσικῆς μεταβάλλειν εὐλαβητέον ὡς ἐν ὅλῳ κινδυνεύοντα· οὐδαμοῦ γὰρ κινοῦνται μουσικῆς τρόποι ἄνευ πολιτικῶν νόμων τῶν μεγίστων, ὥς φησί τε Δάμων καὶ ἐγὼ πείθομαι.
“To put it briefly, then, those in charge of the city must hold fast to this, and guard it above everything, so that it isn’t corrupted without their noticing: there must be no innovation in gymnastics and music contrary to the established order; they must guard it as closely as they can. And whenever someone says that people care most for the song ‘that circles newest among the singers,’ they must be afraid 424c that people may take the poet to mean not new songs but a new manner of song, and praise that. One shouldn’t praise such a thing, or take the poet that way. For one must beware of changing to a new form of music, since this puts everything at risk: the modes of music are never disturbed without the greatest laws of the city being disturbed too, as Damon says and as I’m convinced.”
καὶ ἐμὲ τοίνυν, ἔφη ὁ Ἀδείμαντος, θὲς τῶν πεπεισμένων. 424d
τὸ δὴ φυλακτήριον, ἦν δʼ ἐγώ, ὡς ἔοικεν, ἐνταῦθά που οἰκοδομητέον τοῖς φύλαξιν, ἐν μουσικῇ.
ἡ γοῦν παρανομία, ἔφη, ῥᾳδίως αὕτη λανθάνει παραδυομένη.
ναί, ἔφην, ὡς ἐν παιδιᾶς γε μέρει καὶ ὡς κακὸν οὐδὲν ἐργαζομένη.
“Count me among the convinced as well,” said Adeimantus. 424d
“So it seems,” I said, “that the guardians must build their guardhouse somewhere here, in music.”
“Lawlessness of this kind, anyway,” he said, “easily slips in unnoticed.”
“Yes,” I said, “as if it were just a form of play and did no harm.”
οὐδὲ γὰρ ἐργάζεται, ἔφη, ἄλλο γε ἢ κατὰ σμικρὸν εἰσοικισαμένη ἠρέμα ὑπορρεῖ πρὸς τὰ ἤθη τε καὶ τὰ ἐπιτηδεύματα· ἐκ δὲ τούτων εἰς τὰ πρὸς ἀλλήλους συμβόλαια μείζων ἐκβαίνει, ἐκ δὲ δὴ τῶν συμβολαίων ἔρχεται ἐπὶ 424e τοὺς νόμους καὶ πολιτείας σὺν πολλῇ, ὦ Σώκρατες, ἀσελγείᾳ, ἕως ἂν τελευτῶσα πάντα ἰδίᾳ καὶ δημοσίᾳ ἀνατρέψῃ.
εἶεν, ἦν δʼ ἐγώ· οὕτω τοῦτʼ ἔχει;
δοκεῖ μοι, ἔφη.
“And it doesn’t do any,” he said, “except that, having settled in little by little, it quietly seeps into people’s characters and ways of life. From these it emerges, grown larger, into their dealings with one another; and from their dealings, Socrates, it advances on 424e the laws and constitutions with great insolence, until in the end it overturns everything, private and public.”
“Well,” I said, “is that really how it is?”
“I think so,” he said.
οὐκοῦν, ὃ ἐξ ἀρχῆς ἐλέγομεν, τοῖς ἡμετέροις παισὶν ἐννομωτέρου εὐθὺς παιδιᾶς μεθεκτέον, ὡς παρανόμου γιγνομένης αὐτῆς καὶ παίδων τοιούτων ἐννόμους τε καὶ σπουδαίους 425a ἐξ αὐτῶν ἄνδρας αὐξάνεσθαι ἀδύνατον ὄν;
πῶς δʼ οὐχί; ἔφη.
ὅταν δὴ ἄρα καλῶς ἀρξάμενοι παῖδες παίζειν εὐνομίαν διὰ τῆς μουσικῆς εἰσδέξωνται, πάλιν τοὐναντίον ἢ ʼκείνοις εἰς πάντα συνέπεταί τε καὶ αὔξει, ἐπανορθοῦσα εἴ τι καὶ πρότερον τῆς πόλεως ἔκειτο.
ἀληθῆ μέντοι, ἔφη.
καὶ τὰ σμικρὰ ἄρα, εἶπον, δοκοῦντα εἶναι νόμιμα ἐξευρίσκουσιν οὗτοι, ἃ οἱ πρότερον ἀπώλλυσαν πάντα.
τὰ ποῖα; 425b
“Then, as we said at the start, mustn’t our children take part in more lawful play right from the beginning, since if play becomes lawless, and the children too, it’s impossible for them to grow up into law-abiding and serious 425a men?”
“Of course,” he said.
“So when children make a good start in their play and take in good order through music, then—the reverse of the others—it goes with them in everything and makes them grow, setting right anything in the city that had fallen before.”
“That’s true,” he said.
“And so these people also rediscover the seemingly minor customs that their predecessors had entirely lost.”
“What sort?” 425b
τὰ τοιάδε· σιγάς τε τῶν νεωτέρων παρὰ πρεσβυτέροις ἃς πρέπει, καὶ κατακλίσεις καὶ ὑπαναστάσεις καὶ γονέων θεραπείας, καὶ κουράς γε καὶ ἀμπεχόνας καὶ ὑποδέσεις καὶ ὅλον τὸν τοῦ σώματος σχηματισμὸν καὶ τἆλλα ὅσα τοιαῦτα. ἢ οὐκ οἴει;
ἔγωγε.
νομοθετεῖν δʼ αὐτὰ οἶμαι εὔηθες· οὔτε γάρ που γίγνεται οὔτʼ ἂν μείνειεν λόγῳ τε καὶ γράμμασιν νομοθετηθέντα.
πῶς γάρ;
κινδυνεύει γοῦν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε, ἐκ τῆς παιδείας 425c ὅποι ἄν τις ὁρμήσῃ, τοιαῦτα καὶ τὰ ἑπόμενα εἶναι. ἢ οὐκ ἀεὶ τὸ ὅμοιον ὂν ὅμοιον παρακαλεῖ;
“Things like these: the silence the young should keep in the presence of their elders; giving up their places to them and standing up when they come in; taking care of parents; and also haircuts, clothes, shoes, and the whole bearing of the body, and everything else of the kind. Don’t you think so?”
“I do.”
“But I think it’s naive to legislate about them. Such rules surely don’t come about, and wouldn’t last, if they’re laid down in words and in writing.”
“How could they?”
“It looks, at any rate, Adeimantus,” I said, “as if the direction someone sets out in from education 425c determines what follows. Doesn’t like always summon like?”
τί μήν;
καὶ τελευτῶν δὴ οἶμαι φαῖμεν ἂν εἰς ἕν τι τέλεον καὶ νεανικὸν ἀποβαίνειν αὐτὸ ἢ ἀγαθὸν ἢ καὶ τοὐναντίον.
τί γὰρ οὔκ; ἦ δʼ ὅς.
ἐγὼ μὲν τοίνυν, εἶπον, διὰ ταῦτα οὐκ ἂν ἔτι τὰ τοιαῦτα ἐπιχειρήσαιμι νομοθετεῖν.
εἰκότως γʼ, ἔφη.
“Of course.”
“And in the end, I think, we’d say it turns out as one complete and vigorous whole, either good or the opposite.”
“Why not?” he said.
“That’s why,” I said, “I wouldn’t try any longer to legislate about such things.”
“Reasonably enough,” he said.
τί δέ, ὦ πρὸς θεῶν, ἔφην, τάδε τὰ ἀγοραῖα, συμβολαίων τε πέρι κατʼ ἀγορὰν ἕκαστοι ἃ πρὸς ἀλλήλους συμβάλλουσιν, 425d εἰ δὲ βούλει, καὶ χειροτεχνικῶν περὶ συμβολαίων καὶ λοιδοριῶν καὶ αἰκίας καὶ δικῶν λήξεως καὶ δικαστῶν καταστάσεως, καὶ εἴ που τελῶν τινες ἢ πράξεις ἢ θέσεις ἀναγκαῖοί εἰσιν ἢ κατʼ ἀγορὰς ἢ λιμένας, ἢ καὶ τὸ παράπαν ἀγορανομικὰ ἄττα ἢ ἀστυνομικὰ ἢ ἐλλιμενικὰ ἢ ὅσα ἄλλα τοιαῦτα, τούτων τολμήσομέν τι νομοθετεῖν;
ἀλλʼ οὐκ ἄξιον, ἔφη, ἀνδράσι καλοῖς κἀγαθοῖς ἐπιτάττειν· 425e τὰ πολλὰ γὰρ αὐτῶν, ὅσα δεῖ νομοθετήσασθαι, ῥᾳδίως που εὑρήσουσιν.
“And, for heaven’s sake,” I said, “what about business matters: the contracts people make with one another in the marketplace, 425d and, if you like, contracts for manual work, slander and assault, the filing of lawsuits and the appointment of jurors, and any tolls that may need to be collected or imposed in markets or harbors, and in general all the regulations of markets, city, and harbors, and everything else of the kind—shall we venture to legislate about any of that?”
“No,” he said, “it isn’t worth dictating to men who are fine and good. 425e They’ll easily find out for themselves, I imagine, most of what needs to be legislated.”
ναί, ὦ φίλε, εἶπον, ἐάν γε θεὸς αὐτοῖς διδῷ σωτηρίαν τῶν νόμων ὧν ἔμπροσθεν διήλθομεν.
εἰ δὲ μή γε, ἦ δʼ ὅς, πολλὰ τοιαῦτα τιθέμενοι ἀεὶ καὶ ἐπανορθούμενοι τὸν βίον διατελοῦσιν, οἰόμενοι ἐπιλήψεσθαι τοῦ βελτίστου.
λέγεις, ἔφην ἐγώ, βιώσεσθαι τοὺς τοιούτους ὥσπερ τοὺς κάμνοντάς τε καὶ οὐκ ἐθέλοντας ὑπὸ ἀκολασίας ἐκβῆναι πονηρᾶς διαίτης.
πάνυ μὲν οὖν. 426a
καὶ μὴν οὗτοί γε χαριέντως διατελοῦσιν· ἰατρευόμενοι γὰρ οὐδὲν περαίνουσιν, πλήν γε ποικιλώτερα καὶ μείζω ποιοῦσι τὰ νοσήματα, καὶ ἀεὶ ἐλπίζοντες, ἐάν τις φάρμακον συμβουλεύσῃ, ὑπὸ τούτου ἔσεσθαι ὑγιεῖς.
“Yes, my friend,” I said, “if a god grants them the preservation of the laws we went through before.”
“If not,” he said, “they’ll spend their lives constantly laying down many such rules and amending them, thinking they’ll hit on the best.”
“You mean,” I said, “that such people will live like those who are sick but, from intemperance, unwilling to give up a bad way of life.”
“Exactly.” 426a
“And a charming life they lead! For all their doctoring they achieve nothing, except to make their illnesses more complicated and worse, and they’re always hoping that whatever drug someone recommends will make them healthy.”
πάνυ γάρ, ἔφη, τῶν οὕτω καμνόντων τὰ τοιαῦτα πάθη.
τί δέ; ἦν δʼ ἐγώ· τόδε αὐτῶν οὐ χαρίεν, τὸ πάντων ἔχθιστον ἡγεῖσθαι τὸν τἀληθῆ λέγοντα, ὅτι πρὶν ἂν μεθύων καὶ ἐμπιμπλάμενος καὶ ἀφροδισιάζων καὶ ἀργῶν παύσηται, 426b οὔτε φάρμακα οὔτε καύσεις οὔτε τομαὶ οὐδʼ αὖ ἐπῳδαὶ αὐτὸν οὐδὲ περίαπτα οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν ὀνήσει;
οὐ πάνυ χαρίεν, ἔφη· τὸ γὰρ τῷ εὖ λέγοντι χαλεπαίνειν οὐκ ἔχει χάριν.
οὐκ ἐπαινέτης εἶ, ἔφην ἐγώ, ὡς ἔοικας, τῶν τοιούτων ἀνδρῶν.
οὐ μέντοι μὰ Δία.
“Yes,” he said, “that’s just how people ill in that way behave.”
“Well,” I said, “and isn’t this charming of them: they regard as their worst enemy the person who tells them the truth—that until they stop drinking, gorging, indulging in sex, and idling, 426b neither drugs nor cautery nor surgery, nor spells or amulets or anything else of the kind, will do them any good?”
“Not charming at all,” he said. “There’s nothing charming about being angry with someone who gives good advice.”
“You don’t seem to be an admirer of such men,” I said.
“No, by Zeus, I’m not.”
οὐδʼ ἂν ἡ πόλις ἄρα, ὅπερ ἄρτι ἐλέγομεν, ὅλη τοιοῦτον ποιῇ, οὐκ ἐπαινέσῃ. ἢ οὐ φαίνονταί σοι ταὐτὸν ἐργάζεσθαι τούτοις τῶν πόλεων ὅσαι κακῶς πολιτευόμεναι προαγορεύουσι 426c τοῖς πολίταις τὴν μὲν κατάστασιν τῆς πόλεως ὅλην μὴ κινεῖν, ὡς ἀποθανουμένους, ὃς ἂν τοῦτο δρᾷ· ὃς δʼ ἂν σφᾶς οὕτω πολιτευομένους ἥδιστα θεραπεύῃ καὶ χαρίζηται ὑποτρέχων καὶ προγιγνώσκων τὰς σφετέρας βουλήσεις καὶ ταύτας δεινὸς ᾖ ἀποπληροῦν, οὗτος ἄρα ἀγαθός τε ἔσται ἀνὴρ καὶ σοφὸς τὰ μεγάλα καὶ τιμήσεται ὑπὸ σφῶν;
ταὐτὸν μὲν οὖν, ἔφη, ἔμοιγε δοκοῦσι δρᾶν, καὶ οὐδʼ ὁπωστιοῦν ἐπαινῶ. 426d
“Then you won’t admire the city either, as we were just saying, if as a whole it does this sort of thing. Or don’t you think the badly governed cities are doing the same as these men, when they warn 426c their citizens not to disturb the city’s whole established order, on pain of death for anyone who does, while whoever serves them most pleasantly as they’re governed this way, and gratifies them by fawning on them, anticipating their wishes and being clever at fulfilling them—he’s the one who’ll be a good man and wise in great matters, and honored by them?”
“Yes,” he said, “I think they do the same, and I don’t approve of it in the least.” 426d
τί δʼ αὖ τοὺς ἐθέλοντας θεραπεύειν τὰς τοιαύτας πόλεις καὶ προθυμουμένους; οὐκ ἄγασαι τῆς ἀνδρείας τε καὶ εὐχερείας;
ἔγωγʼ, ἔφη, πλήν γʼ ὅσοι ἐξηπάτηνται ὑπʼ αὐτῶν καὶ οἴονται τῇ ἀληθείᾳ πολιτικοὶ εἶναι, ὅτι ἐπαινοῦνται ὑπὸ τῶν πολλῶν.
πῶς λέγεις; οὐ συγγιγνώσκεις, ἦν δʼ ἐγώ, τοῖς ἀνδράσιν; ἢ οἴει οἷόν τʼ εἶναι ἀνδρὶ μὴ ἐπισταμένῳ μετρεῖν, ἑτέρων 426e τοιούτων πολλῶν λεγόντων ὅτι τετράπηχύς ἐστιν, αὐτὸν ταῦτα μὴ ἡγεῖσθαι περὶ αὑτοῦ;
οὐκ αὖ, ἔφη, τοῦτό γε.
“And what about those who are willing, even eager, to serve such cities? Don’t you admire their courage and readiness?”
“I do,” he said, “except for those who’ve been taken in by them and think they’re truly statesmen because the many praise them.”
“What do you mean? Don’t you forgive the men?” I said. “Or do you think it’s possible for a man who doesn’t know how to measure, when many others 426e like him tell him he’s six feet tall, not to believe it about himself?”
“No,” he said, “not that, anyway.”
μὴ τοίνυν χαλέπαινε· καὶ γάρ πού εἰσι πάντων χαριέστατοι οἱ τοιοῦτοι, νομοθετοῦντές τε οἷα ἄρτι διήλθομεν καὶ ἐπανορθοῦντες, ἀεὶ οἰόμενοί τι πέρας εὑρήσειν περὶ τὰ ἐν τοῖς συμβολαίοις κακουργήματα καὶ περὶ ἃ νυνδὴ ἐγὼ ἔλεγον, ἀγνοοῦντες ὅτι τῷ ὄντι ὥσπερ Ὕδραν τέμνουσιν.
καὶ μήν, ἔφη, οὐκ ἄλλο γέ τι ποιοῦσιν.
“Then don’t be hard on them. Surely such people are the most charming of all: they legislate on the sort of things we just went through and keep amending them, always thinking they’ll find some end to the wrongdoing in contracts and the other things I was just talking about, not knowing that in reality they’re cutting at a Hydra.”
“Yes,” he said, “that’s exactly what they’re doing.”
ἐγὼ μὲν τοίνυν, ἦν δʼ ἐγώ, τὸ τοιοῦτον εἶδος νόμων πέρι καὶ πολιτείας οὔτʼ ἐν κακῶς οὔτʼ ἐν εὖ πολιτευομένῃ πόλει ᾤμην ἂν δεῖν τὸν ἀληθινὸν νομοθέτην πραγματεύεσθαι, ἐν τῇ μὲν ὅτι ἀνωφελῆ καὶ πλέον οὐδέν, ἐν δὲ τῇ ὅτι τὰ μὲν αὐτῶν κἂν ὁστισοῦν εὕροι, τὰ δὲ ὅτι αὐτόματα ἔπεισιν ἐκ τῶν ἔμπροσθεν ἐπιτηδευμάτων. 427b
τί οὖν, ἔφη, ἔτι ἂν ἡμῖν λοιπὸν τῆς νομοθεσίας εἴη;
καὶ ἐγὼ εἶπον ὅτι ἡμῖν μὲν οὐδέν, τῷ μέντοι Ἀπόλλωνι τῷ ἐν Δελφοῖς τά γε μέγιστα καὶ κάλλιστα καὶ πρῶτα τῶν νομοθετημάτων.
“So I, for my part,” I said, “wouldn’t have thought the true lawgiver should trouble himself with this kind of law and constitution, whether the city is badly governed or well—in the one because it’s useless and achieves nothing, in the other because some of it anyone at all could discover, and the rest follows of its own accord from the practices already established.” 427b
“Then what,” he said, “would still be left for us in the way of legislation?”
And I said, “For us, nothing; but for Apollo at Delphi, the greatest, finest, and first of laws.”
τὰ ποῖα; ἦ δʼ ὅς.
ἱερῶν τε ἱδρύσεις καὶ θυσίαι καὶ ἄλλαι θεῶν τε καὶ δαιμόνων καὶ ἡρώων θεραπεῖαι· τελευτησάντων τε αὖ θῆκαι καὶ ὅσα τοῖς ἐκεῖ δεῖ ὑπηρετοῦντας ἵλεως αὐτοὺς ἔχειν. τὰ γὰρ δὴ τοιαῦτα οὔτʼ ἐπιστάμεθα ἡμεῖς οἰκίζοντές τε πόλιν 427c οὐδενὶ ἄλλῳ πεισόμεθα, ἐὰν νοῦν ἔχωμεν, οὐδὲ χρησόμεθα ἐξηγητῇ ἀλλʼ ἢ τῷ πατρίῳ· οὗτος γὰρ δήπου ὁ θεὸς περὶ τὰ τοιαῦτα πᾶσιν ἀνθρώποις πάτριος ἐξηγητὴς ἐν μέσῳ τῆς γῆς ἐπὶ τοῦ ὀμφαλοῦ καθήμενος ἐξηγεῖται.
καὶ καλῶς γʼ, ἔφη, λέγεις· καὶ ποιητέον οὕτω.
“What are they?” he said.
“The founding of temples, sacrifices, and other forms of service to gods, divinities, and heroes; and again, the burial of the dead, and all the services we must render to those in the other world to keep them gracious. We ourselves know nothing about such things, and in founding a city 427c we won’t trust anyone else, if we have any sense, or use any interpreter but our ancestral one. For surely this god is the ancestral interpreter of such matters for all mankind, and he gives his interpretations seated at the navel, in the center of the earth.”
“You’re right,” he said, “and that’s what we must do.”
Wisdom, courage and moderation in the city
Socrates locates wisdom in the rulers, courage in the soldiers and moderation in the whole city.
ὠικισμένη μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἤδη ἄν σοι εἴη, ὦ παῖ 427d Ἀρίστωνος, ἡ πόλις· τὸ δὲ δὴ μετὰ τοῦτο σκόπει ἐν αὐτῇ, φῶς ποθὲν πορισάμενος ἱκανόν, αὐτός τε καὶ τὸν ἀδελφὸν παρακάλει καὶ Πολέμαρχον καὶ τοὺς ἄλλους, ἐάν πως ἴδωμεν ποῦ ποτʼ ἂν εἴη ἡ δικαιοσύνη καὶ ποῦ ἡ ἀδικία, καὶ τί ἀλλήλοιν διαφέρετον, καὶ πότερον δεῖ κεκτῆσθαι τὸν μέλλοντα εὐδαίμονα εἶναι, ἐάντε λανθάνῃ ἐάντε μὴ πάντας θεούς τε καὶ ἀνθρώπους.
“Well, son of Ariston,” I said, “your city 427d may now be considered founded. Next, get yourself enough light from somewhere and look inside it—you yourself, and call in your brother and Polemarchus and the others—to see if we can somehow discover where justice might be and where injustice, how they differ from each other, and which of the two a person must have if he’s going to be happy, whether or not all gods and men are aware of it.”
οὐδὲν λέγεις, ἔφη ὁ Γλαύκων· σὺ γὰρ ὑπέσχου ζητήσειν, 427e ὡς οὐχ ὅσιόν σοι ὂν μὴ οὐ βοηθεῖν δικαιοσύνῃ εἰς δύναμιν παντὶ τρόπῳ.
ἀληθῆ, ἔφην ἐγώ, ὑπομιμνῄσκεις, καὶ ποιητέον μέν γε οὕτως, χρὴ δὲ καὶ ὑμᾶς συλλαμβάνειν.
ἀλλʼ, ἔφη, ποιήσομεν οὕτω.
ἐλπίζω τοίνυν, ἦν δʼ ἐγώ, εὑρήσειν αὐτὸ ὧδε. οἶμαι ἡμῖν τὴν πόλιν, εἴπερ ὀρθῶς γε ᾤκισται, τελέως ἀγαθὴν εἶναι.
ἀνάγκη γʼ, ἔφη.
δῆλον δὴ ὅτι σοφή τʼ ἐστὶ καὶ ἀνδρεία καὶ σώφρων καὶ δικαία.
δῆλον.
“Nonsense,” said Glaucon. “You promised to search yourself, 427e saying it would be impious of you not to come to justice’s aid in every way you could.”
“That’s a true reminder,” I said, “and I must do so; but you must all help too.”
“We will,” he said.
“Then I hope,” I said, “to find it this way. I think our city, if it’s been rightly founded, is completely good.”
“It must be,” he said.
“Clearly, then, it is wise, courageous, moderate, and just.”
“Clearly.”
οὐκοῦν ὅτι ἂν αὐτῶν εὕρωμεν ἐν αὐτῇ, τὸ ὑπόλοιπον ἔσται τὸ οὐχ ηὑρημένον;
τί μήν;
ὥσπερ τοίνυν ἄλλων τινῶν τεττάρων, εἰ ἕν τι ἐζητοῦμεν αὐτῶν ἐν ὁτῳοῦν, ὁπότε πρῶτον ἐκεῖνο ἔγνωμεν, ἱκανῶς ἂν εἶχεν ἡμῖν, εἰ δὲ τὰ τρία πρότερον ἐγνωρίσαμεν, αὐτῷ ἂν τούτῳ ἐγνώριστο τὸ ζητούμενον· δῆλον γὰρ ὅτι οὐκ ἄλλο ἔτι ἦν ἢ τὸ ὑπολειφθέν.
ὀρθῶς, ἔφη, λέγεις.
οὐκοῦν καὶ περὶ τούτων, ἐπειδὴ τέτταρα ὄντα τυγχάνει, ὡσαύτως ζητητέον;
δῆλα δή.
“Then whichever of these we find in it, what’s left will be the one not yet found?”
“Of course.”
“It’s as with any other four things: if we were looking for one of them in something, and recognized that one first, that would be enough for us; but if we recognized the other three first, by that very fact the one we were looking for would have been identified, since clearly it could be nothing but the one left over.”
“You’re right,” he said.
“So with these too, since there happen to be four, we should search in the same way?”
“Clearly.”
καὶ μὲν δὴ πρῶτόν γέ μοι δοκεῖ ἐν αὐτῷ κατάδηλον εἶναι 428b ἡ σοφία· καί τι ἄτοπον περὶ αὐτὴν φαίνεται.
τί; ἦ δʼ ὅς.
σοφὴ μὲν τῷ ὄντι δοκεῖ μοι ἡ πόλις εἶναι ἣν διήλθομεν· εὔβουλος γάρ, οὐχί;
ναί.
καὶ μὴν τοῦτό γε αὐτό, ἡ εὐβουλία, δῆλον ὅτι ἐπιστήμη τίς ἐστιν· οὐ γάρ που ἀμαθίᾳ γε ἀλλʼ ἐπιστήμῃ εὖ βουλεύονται.
δῆλον.
πολλαὶ δέ γε καὶ παντοδαπαὶ ἐπιστῆμαι ἐν τῇ πόλει εἰσίν.
πῶς γὰρ οὔ;
“Well, the first thing I think is plainly visible in it 428b is wisdom, and there’s something odd about it.”
“What?” he said.
“The city we’ve described really does seem wise to me, since it’s good at deliberating, isn’t it?”
“Yes.”
“And this very thing, good deliberation, is clearly a kind of knowledge, since it’s surely not by ignorance but by knowledge that people deliberate well.”
“Clearly.”
“But there are many kinds of knowledge, of every sort, in the city.”
“Of course.”
ἆρʼ οὖν διὰ τὴν τῶν τεκτόνων ἐπιστήμην σοφὴ καὶ εὔβουλος ἡ πόλις προσρητέα; 428c
οὐδαμῶς, ἔφη, διά γε ταύτην, ἀλλὰ τεκτονική.
οὐκ ἄρα διὰ τὴν ὑπὲρ τῶν ξυλίνων σκευῶν ἐπιστήμην, βουλευομένη ὡς ἂν ἔχοι βέλτιστα, σοφὴ κλητέα πόλις.
οὐ μέντοι.
τί δέ; τὴν ὑπὲρ τῶν ἐκ τοῦ χαλκοῦ ἤ τινα ἄλλην τῶν τοιούτων;
οὐδʼ ἡντινοῦν, ἔφη.
οὐδὲ τὴν ὑπὲρ τοῦ καρποῦ τῆς γενέσεως ἐκ τῆς γῆς, ἀλλὰ γεωργική.
δοκεῖ μοι.
“Then is it because of the carpenters’ knowledge that the city should be called wise and good at deliberating?” 428c
“Not at all,” he said. “Because of that it would be called good at carpentry.”
“So it isn’t because of its knowledge about wooden articles, when it deliberates how they’d be best, that a city should be called wise.”
“Certainly not.”
“What about knowledge of bronze articles, or anything else of that kind?”
“None of them,” he said.
“Nor the knowledge of growing crops from the earth: because of that it’s good at farming.”
“I think so.”
τί δʼ; ἦν δʼ ἐγώ· ἔστι τις ἐπιστήμη ἐν τῇ ἄρτι ὑφʼ ἡμῶν οἰκισθείσῃ παρά τισι τῶν πολιτῶν, ᾗ οὐχ ὑπὲρ τῶν 428d ἐν τῇ πόλει τινὸς βουλεύεται, ἀλλʼ ὑπὲρ αὑτῆς ὅλης, ὅντινα τρόπον αὐτή τε πρὸς αὑτὴν καὶ πρὸς τὰς ἄλλας πόλεις ἄριστα ὁμιλοῖ;
ἔστι μέντοι.
τίς, ἔφην ἐγώ, καὶ ἐν τίσιν;
αὕτη, ἦ δʼ ὅς, ἡ φυλακική, καὶ ἐν τούτοις τοῖς ἄρχουσιν οὓς νυνδὴ τελέους φύλακας ὠνομάζομεν.
διὰ ταύτην οὖν τὴν ἐπιστήμην τί τὴν πόλιν προσαγορεύεις;
εὔβουλον, ἔφη, καὶ τῷ ὄντι σοφήν.
“Well then,” I said, “is there some knowledge in the city we’ve just founded, among some of the citizens, by which it deliberates not about some particular thing 428d in the city, but about the city itself as a whole, how it can best conduct its relations both with itself and with other cities?”
“There certainly is.”
“What is it,” I said, “and in whom?”
“It’s guardianship,” he said, “and it’s in those rulers we just now called complete guardians.”
“Then because of this knowledge, what do you call the city?”
“Good at deliberating,” he said, “and truly wise.”
πότερον οὖν, ἦν δʼ ἐγώ, ἐν τῇ πόλει οἴει ἡμῖν χαλκέας 428e πλείους ἐνέσεσθαι ἢ τοὺς ἀληθινοὺς φύλακας τούτους;
πολύ, ἔφη, χαλκέας.
οὐκοῦν, ἔφην, καὶ τῶν ἄλλων ὅσοι ἐπιστήμας ἔχοντες ὀνομάζονταί τινες εἶναι, πάντων τούτων οὗτοι ἂν εἶεν ὀλίγιστοι;
πολύ γε.
“Now do you think,” I said, “there’ll be more smiths 428e in our city, or more of these true guardians?”
“Far more smiths,” he said.
“And of all the others who have some knowledge and get a name from it, these would be the fewest?”
“By far.”
τῷ σμικροτάτῳ ἄρα ἔθνει καὶ μέρει ἑαυτῆς καὶ τῇ ἐν τούτῳ ἐπιστήμῃ, τῷ προεστῶτι καὶ ἄρχοντι, ὅλη σοφὴ ἂν εἴη κατὰ φύσιν οἰκισθεῖσα πόλις· καὶ τοῦτο, ὡς ἔοικε, φύσει 429a ὀλίγιστον γίγνεται γένος, ᾧ προσήκει ταύτης τῆς ἐπιστήμης μεταλαγχάνειν ἣν μόνην δεῖ τῶν ἄλλων ἐπιστημῶν σοφίαν καλεῖσθαι.
ἀληθέστατα, ἔφη, λέγεις.
τοῦτο μὲν δὴ ἓν τῶν τεττάρων οὐκ οἶδα ὅντινα τρόπον ηὑρήκαμεν, αὐτό τε καὶ ὅπου τῆς πόλεως ἵδρυται.
ἐμοὶ γοῦν δοκεῖ, ἔφη, ἀποχρώντως ηὑρῆσθαι.
“So it’s because of its smallest group and part, and the knowledge in it—the part that leads and rules—that a city founded according to nature would be wise as a whole. And this, it seems, is by nature 429a the smallest class, the one whose place it is to share in this knowledge, which alone of all kinds of knowledge should be called wisdom.”
“Very true,” he said.
“So we’ve found—I don’t know quite how—this one of the four, both what it is and where in the city it has its seat.”
“I think, anyway,” he said, “it’s been found well enough.”
ἀλλὰ μὴν ἀνδρεία γε αὐτή τε καὶ ἐν ᾧ κεῖται τῆς πόλεως, διʼ ὃ τοιαύτη κλητέα ἡ πόλις, οὐ πάνυ χαλεπὸν ἰδεῖν.
πῶς δή; 429b
τίς ἄν, ἦν δʼ ἐγώ, εἰς ἄλλο τι ἀποβλέψας ἢ δειλὴν ἢ ἀνδρείαν πόλιν εἴποι ἀλλʼ ἢ εἰς τοῦτο τὸ μέρος ὃ προπολεμεῖ τε καὶ στρατεύεται ὑπὲρ αὐτῆς;
οὐδʼ ἂν εἷς, ἔφη, εἰς ἄλλο τι.
οὐ γὰρ οἶμαι, εἶπον, οἵ γε ἄλλοι ἐν αὐτῇ ἢ δειλοὶ ἢ ἀνδρεῖοι ὄντες κύριοι ἂν εἶεν ἢ τοίαν αὐτὴν εἶναι ἢ τοίαν.
οὐ γάρ.
“And courage, too—both what it is and where in the city it lies, making the city deserve to be called courageous—isn’t very hard to see.”
“How so?” 429b
“Who,” I said, “would call a city cowardly or courageous by looking to anything but the part that fights for it and goes to war on its behalf?”
“No one,” he said, “would look to anything else.”
“No, for I don’t think,” I said, “that the others in it, whether cowardly or courageous, would decide whether it is one or the other.”
“No, they wouldn’t.”
καὶ ἀνδρεία ἄρα πόλις μέρει τινὶ ἑαυτῆς ἐστι, διὰ τὸ ἐν ἐκείνῳ ἔχειν δύναμιν τοιαύτην ἣ διὰ παντὸς σώσει τὴν περὶ 429c τῶν δεινῶν δόξαν, ταῦτά τε αὐτὰ εἶναι καὶ τοιαῦτα, ἅ τε καὶ οἷα ὁ νομοθέτης παρήγγελλεν ἐν τῇ παιδείᾳ. ἢ οὐ τοῦτο ἀνδρείαν καλεῖς;
οὐ πάνυ, ἔφη, ἔμαθον ὃ εἶπες, ἀλλʼ αὖθις εἰπέ.
σωτηρίαν ἔγωγʼ, εἶπον, λέγω τινὰ εἶναι τὴν ἀνδρείαν.
ποίαν δὴ σωτηρίαν;
“So a city is courageous, too, by a certain part of itself, because in that part it has a power that will preserve through everything its opinion about 429c what is to be feared: that these are the things, and things of this kind, that the lawgiver proclaimed in their education. Or don’t you call this courage?”
“I didn’t quite understand what you said,” he said. “Say it again.”
“I’m saying,” I said, “that courage is a kind of preservation.”
“What kind of preservation?”
τὴν τῆς δόξης τῆς ὑπὸ νόμου διὰ τῆς παιδείας γεγονυίας περὶ τῶν δεινῶν ἅ τέ ἐστι καὶ οἷα· διὰ παντὸς δὲ ἔλεγον αὐτῆς σωτηρίαν τὸ ἔν τε λύπαις ὄντα διασῴζεσθαι αὐτὴν καὶ ἐν 429d ἡδοναῖς καὶ ἐν ἐπιθυμίαις καὶ ἐν φόβοις καὶ μὴ ἐκβάλλειν. ᾧ δέ μοι δοκεῖ ὅμοιον εἶναι ἐθέλω ἀπεικάσαι, εἰ βούλει.
ἀλλὰ βούλομαι.
“Preservation of the opinion, produced by law through education, about what things, and what kinds of things, are to be feared. And by preserving it ‘through everything’ I meant keeping it safe and not throwing it out, whether one is in pains or in 429d pleasures, in desires or in fears. If you like, I’m willing to show you what I think it resembles.”
“I’d like that.”
οὐκοῦν οἶσθα, ἦν δʼ ἐγώ, ὅτι οἱ βαφῆς, ἐπειδὰν βουληθῶσι βάψαι ἔρια ὥστʼ εἶναι ἁλουργά, πρῶτον μὲν ἐκλέγονται ἐκ τοσούτων χρωμάτων μίαν φύσιν τὴν τῶν λευκῶν, ἔπειτα προπαρασκευάζουσιν, οὐκ ὀλίγῃ παρασκευῇ θεραπεύσαντες ὅπως δέξεται ὅτι μάλιστα τὸ ἄνθος, καὶ οὕτω δὴ βάπτουσι. 429e καὶ ὃ μὲν ἂν τούτῳ τῷ τρόπῳ βαφῇ, δευσοποιὸν γίγνεται τὸ βαφέν, καὶ ἡ πλύσις οὔτʼ ἄνευ ῥυμμάτων οὔτε μετὰ ῥυμμάτων δύναται αὐτῶν τὸ ἄνθος ἀφαιρεῖσθαι· ἃ δʼ ἂν μή, οἶσθα οἷα δὴ γίγνεται, ἐάντέ τις ἄλλα χρώματα βάπτῃ ἐάντε καὶ ταῦτα μὴ προθεραπεύσας.
“You know,” I said, “that dyers, when they want to dye wool purple, first pick out, from all the many colors, the one kind that is white; then they prepare it beforehand, treating it with no small preparation so that it will take the color as well as possible, and only then do they dye it. 429e Whatever is dyed in this way becomes colorfast, and no washing, with cleansers or without, can take the color out of it. But you know what happens to things that aren’t, whether someone dyes other colors or dyes these without treating them first.”
τοιοῦτον τοίνυν, ἦν δʼ ἐγώ, ὑπόλαβε κατὰ δύναμιν ἐργάζεσθαι καὶ ἡμᾶς, ὅτε ἐξελεγόμεθα τοὺς στρατιώτας καὶ 430a ἐπαιδεύομεν μουσικῇ καὶ γυμναστικῇ· μηδὲν οἴου ἄλλο μηχανᾶσθαι ἢ ὅπως ἡμῖν ὅτι κάλλιστα τοὺς νόμους πεισθέντες δέξοιντο ὥσπερ βαφήν, ἵνα δευσοποιὸς αὐτῶν ἡ δόξα γίγνοιτο καὶ περὶ δεινῶν καὶ περὶ τῶν ἄλλων διὰ τὸ τήν τε φύσιν καὶ τὴν τροφὴν ἐπιτηδείαν ἐσχηκέναι, καὶ μὴ αὐτῶν ἐκπλύναι τὴν βαφὴν τὰ ῥύμματα ταῦτα, δεινὰ ὄντα ἐκκλύζειν, ἥ τε ἡδονή, παντὸς χαλεστραίου δεινοτέρα οὖσα τοῦτο δρᾶν 430b καὶ κονίας, λύπη τε καὶ φόβος καὶ ἐπιθυμία, παντὸς ἄλλου ῥύμματος. τὴν δὴ τοιαύτην δύναμιν καὶ σωτηρίαν διὰ παντὸς δόξης ὀρθῆς τε καὶ νομίμου δεινῶν τε πέρι καὶ μὴ ἀνδρείαν ἔγωγε καλῶ καὶ τίθεμαι, εἰ μή τι σὺ ἄλλο λέγεις.
“Then suppose,” I said, “that we too were doing something like this, as far as we could, when we selected our soldiers and 430a educated them in music and gymnastics. Don’t think we were contriving anything but this: that, persuaded by us, they would take in the laws as well as possible, like a dye, so that their opinion about what is to be feared, and about everything else, would become colorfast, because they had the right nature and upbringing; and so that those cleansers wouldn’t wash the dye out of them, formidable as they are at scouring—pleasure, more formidable at this than any soda 430b or lye, and pain, fear, and desire, more than any other cleanser. This power, then, this preservation through everything of right and lawful opinion about what is and isn’t to be feared, is what I call courage, and set down as such, unless you have something else to say.”
ἀλλʼ οὐδέν, ἦ δʼ ὅς, λέγω· δοκεῖς γάρ μοι τὴν ὀρθὴν δόξαν περὶ τῶν αὐτῶν τούτων ἄνευ παιδείας γεγονυῖαν, τήν τε θηριώδη καὶ ἀνδραποδώδη, οὔτε πάνυ νόμιμον ἡγεῖσθαι, ἄλλο τέ τι ἢ ἀνδρείαν καλεῖν. 430c
ἀληθέστατα, ἦν δʼ ἐγώ, λέγεις.
ἀποδέχομαι τοίνυν τοῦτο ἀνδρείαν εἶναι.
καὶ γὰρ ἀποδέχου, ἦν δʼ ἐγώ, πολιτικήν γε, καὶ ὀρθῶς ἀποδέξῃ· αὖθις δὲ περὶ αὐτοῦ, ἐὰν βούλῃ, ἔτι κάλλιον δίιμεν. νῦν γὰρ οὐ τοῦτο ἐζητοῦμεν, ἀλλὰ δικαιοσύνην· πρὸς οὖν τὴν ἐκείνου ζήτησιν, ὡς ἐγᾦμαι, ἱκανῶς ἔχει.
ἀλλὰ καλῶς, ἔφη, λέγεις.
“No, I have nothing else to say,” he said. “For I take it that right opinion about these same things that arises without education—the kind found in beasts and slaves—you don’t consider altogether lawful, and you call it something other than courage.” 430c
“Very true,” I said.
“Then I accept that this is courage.”
“Yes, accept it,” I said, “as civic courage, anyway, and you’ll be right to. We’ll go through it more thoroughly another time, if you like. At present it isn’t this we’re looking for, but justice; and for the search for that, I think, this is enough.”
“You’re right,” he said.
δύο μήν, ἦν δʼ ἐγώ, ἔτι λοιπὰ ἃ δεῖ κατιδεῖν ἐν τῇ 430d πόλει, ἥ τε σωφροσύνη καὶ οὗ δὴ ἕνεκα πάντα ζητοῦμεν, δικαιοσύνη.
πάνυ μὲν οὖν.
πῶς οὖν ἂν τὴν δικαιοσύνην εὕροιμεν, ἵνα μηκέτι πραγματευώμεθα περὶ σωφροσύνης;
ἐγὼ μὲν τοίνυν, ἔφη, οὔτε οἶδα οὔτʼ ἂν βουλοίμην αὐτὸ πρότερον φανῆναι, εἴπερ μηκέτι ἐπισκεψόμεθα σωφροσύνην· ἀλλʼ εἰ ἔμοιγε βούλει χαρίζεσθαι, σκόπει πρότερον τοῦτο ἐκείνου. 430e
ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, βούλομαί γε, εἰ μὴ ἀδικῶ.
σκόπει δή, ἔφη.
“Now two things are still left,” I said, “that we must make out in the 430d city: moderation, and the thing for whose sake we’re looking for them all, justice.”
“Certainly.”
“How could we find justice, so as not to have to bother any more about moderation?”
“Well, I don’t know,” he said, “and I wouldn’t want justice to come to light first, if we’re not going to look into moderation after all. If you want to do me a favor, look at this one before that one.” 430e
“I’m certainly willing,” I said, “unless it would be wrong of me.”
“Then look,” he said.
σκεπτέον, εἶπον· καὶ ὥς γε ἐντεῦθεν ἰδεῖν, συμφωνίᾳ τινὶ καὶ ἁρμονίᾳ προσέοικεν μᾶλλον ἢ τὰ πρότερον.
πῶς;
κόσμος πού τις, ἦν δʼ ἐγώ, ἡ σωφροσύνη ἐστὶν καὶ ἡδονῶν τινων καὶ ἐπιθυμιῶν ἐγκράτεια, ὥς φασι κρείττω δὴ αὑτοῦ ἀποφαίνοντες οὐκ οἶδʼ ὅντινα τρόπον, καὶ ἄλλα ἄττα τοιαῦτα ὥσπερ ἴχνη αὐτῆς λέγεται. ἦ γάρ;
πάντων μάλιστα, ἔφη.
οὐκοῦν τὸ μὲν κρείττω αὑτοῦ γελοῖον; ὁ γὰρ ἑαυτοῦ κρείττων καὶ ἥττων δήπου ἂν αὑτοῦ εἴη καὶ ὁ ἥττων κρείττων· 431a ὁ αὐτὸς γὰρ ἐν ἅπασιν τούτοις προσαγορεύεται.
τί δʼ οὔ;
“We must look,” I said. “And seen from here, it resembles a kind of concord and harmony more than the others did.”
“How?”
“Moderation,” I said, “is surely a kind of order, a mastery of certain pleasures and desires. People speak of someone as ‘stronger than himself,’ though I don’t know quite what they mean by it, and other such expressions are used that are like traces of it. Isn’t that so?”
“Very much so,” he said.
“But isn’t ‘stronger than himself’ ridiculous? The one who is stronger than himself would also, I suppose, be weaker than himself, and the weaker would be stronger, 431a since it’s the same person spoken of in all these expressions.”
“Of course.”
ἀλλʼ, ἦν δʼ ἐγώ, φαίνεταί μοι βούλεσθαι λέγειν οὗτος ὁ λόγος ὥς τι ἐν αὐτῷ τῷ ἀνθρώπῳ περὶ τὴν ψυχὴν τὸ μὲν βέλτιον ἔνι, τὸ δὲ χεῖρον, καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατὲς ᾖ, τοῦτο λέγειν τὸ κρείττω αὑτοῦ —ἐπαινεῖ γοῦν—ὅταν δὲ ὑπὸ τροφῆς κακῆς ἤ τινος ὁμιλίας κρατηθῇ ὑπὸ πλήθους τοῦ χείρονος σμικρότερον τὸ βέλτιον 431b ὄν, τοῦτο δὲ ὡς ἐν ὀνείδει ψέγειν τε καὶ καλεῖν ἥττω ἑαυτοῦ καὶ ἀκόλαστον τὸν οὕτω διακείμενον.
καὶ γὰρ ἔοικεν, ἔφη.
“But it seems to me,” I said, “that this expression means that in the person himself, in his soul, there’s a better part and a worse; and when the naturally better part is in control of the worse, that’s what is meant by ‘stronger than himself’—it’s praise, at any rate. But when, through bad upbringing or bad company, the better part, being smaller, 431b is overpowered by the mass of the worse, this is criticized as something shameful, and the person in that condition is called weaker than himself and undisciplined.”
“Yes, that seems right,” he said.
ἀπόβλεπε τοίνυν, ἦν δʼ ἐγώ, πρὸς τὴν νέαν ἡμῖν πόλιν, καὶ εὑρήσεις ἐν αὐτῇ τὸ ἕτερον τούτων ἐνόν· κρείττω γὰρ αὐτὴν αὑτῆς δικαίως φήσεις προσαγορεύεσθαι, εἴπερ οὗ τὸ ἄμεινον τοῦ χείρονος ἄρχει σῶφρον κλητέον καὶ κρεῖττον αὑτοῦ.
ἀλλʼ ἀποβλέπω, ἔφη, καὶ ἀληθῆ λέγεις.
καὶ μὴν καὶ τάς γε πολλὰς καὶ παντοδαπὰς ἐπιθυμίας καὶ 431c ἡδονάς τε καὶ λύπας ἐν παισὶ μάλιστα ἄν τις εὕροι καὶ γυναιξὶ καὶ οἰκέταις καὶ τῶν ἐλευθέρων λεγομένων ἐν τοῖς πολλοῖς τε καὶ φαύλοις.
πάνυ μὲν οὖν.
“Now look at our new city,” I said, “and you’ll find the first of these in it. You’ll say it’s rightly called stronger than itself, if what has its better part ruling its worse is to be called moderate and stronger than itself.”
“I’m looking,” he said, “and what you say is true.”
“And again, the many desires of every kind, 431c and pleasures and pains, are found above all in children, women, and household slaves, and, among the so-called free, in the many and inferior.”
“Certainly.”
τὰς δέ γε ἁπλᾶς τε καὶ μετρίας, αἳ δὴ μετὰ νοῦ τε καὶ δόξης ὀρθῆς λογισμῷ ἄγονται, ἐν ὀλίγοις τε ἐπιτεύξῃ καὶ τοῖς βέλτιστα μὲν φῦσιν, βέλτιστα δὲ παιδευθεῖσιν.
ἀληθῆ, ἔφη.
οὐκοῦν καὶ ταῦτα ὁρᾷς ἐνόντα σοι ἐν τῇ πόλει καὶ κρατουμένας αὐτόθι τὰς ἐπιθυμίας τὰς ἐν τοῖς πολλοῖς τε 431d καὶ φαύλοις ὑπό τε τῶν ἐπιθυμιῶν καὶ τῆς φρονήσεως τῆς ἐν τοῖς ἐλάττοσί τε καὶ ἐπιεικεστέροις;
ἔγωγʼ, ἔφη.
εἰ ἄρα δεῖ τινα πόλιν προσαγορεύειν κρείττω ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ αὐτὴν αὑτῆς, καὶ ταύτην προσρητέον.
“But the simple and measured ones, which are guided by reasoning with the help of intelligence and right opinion, you’ll meet only in a few, those with the best natures and the best education.”
“True,” he said.
“And don’t you see that these too are present in your city, and that there the desires in the many and 431d inferior are mastered by the desires and the understanding in the fewer and more decent?”
“I do,” he said.
“So if any city is to be called stronger than its pleasures and desires, and than itself, this one should be.”
παντάπασιν μὲν οὖν, ἔφη.
ἆρʼ οὖν οὐ καὶ σώφρονα κατὰ πάντα ταῦτα;
καὶ μάλα, ἔφη.
καὶ μὴν εἴπερ αὖ ἐν ἄλλῃ πόλει ἡ αὐτὴ δόξα ἔνεστι τοῖς 431e τε ἄρχουσι καὶ ἀρχομένοις περὶ τοῦ οὕστινας δεῖ ἄρχειν, καὶ ἐν ταύτῃ ἂν εἴη τοῦτο ἐνόν. ἢ οὐ δοκεῖ;
καὶ μάλα, ἔφη, σφόδρα.
ἐν ποτέροις οὖν φήσεις τῶν πολιτῶν τὸ σωφρονεῖν ἐνεῖναι ὅταν οὕτως ἔχωσιν; ἐν τοῖς ἄρχουσιν ἢ ἐν τοῖς ἀρχομένοις;
ἐν ἀμφοτέροις που, ἔφη.
“Absolutely,” he said.
“And isn’t it also moderate, on all these counts?”
“Very much so,” he said.
“And again, if in any other city rulers 431e and ruled share the same opinion about who should rule, that would be present in this one too. Don’t you think so?”
“Very much so,” he said, “absolutely.”
“Then in which of the citizens will you say moderation is present, when they’re in this condition? In the rulers or the ruled?”
“In both, I suppose,” he said.
ὁρᾷς οὖν, ἦν δʼ ἐγώ, ὅτι ἐπιεικῶς ἐμαντευόμεθα ἄρτι ὡς ἁρμονίᾳ τινὶ ἡ σωφροσύνη ὡμοίωται;
τί δή;
“So do you see,” I said, “that we guessed pretty well just now when we said moderation resembles a kind of harmony?”
“Why is that?”
ὅτι οὐχ ὥσπερ ἡ ἀνδρεία καὶ ἡ σοφία ἐν μέρει τινὶ 432a ἑκατέρα ἐνοῦσα ἡ μὲν σοφήν, ἡ δὲ ἀνδρείαν τὴν πόλιν παρείχετο, οὐχ οὕτω ποιεῖ αὕτη, ἀλλὰ διʼ ὅλης ἀτεχνῶς τέταται διὰ πασῶν παρεχομένη συνᾴδοντας τούς τε ἀσθενεστάτους ταὐτὸν καὶ τοὺς ἰσχυροτάτους καὶ τοὺς μέσους, εἰ μὲν βούλει, φρονήσει, εἰ δὲ βούλει, ἰσχύι, εἰ δέ, καὶ πλήθει ἢ χρήμασιν ἢ ἄλλῳ ὁτῳοῦν τῶν τοιούτων· ὥστε ὀρθότατʼ ἂν φαῖμεν ταύτην τὴν ὁμόνοιαν σωφροσύνην εἶναι, χείρονός τε καὶ ἀμείνονος κατὰ φύσιν συμφωνίαν ὁπότερον δεῖ ἄρχειν καὶ ἐν πόλει καὶ ἐν ἑνὶ ἑκάστῳ. 432b
“Because it doesn’t work the way courage and wisdom do. Each of those resided in one part of the city 432a and made it wise or courageous respectively. Moderation doesn’t act like that. It stretches straight through the whole city, across the entire scale, and makes the weakest, the strongest and those in between all sing the same tune together—whether you rank them by understanding, or by strength, or, if you like, by numbers or wealth or anything else of the sort. So we’d be quite right to say that this unanimity is moderation: the natural concord between worse and better about which of them should rule, both in a city and in each individual.” 432b
πάνυ μοι, ἔφη, συνδοκεῖ.
εἶεν, ἦν δʼ ἐγώ· τὰ μὲν τρία ἡμῖν ἐν τῇ πόλει κατῶπται, ὥς γε οὑτωσὶ δόξαι· τὸ δὲ δὴ λοιπὸν εἶδος, διʼ ὃ ἂν ἔτι ἀρετῆς μετέχοι πόλις, τί ποτʼ ἂν εἴη; δῆλον γὰρ ὅτι τοῦτʼ ἐστὶν ἡ δικαιοσύνη.
δῆλον.
“I entirely agree,” he said.
“Well then,” I said, “we’ve spotted three of them in our city, at least as far as it looks at this stage. So what could the remaining form be, the one that would give the city a further share in excellence? Obviously it’s justice.”
“Obviously.”
οὐκοῦν, ὦ Γλαύκων, νῦν δὴ ἡμᾶς δεῖ ὥσπερ κυνηγέτας τινὰς θάμνον κύκλῳ περιίστασθαι προσέχοντας τὸν νοῦν, μή πῃ διαφύγῃ ἡ δικαιοσύνη καὶ ἀφανισθεῖσα ἄδηλος γένηται. 432c φανερὸν γὰρ δὴ ὅτι ταύτῃ πῃ ἔστιν· ὅρα οὖν καὶ προθυμοῦ κατιδεῖν, ἐάν πως πρότερος ἐμοῦ ἴδῃς καὶ ἐμοὶ φράσῃς.
εἰ γὰρ ὤφελον, ἔφη. ἀλλὰ μᾶλλον, ἐάν μοι ἑπομένῳ χρῇ καὶ τὰ δεικνύμενα δυναμένῳ καθορᾶν, πάνυ μοι μετρίως χρήσῃ.
ἕπου, ἦν δʼ ἐγώ, εὐξάμενος μετʼ ἐμοῦ.
ποιήσω ταῦτα, ἀλλὰ μόνον, ἦ δʼ ὅς, ἡγοῦ.
“Well, Glaucon, now’s the time for us to station ourselves in a circle around the thicket like hunters, and keep our wits about us, so that justice doesn’t slip away somewhere and vanish from sight. 432c It’s clearly somewhere around here. So look, and do your best to catch sight of it—maybe you’ll see it before I do and can point it out to me.”
“If only I could,” he said. “But you’ll be making quite reasonable use of me if you treat me as a follower who can see what’s pointed out to him.”
“Follow, then,” I said, “once you’ve said a prayer with me.”
“I will,” he said. “Just lead the way.”
καὶ μήν, εἶπον ἐγώ, δύσβατός γέ τις ὁ τόπος φαίνεται καὶ ἐπίσκιος· ἔστι γοῦν σκοτεινὸς καὶ δυσδιερεύνητος. ἀλλὰ γὰρ ὅμως ἰτέον. 432d
ἰτέον γάρ, ἔφη.
καὶ ἐγὼ κατιδών, ἰοὺ ἰού, εἶπον, ὦ Γλαύκων· κινδυνεύομέν τι ἔχειν ἴχνος, καί μοι δοκεῖ οὐ πάνυ τι ἐκφευξεῖσθαι ἡμᾶς.
εὖ ἀγγέλλεις, ἦ δʼ ὅς.
ἦ μήν, ἦν δʼ ἐγώ, βλακικόν γε ἡμῶν τὸ πάθος.
τὸ ποῖον;
“The place certainly looks hard going,” I said, “and overgrown. It’s dark, at any rate, and difficult to search. Still, we have to go on.” 432d
“We do,” he said.
Then I caught sight of something. “Aha! Aha, Glaucon!” I said. “It looks as though we’ve found a track, and I don’t think it’s going to get away from us now.”
“Good news,” he said.
“Honestly,” I said, “we’ve been behaving like dullards.”
“How so?”
πάλαι, ὦ μακάριε, φαίνεται πρὸ ποδῶν ἡμῖν ἐξ ἀρχῆς κυλινδεῖσθαι, καὶ οὐχ ἑωρῶμεν ἄρʼ αὐτό, ἀλλʼ ἦμεν καταγελαστότατοι· ὥσπερ οἱ ἐν ταῖς χερσὶν ἔχοντες ζητοῦσιν 432e ἐνίοτε ὃ ἔχουσιν, καὶ ἡμεῖς εἰς αὐτὸ μὲν οὐκ ἀπεβλέπομεν, πόρρω δέ ποι ἀπεσκοποῦμεν, ᾗ δὴ καὶ ἐλάνθανεν ἴσως ἡμᾶς.
πῶς, ἔφη, λέγεις;
οὕτως, εἶπον, ὡς δοκοῦμέν μοι καὶ λέγοντες αὐτὸ καὶ ἀκούοντες πάλαι οὐ μανθάνειν ἡμῶν αὐτῶν, ὅτι ἐλέγομεν τρόπον τινὰ αὐτό.
μακρόν, ἔφη, τὸ προοίμιον τῷ ἐπιθυμοῦντι ἀκοῦσαι.
“It’s been rolling around at our feet all along, my dear fellow, right from the start, and we never saw it. We were utterly ridiculous. Like people who sometimes go looking for what they’re holding 432e in their hands, we didn’t look at the thing itself but gazed off somewhere into the distance—which is probably just why it escaped us.”
“What do you mean?” he said.
“This,” I said: “I think we’ve been talking about it and hearing about it for a long time without realizing that we ourselves were, in a way, describing it.”
“That’s a long preamble,” he said, “for someone who’s eager to hear.”
Justice in the city: doing one’s own
Socrates defines justice in the city as each class doing its own work.
ἀλλʼ, ἦν δʼ ἐγώ, ἄκουε εἴ τι ἄρα λέγω. ὃ γὰρ ἐξ ἀρχῆς ἐθέμεθα δεῖν ποιεῖν διὰ παντός, ὅτε τὴν πόλιν κατῳκίζομεν, τοῦτό ἐστιν, ὡς ἐμοὶ δοκεῖ, ἤτοι τούτου τι εἶδος ἡ δικαιοσύνη. ἐθέμεθα δὲ δήπου καὶ πολλάκις ἐλέγομεν, εἰ μέμνησαι, ὅτι ἕνα ἕκαστον ἓν δέοι ἐπιτηδεύειν τῶν περὶ τὴν πόλιν, εἰς ὃ αὐτοῦ ἡ φύσις ἐπιτηδειοτάτη πεφυκυῖα εἴη.
ἐλέγομεν γάρ.
καὶ μὴν ὅτι γε τὸ τὰ αὑτοῦ πράττειν καὶ μὴ πολυπραγμονεῖν δικαιοσύνη ἐστί, καὶ τοῦτο ἄλλων τε πολλῶν 433b ἀκηκόαμεν καὶ αὐτοὶ πολλάκις εἰρήκαμεν.
εἰρήκαμεν γάρ.
“Listen, then,” I said, “and see whether I’m making sense. What we laid down at the start as something that had to be done in every case, when we were founding the city—that, I think, or some form of it, is justice. We laid down, surely, and said often, if you remember, that each person must practice one of the city’s occupations, the one for which his nature is best suited.”
“Yes, we said that.”
“And further, that doing one’s own work and not meddling is justice—we’ve heard that from many 433b others and have often said it ourselves.”
“We have said it.”
τοῦτο τοίνυν, ἦν δʼ ἐγώ, ὦ φίλε, κινδυνεύει τρόπον τινὰ γιγνόμενον ἡ δικαιοσύνη εἶναι, τὸ τὰ αὑτοῦ πράττειν. οἶσθα ὅθεν τεκμαίρομαι;
οὐκ, ἀλλὰ λέγʼ, ἔφη.
δοκεῖ μοι, ἦν δʼ ἐγώ, τὸ ὑπόλοιπον ἐν τῇ πόλει ὧν ἐσκέμμεθα, σωφροσύνης καὶ ἀνδρείας καὶ φρονήσεως, τοῦτο εἶναι, ὃ πᾶσιν ἐκείνοις τὴν δύναμιν παρέσχεν ὥστε ἐγγενέσθαι, καὶ ἐγγενομένοις γε σωτηρίαν παρέχειν, ἕωσπερ ἂν 433c ἐνῇ. καίτοι ἔφαμεν δικαιοσύνην ἔσεσθαι τὸ ὑπολειφθὲν ἐκείνων, εἰ τὰ τρία εὕροιμεν.
καὶ γὰρ ἀνάγκη, ἔφη.
“Then this, my friend,” I said, “doing one’s own work, when it comes about in a certain way, looks as if it’s justice. Do you know what my evidence is?”
“No—tell me,” he said.
“I think,” I said, “that what’s left in the city, beyond the things we’ve examined—moderation, courage and understanding—is the thing that gave all of them the power to arise in the first place, and that preserves them once they’ve arisen, as long as it’s 433c present. And we did say that justice would be what was left over once we’d found the three.”
“It must be,” he said.
ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, εἰ δέοι γε κρῖναι τί τὴν πόλιν ἡμῖν τούτων μάλιστα ἀγαθὴν ἀπεργάσεται ἐγγενόμενον, δύσκριτον ἂν εἴη πότερον ἡ ὁμοδοξία τῶν ἀρχόντων τε καὶ ἀρχομένων, ἢ ἡ περὶ δεινῶν τε καὶ μή, ἅττα ἐστί, δόξης ἐννόμου σωτηρία ἐν τοῖς στρατιώταις ἐγγενομένη, ἢ ἡ ἐν 433d τοῖς ἄρχουσι φρόνησίς τε καὶ φυλακὴ ἐνοῦσα, ἢ τοῦτο μάλιστα ἀγαθὴν αὐτὴν ποιεῖ ἐνὸν καὶ ἐν παιδὶ καὶ ἐν γυναικὶ καὶ δούλῳ καὶ ἐλευθέρῳ καὶ δημιουργῷ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, ὅτι τὸ αὑτοῦ ἕκαστος εἷς ὢν ἔπραττε καὶ οὐκ ἐπολυπραγμόνει.
“And yet,” I said, “if we had to decide which of these would do most to make our city good by its presence, it would be hard to judge. Is it the agreement in opinion between rulers and ruled? Or the preservation, in the soldiers, of the lawful opinion about what is and isn’t to be feared? Or the understanding and vigilance present in 433d the rulers? Or is what most makes the city good the fact, present in child and woman, slave and free, craftsman, ruler and ruled, that each did his own work as one person and didn’t meddle?”
δύσκριτον, ἔφη· πῶς δʼ οὔ;
ἐνάμιλλον ἄρα, ὡς ἔοικε, πρὸς ἀρετὴν πόλεως τῇ τε σοφίᾳ αὐτῆς καὶ τῇ σωφροσύνῃ καὶ τῇ ἀνδρείᾳ ἡ τοῦ ἕκαστον ἐν αὐτῇ τὰ αὑτοῦ πράττειν δύναμις.
καὶ μάλα, ἔφη.
οὐκοῦν δικαιοσύνην τό γε τούτοις ἐνάμιλλον ἂν εἰς ἀρετὴν 433e πόλεως θείης;
παντάπασι μὲν οὖν.
σκόπει δὴ καὶ τῇδε εἰ οὕτω δόξει· ἆρα τοῖς ἄρχουσιν ἐν τῇ πόλει τὰς δίκας προστάξεις δικάζειν;
τί μήν;
“Hard to judge,” he said. “Of course it is.”
“So it seems that, when it comes to a city’s excellence, the power of each person in it to do his own work rivals its wisdom, moderation and courage.”
“Very much so,” he said.
“Then wouldn’t you count justice as the thing that rivals these in contributing to the excellence 433e of a city?”
“Absolutely.”
“Now look at it this way too and see whether you’ll agree. Will you assign the rulers in the city to judge lawsuits?”
“Of course.”
ἦ ἄλλου οὑτινοσοῦν μᾶλλον ἐφιέμενοι δικάσουσιν ἢ τούτου, ὅπως ἂν ἕκαστοι μήτʼ ἔχωσι τἀλλότρια μήτε τῶν αὑτῶν στέρωνται;
οὔκ, ἀλλὰ τούτου.
ὡς δικαίου ὄντος;
ναί.
καὶ ταύτῃ ἄρα πῃ ἡ τοῦ οἰκείου τε καὶ ἑαυτοῦ ἕξις τε καὶ 434a πρᾶξις δικαιοσύνη ἂν ὁμολογοῖτο.
ἔστι ταῦτα.
ἰδὲ δὴ ἐὰν σοὶ ὅπερ ἐμοὶ συνδοκῇ. τέκτων σκυτοτόμου ἐπιχειρῶν ἔργα ἐργάζεσθαι ἢ σκυτοτόμος τέκτονος, ἢ τὰ ὄργανα μεταλαμβάνοντες τἀλλήλων ἢ τιμάς, ἢ καὶ ὁ αὐτὸς ἐπιχειρῶν ἀμφότερα πράττειν, πάντα τἆλλα μεταλλαττόμενα, ἆρά σοι ἄν τι δοκεῖ μέγα βλάψαι πόλιν;
“And will their aim in judging be anything other than this: that no one should have what belongs to others or be deprived of what’s his own?”
“No, just that.”
“Because that’s just?”
“Yes.”
“So in this way too, the having and 434a doing of what is one’s own and belongs to oneself would be agreed to be justice.”
“That’s right.”
“Now see whether you agree with me. Suppose a carpenter tries to do a shoemaker’s work, or a shoemaker a carpenter’s; or they swap tools or honors; or the same man tries to do both jobs—with all the rest swapped around like that, do you think it would do the city much harm?”
οὐ πάνυ, ἔφη.
ἀλλʼ ὅταν γε οἶμαι δημιουργὸς ὢν ἤ τις ἄλλος χρηματιστὴς 434b φύσει, ἔπειτα ἐπαιρόμενος ἢ πλούτῳ ἢ πλήθει ἢ ἰσχύι ἢ ἄλλῳ τῳ τοιούτῳ εἰς τὸ τοῦ πολεμικοῦ εἶδος ἐπιχειρῇ ἰέναι, ἢ τῶν πολεμικῶν τις εἰς τὸ τοῦ βουλευτικοῦ καὶ φύλακος ἀνάξιος ὤν, καὶ τὰ ἀλλήλων οὗτοι ὄργανα μεταλαμβάνωσι καὶ τὰς τιμάς, ἢ ὅταν ὁ αὐτὸς πάντα ταῦτα ἅμα ἐπιχειρῇ πράττειν, τότε οἶμαι καὶ σοὶ δοκεῖν ταύτην τὴν τούτων μεταβολὴν καὶ πολυπραγμοσύνην ὄλεθρον εἶναι τῇ πόλει.
παντάπασι μὲν οὖν.
“Not much,” he said.
“But when someone who is by nature a craftsman or some other kind of moneymaker 434b gets carried away by wealth or numbers or strength or something like that and tries to move into the class of warriors, or one of the warriors tries to move into the class of counselors and guardians when he’s unworthy of it, and these people swap each other’s tools and honors—or when the same man tries to do all these things at once—then, I think you’ll agree too, this interchange and meddling among them is the ruin of the city.”
“Absolutely.”
ἡ τριῶν ἄρα ὄντων γενῶν πολυπραγμοσύνη καὶ μεταβολὴ 434c εἰς ἄλληλα μεγίστη τε βλάβη τῇ πόλει καὶ ὀρθότατʼ ἂν προσαγορεύοιτο μάλιστα κακουργία.
κομιδῇ μὲν οὖν.
κακουργίαν δὲ τὴν μεγίστην τῆς ἑαυτοῦ πόλεως οὐκ ἀδικίαν φήσεις εἶναι;
πῶς δʼ οὔ;
τοῦτο μὲν ἄρα ἀδικία. πάλιν δὲ ὧδε λέγωμεν· χρηματιστικοῦ, ἐπικουρικοῦ, φυλακικοῦ γένους οἰκειοπραγία, ἑκάστου τούτων τὸ αὑτοῦ πράττοντος ἐν πόλει, τοὐναντίον ἐκείνου δικαιοσύνη τʼ ἂν εἴη καὶ τὴν πόλιν δικαίαν παρέχοι; 434d
οὐκ ἄλλῃ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς, ἔχειν ἢ ταύτῃ.
“So when there are three classes, meddling among them and interchange from one 434c to another is the greatest harm to the city, and would quite rightly be called the worst of crimes.”
“Exactly.”
“And won’t you say that the worst crime against one’s own city is injustice?”
“Of course.”
“So that is injustice. Now let’s put it the other way round. The opposite of that—when the moneymaking, auxiliary and guardian classes each mind their own business, each doing its own work in the city—wouldn’t that be justice, and make the city just?” 434d
“I think it’s that,” he said, “and nothing else.”
μηδέν, ἦν δʼ ἐγώ, πω πάνυ παγίως αὐτὸ λέγωμεν, ἀλλʼ ἐὰν μὲν ἡμῖν καὶ εἰς ἕνα ἕκαστον τῶν ἀνθρώπων ἰὸν τὸ εἶδος τοῦτο ὁμολογῆται καὶ ἐκεῖ δικαιοσύνη εἶναι, συγχωρησόμεθα ἤδη—τί γὰρ καὶ ἐροῦμεν; —εἰ δὲ μή, τότε ἄλλο τι σκεψόμεθα. νῦν δʼ ἐκτελέσωμεν τὴν σκέψιν ἣν ᾠήθημεν, εἰ ἐν μείζονί τινι τῶν ἐχόντων δικαιοσύνην πρότερον ἢ ἐκεῖ ἐπιχειρήσαιμεν θεάσασθαι, ῥᾷον ἂν ἐν ἑνὶ ἀνθρώπῳ κατιδεῖν οἷόν ἐστιν. καὶ 434e ἔδοξε δὴ ἡμῖν τοῦτο εἶναι πόλις, καὶ οὕτω ᾠκίζομεν ὡς ἐδυνάμεθα ἀρίστην, εὖ εἰδότες ὅτι ἔν γε τῇ ἀγαθῇ ἂν εἴη. ὃ οὖν ἡμῖν ἐκεῖ ἐφάνη, ἐπαναφέρωμεν εἰς τὸν ἕνα, κἂν μὲν ὁμολογῆται, καλῶς ἕξει·
“Let’s not state it with complete confidence just yet,” I said. “If this form, when we apply it to each individual human being as well, is agreed to be justice there too, then we’ll grant it—what else could we say? If not, we’ll look into something else. For now, let’s finish the inquiry we undertook in the belief that, if we first tried to observe justice in some larger thing that has it, it would be easier to see what it’s like in a single person. And 434e we decided that this larger thing was a city, and so we founded the best one we could, knowing well that justice would be found in the good one, at any rate. So let’s apply what came to light there to the individual. If it agrees, well and good.
ἐὰν δέ τι ἄλλο ἐν τῷ ἑνὶ ἐμφαίνηται, πάλιν ἐπανιόντες ἐπὶ τὴν πόλιν βασανιοῦμεν, καὶ 435a τάχʼ ἂν παρʼ ἄλληλα σκοποῦντες καὶ τρίβοντες, ὥσπερ ἐκ πυρείων ἐκλάμψαι ποιήσαιμεν τὴν δικαιοσύνην· καὶ φανερὰν γενομένην βεβαιωσόμεθα αὐτὴν παρʼ ἡμῖν αὐτοῖς.
ἀλλʼ, ἔφη, καθʼ ὁδόν τε λέγεις καὶ ποιεῖν χρὴ οὕτως.
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅ γε ταὐτὸν ἄν τις προσείποι μεῖζόν τε καὶ ἔλαττον, ἀνόμοιον τυγχάνει ὂν ταύτῃ ᾗ ταὐτὸν προσαγορεύεται, ἢ ὅμοιον;
ὅμοιον, ἔφη. 435b
“But if something different shows up in the individual, we’ll go back to the city and test it there, and 435a perhaps, by looking at the two side by side and rubbing them together, we might make justice blaze out, as fire does from fire-sticks. And once it’s come to light, we’ll confirm it for ourselves.”
“Well,” he said, “that’s a sound way to proceed, and we should do it.”
“Now,” I said, “when you call two things, one bigger and one smaller, by the same name, are they unlike in the respect in which they’re called the same, or alike?”
“Alike,” he said. 435b
καὶ δίκαιος ἄρα ἀνὴρ δικαίας πόλεως κατʼ αὐτὸ τὸ τῆς δικαιοσύνης εἶδος οὐδὲν διοίσει, ἀλλʼ ὅμοιος ἔσται.
ὅμοιος, ἔφη.
ἀλλὰ μέντοι πόλις γε ἔδοξεν εἶναι δικαία ὅτε ἐν αὐτῇ τριττὰ γένη φύσεων ἐνόντα τὸ αὑτῶν ἕκαστον ἔπραττεν, σώφρων δὲ αὖ καὶ ἀνδρεία καὶ σοφὴ διὰ τῶν αὐτῶν τούτων γενῶν ἄλλʼ ἄττα πάθη τε καὶ ἕξεις.
ἀληθῆ, ἔφη.
καὶ τὸν ἕνα ἄρα, ὦ φίλε, οὕτως ἀξιώσομεν, τὰ αὐτὰ ταῦτα 435c εἴδη ἐν τῇ αὑτοῦ ψυχῇ ἔχοντα, διὰ τὰ αὐτὰ πάθη ἐκείνοις τῶν αὐτῶν ὀνομάτων ὀρθῶς ἀξιοῦσθαι τῇ πόλει.
“Then a just man won’t differ at all from a just city with respect to the form of justice itself; he’ll be like it.”
“Like it,” he said.
“But the city seemed to be just when the three kinds of natures present in it each did their own work; and it was moderate, courageous and wise because of certain other conditions and states of those same classes.”
“True,” he said.
“In that case, my friend, we’ll expect the individual to have these same 435c forms in his own soul, and to be rightly called by the same names as the city because they’re in the same conditions.”
πᾶσα ἀνάγκη, ἔφη.
εἰς φαῦλόν γε αὖ, ἦν δʼ ἐγώ, ὦ θαυμάσιε, σκέμμα ἐμπεπτώκαμεν περὶ ψυχῆς, εἴτε ἔχει τὰ τρία εἴδη ταῦτα ἐν αὑτῇ εἴτε μή.
οὐ πάνυ μοι δοκοῦμεν, ἔφη, εἰς φαῦλον· ἴσως γάρ, ὦ Σώκρατες, τὸ λεγόμενον ἀληθές, ὅτι χαλεπὰ τὰ καλά.
“It has to be so,” he said.
“Well, my remarkable friend,” I said, “here we’ve stumbled on another trivial little question about the soul: does it have these three forms in it or not?”
“It doesn’t look trivial to me at all,” he said. “Perhaps the saying is true, Socrates, that fine things are hard.”
φαίνεται, ἦν δʼ ἐγώ. καὶ εὖ γʼ ἴσθι, ὦ Γλαύκων, ὡς ἡ 435d ἐμὴ δόξα, ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων, οἵαις νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν— ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδὸς ἡ ἐπὶ τοῦτο ἄγουσα —ἴσως μέντοι τῶν γε προειρημένων τε καὶ προεσκεμμένων ἀξίως.
οὐκοῦν ἀγαπητόν; ἔφη· ἐμοὶ μὲν γὰρ ἔν γε τῷ παρόντι ἱκανῶς ἂν ἔχοι.
ἀλλὰ μέντοι, εἶπον, ἔμοιγε καὶ πάνυ ἐξαρκέσει.
μὴ τοίνυν ἀποκάμῃς, ἔφη, ἀλλὰ σκόπει. 435e
“Evidently,” I said. “And you should know, Glaucon, that in my 435d opinion we’ll never get an exact grasp of this by methods like the ones we’re now using in our discussion—the road that leads there is a different one, longer and fuller. But perhaps we can manage it in a way that lives up to what we’ve already said and examined.”
“Isn’t that enough to be content with?” he said. “For me, at present anyway, it would be enough.”
“Well,” I said, “it will certainly do for me too.”
“Then don’t lose heart,” he said. “Carry on with the inquiry.” 435e
ἆρʼ οὖν ἡμῖν, ἦν δʼ ἐγώ, πολλὴ ἀνάγκη ὁμολογεῖν ὅτι γε τὰ αὐτὰ ἐν ἑκάστῳ ἔνεστιν ἡμῶν εἴδη τε καὶ ἤθη ἅπερ ἐν τῇ πόλει; οὐ γάρ που ἄλλοθεν ἐκεῖσε ἀφῖκται.
“Well,” I said, “aren’t we absolutely bound to agree that the same forms and characteristics are present in each of us as in the city? They surely didn’t get there from anywhere else.
γελοῖον γὰρ ἂν εἴη εἴ τις οἰηθείη τὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐγγεγονέναι, οἳ δὴ καὶ ἔχουσι ταύτην τὴν αἰτίαν, οἷον οἱ κατὰ τὴν Θρᾴκην τε καὶ Σκυθικὴν καὶ σχεδόν τι κατὰ τὸν ἄνω τόπον, ἢ τὸ φιλομαθές, ὃ δὴ τὸν παρʼ ἡμῖν 436a μάλιστʼ ἄν τις αἰτιάσαιτο τόπον, ἢ τὸ φιλοχρήματον τὸ περὶ τούς τε Φοίνικας εἶναι καὶ τοὺς κατὰ Αἴγυπτον φαίη τις ἂν οὐχ ἥκιστα.
καὶ μάλα, ἔφη.
τοῦτο μὲν δὴ οὕτως ἔχει, ἦν δʼ ἐγώ, καὶ οὐδὲν χαλεπὸν γνῶναι.
οὐ δῆτα.
“It would be absurd for anyone to think that the spirited part didn’t come into cities from the individuals who are credited with it—the people of Thrace and Scythia, for instance, and pretty much the whole northern region—or the love of learning, which one would chiefly credit to our part 436a of the world, or the love of money, which one might say is found especially among the Phoenicians and the people of Egypt.”
“Very much so,” he said.
“So that’s how that is,” I said, “and it’s not hard to recognize.”
“Certainly not.”
τόδε δὲ ἤδη χαλεπόν, εἰ τῷ αὐτῷ τούτῳ ἕκαστα πράττομεν ἢ τρισὶν οὖσιν ἄλλο ἄλλῳ· μανθάνομεν μὲν ἑτέρῳ, θυμούμεθα δὲ ἄλλῳ τῶν ἐν ἡμῖν, ἐπιθυμοῦμεν δʼ αὖ τρίτῳ τινὶ τῶν περὶ τὴν τροφήν τε καὶ γέννησιν ἡδονῶν καὶ ὅσα τούτων 436b ἀδελφά, ἢ ὅλῃ τῇ ψυχῇ καθʼ ἕκαστον αὐτῶν πράττομεν, ὅταν ὁρμήσωμεν. ταῦτʼ ἔσται τὰ χαλεπὰ διορίσασθαι ἀξίως λόγου.
καὶ ἐμοὶ δοκεῖ, ἔφη.
ὧδε τοίνυν ἐπιχειρῶμεν αὐτὰ ὁρίζεσθαι, εἴτε τὰ αὐτὰ ἀλλήλοις εἴτε ἕτερά ἐστι.
πῶς;
“But this is hard: whether we do each of these things with the same thing, or with three different things, one for each. Do we learn with one of the things in us, get angry with another, and with a third have appetites for the pleasures of food and procreation and whatever is akin to 436b them? Or do we act with the whole soul in each case, whenever we set about them? That’s what will be hard to determine in a way that does the question justice.”
“I think so too,” he said.
“Then let’s try to settle whether they’re the same as one another or different, in this way.”
“How?”
The three parts of the soul
Socrates argues that the soul has three parts: reason, spirit and appetite.
δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν γε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα, ὥστε ἄν που εὑρίσκωμεν ἐν αὐτοῖς ταῦτα γιγνόμενα, εἰσόμεθα ὅτι οὐ ταὐτὸν 436c ἦν ἀλλὰ πλείω.
εἶεν.
σκόπει δὴ ὃ λέγω.
λέγε, ἔφη.
ἑστάναι, εἶπον, καὶ κινεῖσθαι τὸ αὐτὸ ἅμα κατὰ τὸ αὐτὸ ἆρα δυνατόν;
οὐδαμῶς.
“It’s clear that the same thing won’t be willing to do or undergo opposite things at the same time, in the same respect and in relation to the same thing. So if we find this happening among these things, we’ll know that there wasn’t one thing 436c but more.”
“Very well.”
“Then consider what I’m about to say.”
“Go on,” he said.
“Is it possible,” I said, “for the same thing to stand still and move at the same time in the same respect?”
“Not at all.”
ἔτι τοίνυν ἀκριβέστερον ὁμολογησώμεθα, μή πῃ προϊόντες ἀμφισβητήσωμεν. εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα, κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλήν, ὅτι ὁ αὐτὸς ἕστηκέ τε καὶ κινεῖται ἅμα, οὐκ ἂν οἶμαι ἀξιοῖμεν οὕτω 436d λέγειν δεῖν, ἀλλʼ ὅτι τὸ μέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται. οὐχ οὕτω;
οὕτω.
“Let’s make our agreement still more precise, so that we don’t end up disputing it as we go on. If someone said of a man who is standing still but moving his hands and head that the same man is standing still and moving at the same time, we wouldn’t, I think, accept that as the right 436d way to put it; we’d say that one part of him is standing still and another part is moving. Isn’t that so?”
“It is.”
οὐκοῦν καὶ εἰ ἔτι μᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων, κομψευόμενος ὡς οἵ γε στρόβιλοι ὅλοι ἑστᾶσί τε ἅμα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιιὸν ἐν τῇ αὐτῇ ἕδρᾳ τοῦτο δρᾷ, οὐκ ἂν ἀποδεχοίμεθα, ὡς οὐ κατὰ ταὐτὰ ἑαυτῶν 436e τὰ τοιαῦτα τότε μενόντων τε καὶ φερομένων, ἀλλὰ φαῖμεν ἂν ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν αὑτοῖς, καὶ κατὰ μὲν τὸ εὐθὺ ἑστάναι—οὐδαμῇ γὰρ ἀποκλίνειν—κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι, καὶ ὅταν δὲ τὴν εὐθυωρίαν ἢ εἰς δεξιὰν ἢ εἰς ἀριστερὰν ἢ εἰς τὸ πρόσθεν ἢ εἰς τὸ ὄπισθεν ἐγκλίνῃ ἅμα περιφερόμενον, τότε οὐδαμῇ ἔστιν ἑστάναι.
“And if the person saying this got even more playful and argued ingeniously that spinning tops, at least, stand still and move as wholes at the same time, when they spin with the peg fixed in one spot—or that anything else that goes around in a circle in the same place does the same—we wouldn’t accept it, since in such cases it isn’t in the same parts 436e of themselves that they’re at rest and in motion. We’d say they have in them an axis and a circumference, and that with respect to the axis they’re standing still, since it doesn’t tilt at all, while with respect to the circumference they’re moving in a circle; and when the axis tilts to the right or the left, forward or backward, while it’s spinning, then it isn’t standing still in any way.”
καὶ ὀρθῶς γε, ἔφη.
οὐδὲν ἄρα ἡμᾶς τῶν τοιούτων λεγόμενον ἐκπλήξει, οὐδὲ μᾶλλόν τι πείσει ὥς ποτέ τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ 437a τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι ἢ καὶ εἴη ἢ καὶ ποιήσειεν.
οὔκουν ἐμέ γε, ἔφη.
ἀλλʼ ὅμως, ἦν δʼ ἐγώ, ἵνα μὴ ἀναγκαζώμεθα πάσας τὰς τοιαύτας ἀμφισβητήσεις ἐπεξιόντες καὶ βεβαιούμενοι ὡς οὐκ ἀληθεῖς οὔσας μηκύνειν, ὑποθέμενοι ὡς τούτου οὕτως ἔχοντος εἰς τὸ πρόσθεν προΐωμεν, ὁμολογήσαντες, ἐάν ποτε ἄλλῃ φανῇ ταῦτα ἢ ταύτῃ, πάντα ἡμῖν τὰ ἀπὸ τούτου συμβαίνοντα λελυμένα ἔσεσθαι.
“Quite right,” he said.
“So none of these objections will throw us, or do anything more to persuade us that the same thing could ever, at the same time, in the same 437a respect and in relation to the same thing, undergo or be or do opposite things.”
“They won’t persuade me, anyway,” he said.
“All the same,” I said, “so that we’re not forced to spend a long time going through all these objections and proving them false, let’s assume that this is so and move on—agreeing that if it ever turns out otherwise, everything we’ve concluded from it will be void.”
ἀλλὰ χρή, ἔφη, ταῦτα ποιεῖν. 437b
ἆρʼ ἂν οὖν, ἦν δʼ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει.
ἀλλʼ, ἦ δʼ ὅς, τῶν ἐναντίων.
“Yes, that’s what we should do,” he said. 437b
“Then would you put nodding yes and shaking one’s head no, reaching out to take something and refusing it, drawing something toward oneself and pushing it away—all such things—among opposites, whether as things one does or things one undergoes? That won’t make any difference here.”
“Yes,” he said, “among opposites.”
τί οὖν; ἦν δʼ ἐγώ· διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα 437c εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νυνδὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί οἱ γενέσθαι, ἢ αὖ, καθʼ ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν ὥσπερ τινὸς ἐρωτῶντος, ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως;
ἔγωγε.
“Well then,” I said, “thirst and hunger and the appetites in general, and again wishing and wanting—wouldn’t you put all these 437c somewhere among the kinds we just mentioned? For instance, won’t you say that the soul of someone with an appetite always either reaches out for what it has an appetite for, or draws toward itself what it wants to have; or again, insofar as it wishes something to be provided for it, nods yes to it, as if someone had asked, in its longing for it to come about?”
“I will.”
τί δέ; τὸ ἀβουλεῖν καὶ μὴ ἐθέλειν μηδʼ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπʼ αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; 437d
πῶς γὰρ οὔ;
τούτων δὴ οὕτως ἐχόντων ἐπιθυμιῶν τι φήσομεν εἶναι εἶδος, καὶ ἐναργεστάτας αὐτῶν τούτων ἥν τε δίψαν καλοῦμεν καὶ ἣν πεῖναν;
φήσομεν, ἦ δʼ ὅς.
οὐκοῦν τὴν μὲν ποτοῦ, τὴν δʼ ἐδωδῆς;
ναί.
“And what about not wanting, not wishing and not having an appetite? Won’t we put these under pushing away and driving off from the soul, and among all the opposites of the others?” 437d
“Of course.”
“Since that’s so, shall we say that the appetites form a kind, and that the most conspicuous of them are what we call thirst and hunger?”
“We shall,” he said.
“One for drink, the other for food?”
“Yes.”
ἆρʼ οὖν, καθʼ ὅσον δίψα ἐστί, πλέονος ἄν τινος ἢ οὗ λέγομεν ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη, οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ, ἢ πολλοῦ ἢ ὀλίγου, ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἢ ἐὰν μέν τις θερμότης τῷ 437e δίψει προσῇ, τὴν τοῦ ψυχροῦ ἐπιθυμίαν προσπαρέχοιτʼ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ θερμοῦ; ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος;
“Now insofar as it’s thirst, would it be an appetite in the soul for anything more than what we’ve said? For instance, is thirst thirst for hot drink or cold, or much or little—in a word, for some particular kind of drink? Or rather, if some heat is added to 437e the thirst, that would bring in an appetite for something cold as well, and if coldness, for something hot; and if the thirst is great because greatness is present, it will bring in the appetite for a lot, and if small, for a little? But thirst itself will never be an appetite for anything other than its natural object, drink itself—and hunger, likewise, for food?”
οὕτως, ἔφη, αὐτή γε ἡ ἐπιθυμία ἑκάστη αὐτοῦ μόνον ἑκάστου οὗ πέφυκεν, τοῦ δὲ τοίου ἢ τοίου τὰ προσγιγνόμενα.
μήτοι τις, ἦν δʼ ἐγώ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυμεῖ ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου ἀλλὰ χρηστοῦ σίτου. πάντες γὰρ ἄρα τῶν ἀγαθῶν ἐπιθυμοῦσιν· εἰ οὖν ἡ δίψα ἐπιθυμία ἐστί, χρηστοῦ ἂν εἴη εἴτε πώματος εἴτε ἄλλου ὅτου ἐστὶν ἐπιθυμία, καὶ αἱ ἄλλαι οὕτω.
ἴσως γὰρ ἄν, ἔφη, δοκοῖ τι λέγειν ὁ ταῦτα λέγων.
“Yes,” he said, “each appetite itself is only for its own natural object, and it’s what is added that makes it for this or that kind.”
“Then let no one catch us off our guard,” I said, “and throw us into confusion by saying that nobody has an appetite for drink but for good drink, and not for food but for good food—since everyone, after all, has an appetite for good things; so if thirst is an appetite, it would be for good drink, or good whatever it’s an appetite for, and the same with the others.”
“Well,” he said, “the person who says that might seem to have a point.”
ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, ὅσα γʼ ἐστὶ τοιαῦτα οἷα εἶναί 438b του, τὰ μὲν ποιὰ ἄττα ποιοῦ τινός ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὰ δʼ αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου μόνον.
οὐκ ἔμαθον, ἔφη.
οὐκ ἔμαθες, ἔφην, ὅτι τὸ μεῖζον τοιοῦτόν ἐστιν οἷον τινὸς εἶναι μεῖζον;
πάνυ γε.
οὐκοῦν τοῦ ἐλάττονος;
ναί.
τὸ δέ γε πολὺ μεῖζον πολὺ ἐλάττονος. ἦ γάρ;
ναί.
ἆρʼ οὖν καὶ τὸ ποτὲ μεῖζον ποτὲ ἐλάττονος, καὶ τὸ ἐσόμενον μεῖζον ἐσομένου ἐλάττονος;
ἀλλὰ τί μήν; ἦ δʼ ὅς. 438c
“All the same,” I said, “among things that are such as to be relative to 438b something, those of a particular kind are relative to something of a particular kind, it seems to me, while those that are just themselves are relative only to things that are just themselves.”
“I don’t follow,” he said.
“Don’t you follow,” I said, “that the greater is such as to be greater than something?”
“Certainly.”
“Than the less?”
“Yes.”
“And the much greater than the much less, right?”
“Yes.”
“And the once greater than the once less, and what will be greater than what will be less?”
“What else?” he said. 438c
καὶ τὰ πλείω δὴ πρὸς τὰ ἐλάττω καὶ τὰ διπλάσια πρὸς τὰ ἡμίσεα καὶ πάντα τὰ τοιαῦτα, καὶ αὖ βαρύτερα πρὸς κουφότερα καὶ θάττω πρὸς τὰ βραδύτερα, καὶ ἔτι γε τὰ θερμὰ πρὸς τὰ ψυχρὰ καὶ πάντα τὰ τούτοις ὅμοια ἆρʼ οὐχ οὕτως ἔχει;
πάνυ μὲν οὖν.
“And more in relation to fewer, double to half, and everything of that sort; and again heavier to lighter, faster to slower, and hot to cold as well, and everything like them—isn’t it the same with them?”
“Certainly.”
τί δὲ τὰ περὶ τὰς ἐπιστήμας; οὐχ ὁ αὐτὸς τρόπος; ἐπιστήμη μὲν αὐτὴ μαθήματος αὐτοῦ ἐπιστήμη ἐστὶν ἢ ὅτου δὴ δεῖ θεῖναι τὴν ἐπιστήμην, ἐπιστήμη δέ τις καὶ ποιά τις 438d ποιοῦ τινος καὶ τινός. λέγω δὲ τὸ τοιόνδε· οὐκ ἐπειδὴ οἰκίας ἐργασίας ἐπιστήμη ἐγένετο, διήνεγκε τῶν ἄλλων ἐπιστημῶν, ὥστε οἰκοδομικὴ κληθῆναι;
τί μήν;
ἆρʼ οὐ τῷ ποιά τις εἶναι, οἵα ἑτέρα οὐδεμία τῶν ἄλλων;
ναί.
οὐκοῦν ἐπειδὴ ποιοῦ τινος, καὶ αὐτὴ ποιά τις ἐγένετο; καὶ αἱ ἄλλαι οὕτω τέχναι τε καὶ ἐπιστῆμαι;
ἔστιν οὕτω.
“And what about the kinds of knowledge? Isn’t it the same pattern? Knowledge itself is knowledge of learning itself, or of whatever it is we should take knowledge to be of; whereas a particular kind of knowledge 438d is of a particular kind of thing. I mean something like this. When there came to be a knowledge of making houses, didn’t it differ from the other kinds of knowledge, so that it was called housebuilding?”
“Of course.”
“Wasn’t that because it was of a particular kind, as none of the others was?”
“Yes.”
“And it became of a particular kind itself because it was of something of a particular kind? And the same goes for the other crafts and kinds of knowledge?”
“That’s so.”
τοῦτο τοίνυν, ἦν δʼ ἐγώ, φάθι με τότε βούλεσθαι λέγειν, εἰ ἄρα νῦν ἔμαθες, ὅτι ὅσα ἐστὶν οἷα εἶναί του, αὐτὰ μὲν μόνα αὐτῶν μόνων ἐστίν, τῶν δὲ ποιῶν τινων ποιὰ ἄττα. 438e καὶ οὔ τι λέγω, ὡς, οἵων ἂν ᾖ, τοιαῦτα καὶ ἔστιν, ὡς ἄρα καὶ τῶν ὑγιεινῶν καὶ νοσωδῶν ἡ ἐπιστήμη ὑγιεινὴ καὶ νοσώδης καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν κακὴ καὶ ἀγαθή· ἀλλʼ ἐπειδὴ οὐκ αὐτοῦ οὗπερ ἐπιστήμη ἐστὶν ἐγένετο ἐπιστήμη, ἀλλὰ ποιοῦ τινος, τοῦτο δʼ ἦν ὑγιεινὸν καὶ νοσῶδες, ποιὰ δή τις συνέβη καὶ αὐτὴ γενέσθαι, καὶ τοῦτο αὐτὴν ἐποίησεν μηκέτι ἐπιστήμην ἁπλῶς καλεῖσθαι, ἀλλὰ τοῦ ποιοῦ τινος προσγενομένου ἰατρικήν.
“Then take this,” I said, “to be what I meant earlier, if you’ve understood it now: of things that are relative to something, those that are just themselves are relative only to things that are just themselves, while things of a particular kind are relative to things of a particular kind. 438e And I don’t mean that they’re of the same kind as the things they’re relative to—as if knowledge of what’s healthy and diseased were itself healthy and diseased, or knowledge of bad and good things were itself bad and good. I mean that when knowledge came to be not of the very thing knowledge is of, but of something of a particular kind—in this case the healthy and the diseased—it turned out to be of a particular kind itself; and that made it no longer be called simply knowledge but, with the particular kind added, medicine.”
ἔμαθον, ἔφη, καί μοι δοκεῖ οὕτως ἔχειν.
τὸ δὲ δὴ δίψος, ἦν δʼ ἐγώ, οὐ τούτων θήσεις τῶν τινὸς εἶναι τοῦτο ὅπερ ἐστίν; ἔστι δὲ δήπου δίψος—
ἔγωγε, ἦ δʼ ὅς· πώματός γε.
οὐκοῦν ποιοῦ μέν τινος πώματος ποιόν τι καὶ δίψος, δίψος δʼ οὖν αὐτὸ οὔτε πολλοῦ οὔτε ὀλίγου, οὔτε ἀγαθοῦ οὔτε κακοῦ, οὐδʼ ἑνὶ λόγῳ ποιοῦ τινος, ἀλλʼ αὐτοῦ πώματος μόνον αὐτὸ δίψος πέφυκεν;
παντάπασι μὲν οὖν.
“I understand,” he said, “and I think that’s so.”
“Then what about thirst?” I said. “Won’t you put it among the things that are what they are by being relative to something? Thirst is surely thirst for—”
“I will,” he said. “For drink.”
“So for a particular kind of drink there’s a particular kind of thirst; but thirst itself isn’t for much or little, or good or bad, or in a word for any particular kind, but thirst itself is naturally only for drink itself?”
“Absolutely.”
τοῦ διψῶντος ἄρα ἡ ψυχή, καθʼ ὅσον διψῇ, οὐκ ἄλλο 439b τι βούλεται ἢ πιεῖν, καὶ τούτου ὀρέγεται καὶ ἐπὶ τοῦτο ὁρμᾷ.
δῆλον δή.
οὐκοῦν εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίον ἐπὶ τὸ πιεῖν; οὐ γὰρ δή, φαμέν, τό γε αὐτὸ τῷ αὐτῷ ἑαυτοῦ περὶ τὸ αὐτὸ ἅμʼ ἂν τἀναντία πράττοι.
οὐ γὰρ οὖν.
“So the soul of someone who is thirsty, insofar as it’s thirsty, wants nothing other 439b than to drink; that’s what it longs for and strives toward.”
“Clearly.”
“Then if something ever pulls it back when it’s thirsty, that would be something in it different from the thing that’s thirsty and drives it like a beast to drink? Because, we say, the same thing can’t do opposite things with the same part of itself, concerning the same thing, at the same time.”
“No, it can’t.”
ὥσπερ γε οἶμαι τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλʼ ὅτι ἄλλη μὲν ἡ ἀπωθοῦσα χείρ, ἑτέρα δὲ ἡ προσαγομένη. 439c
παντάπασι μὲν οὖν, ἔφη.
πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν;
καὶ μάλα γʼ, ἔφη, πολλοὺς καὶ πολλάκις.
τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, ἐνεῖναι δὲ τὸ κωλῦον πιεῖν, ἄλλο ὂν καὶ κρατοῦν τοῦ κελεύοντος;
ἔμοιγε, ἔφη, δοκεῖ.
“In the same way, I think, it isn’t right to say of an archer that his hands push the bow away and pull it toward him at the same time; rather, one hand pushes it away and the other draws it in.” 439c
“Absolutely,” he said.
“Now, shall we say that some people are sometimes thirsty and yet unwilling to drink?”
“Certainly,” he said, “many people, and often.”
“Then what should one say about them?” I said. “Isn’t it that there’s something in their soul urging them to drink and something forbidding them, something different that overpowers what’s urging them?”
“I think so,” he said.
ἆρʼ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν 439d ἐγγένηται, ἐκ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται;
φαίνεται.
οὐ δὴ ἀλόγως, ἦν δʼ ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δὲ ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον. 439e
οὔκ, ἀλλʼ εἰκότως, ἔφη, ἡγοίμεθʼ ἂν οὕτως.
“And doesn’t what forbids such things arise, when 439d it does arise, from reasoning, while what drives and drags them on comes through feelings and diseased states?”
“Evidently.”
“Then it won’t be unreasonable,” I said, “for us to claim that they are two, and different from each other, calling the part of the soul with which it reasons the reasoning part, and the part with which it loves and hungers and thirsts and is stirred up by the other appetites the unreasoning and appetitive part, companion of certain satisfactions and pleasures.” 439e
“No,” he said, “it would be quite reasonable for us to think so.”
ταῦτα μὲν τοίνυν, ἦν δʼ ἐγώ, δύο ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα· τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον, ἢ τούτων ποτέρῳ ἂν εἴη ὁμοφυές;
ἴσως, ἔφη, τῷ ἑτέρῳ, τῷ ἐπιθυμητικῷ.
“Well then,” I said, “let’s take it that these two forms present in the soul have been marked off. But what about spirit, the thing with which we get angry? Is it a third, or would it be of the same nature as one of these two?”
“Perhaps,” he said, “as one of them—the appetitive part.”
ἀλλʼ, ἦν δʼ ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ· ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιῶς ὑπὸ τὸ βόρειον τεῖχος ἐκτός, αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ αὖ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτόν, καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, 440a κρατούμενος δʼ οὖν ὑπὸ τῆς ἐπιθυμίας, διελκύσας τοὺς ὀφθαλμούς, προσδραμὼν πρὸς τοὺς νεκρούς, “ἰδοὺ ὑμῖν,” ἔφη, “ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ θεάματος.”
ἤκουσα, ἔφη, καὶ αὐτός.
οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις ὡς ἄλλο ὂν ἄλλῳ.
“But I once heard a story,” I said, “and I believe it. Leontius son of Aglaion was coming up from the Piraeus, along the outside of the North Wall, when he noticed corpses lying by the executioner. He had an appetite to look at them, but at the same time he was disgusted and tried to turn himself away. For a while he struggled and covered his face, 440a but in the end, overcome by the appetite, he forced his eyes wide open, ran up to the corpses and said, ‘There you are, you wretches—take your fill of the fine sight!’”
“I’ve heard it myself,” he said.
“Yet this story,” I said, “shows that anger sometimes makes war on the appetites, as one thing against another.”
σημαίνει γάρ, ἔφη.
οὐκοῦν καὶ ἄλλοθι, ἔφην, πολλαχοῦ αἰσθανόμεθα, ὅταν 440b βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὑτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν αὑτῷ, καὶ ὥσπερ δυοῖν στασιαζόντοιν σύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιούτου; ταῖς δʼ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα, αἱροῦντος λόγου μὴ δεῖν ἀντιπράττειν, οἶμαί σε οὐκ ἂν φάναι γενομένου ποτὲ ἐν σαυτῷ τοῦ τοιούτου αἰσθέσθαι, οἶμαι δʼ οὐδʼ ἐν ἄλλῳ.
οὐ μὰ τὸν Δία, ἔφη. 440c
“Yes, it does,” he said.
“And in many other cases,” I said, “don’t we notice that when appetites 440b force someone against his reasoning, he reproaches himself and is angry at the thing in him that’s forcing him, and that, as if two factions were at war, the spirit of such a person becomes the ally of reason? But spirit making common cause with the appetites when reason has decided it mustn’t be opposed—I don’t think you’d say you had ever noticed that sort of thing happening in yourself, or, I imagine, in anyone else.”
“No, by Zeus,” he said. 440c
τί δέ, ἦν δʼ ἐγώ, ὅταν τις οἴηται ἀδικεῖν; οὐχ ὅσῳ ἂν γενναιότερος ᾖ, τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι καὶ πεινῶν καὶ ῥιγῶν καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπʼ ἐκείνου ὃν ἂν οἴηται δικαίως ταῦτα δρᾶν, καί, ὃ λέγω, οὐκ ἐθέλει πρὸς τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός;
ἀληθῆ, ἔφη.
“And what about when someone thinks he’s in the wrong?” I said. “Isn’t it true that the nobler he is, the less able he is to be angry at suffering hunger or cold or anything else of the kind at the hands of someone he thinks is justly doing this to him—and his spirit, as I say, refuses to be roused against that person?”
“True,” he said.
τί δὲ ὅταν ἀδικεῖσθαί τις ἡγῆται; οὐκ ἐν τούτῳ ζεῖ τε καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ καί, διὰ τὸ πεινῆν καὶ διὰ τὸ ῥιγοῦν καὶ πάντα τὰ τοιαῦτα πάσχειν, 440d ὑπομένων καὶ νικᾷ καὶ οὐ λήγει τῶν γενναίων, πρὶν ἂν ἢ διαπράξηται ἢ τελευτήσῃ ἢ ὥσπερ κύων ὑπὸ νομέως ὑπὸ τοῦ λόγου τοῦ παρʼ αὑτῷ ἀνακληθεὶς πραϋνθῇ;
πάνυ μὲν οὖν, ἔφη, ἔοικε τούτῳ ᾧ λέγεις· καίτοι γʼ ἐν τῇ ἡμετέρᾳ πόλει τοὺς ἐπικούρους ὥσπερ κύνας ἐθέμεθα ὑπηκόους τῶν ἀρχόντων ὥσπερ ποιμένων πόλεως.
“And what about when someone thinks he’s being wronged? Doesn’t he seethe and chafe in that case, and fight on the side of what seems just? And through hunger and cold and every suffering of that kind, 440d doesn’t he hold out and win, and not give up his noble efforts until he either succeeds, or dies, or is called back by the reason within him and calmed, like a dog by a shepherd?”
“It’s very like what you describe,” he said. “And in fact in our city we made the auxiliaries like dogs, obedient to the rulers, who are like the city’s shepherds.”
καλῶς γάρ, ἦν δʼ ἐγώ, νοεῖς ὃ βούλομαι λέγειν. ἀλλʼ ἦ πρὸς τούτῳ καὶ τόδε ἐνθυμῇ; 440e
τὸ ποῖον;
ὅτι τοὐναντίον ἢ ἀρτίως ἡμῖν φαίνεται περὶ τοῦ θυμοειδοῦς. τότε μὲν γὰρ ἐπιθυμητικόν τι αὐτὸ ᾠόμεθα εἶναι, νῦν δὲ πολλοῦ δεῖν φαμεν, ἀλλὰ πολὺ μᾶλλον αὐτὸ ἐν τῇ τῆς ψυχῆς στάσει τίθεσθαι τὰ ὅπλα πρὸς τὸ λογιστικόν.
παντάπασιν, ἔφη.
“You’ve understood very well what I mean,” I said. “But have you also taken note of this?” 440e
“What?”
“That what we’re now seeing about the spirited part is the opposite of what we thought just now. Then we supposed it was something appetitive; now we say it’s far from that, and that in the soul’s civil war it much rather takes up arms on the side of the reasoning part.”
“Absolutely,” he said.
ἆρʼ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία ἀλλὰ δύο εἴδη εἶναι ἐν ψυχῇ, λογιστικὸν καὶ ἐπιθυμητικόν; ἢ καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία 441a ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτως καὶ ἐν ψυχῇ τρίτον τοῦτό ἐστι τὸ θυμοειδές, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ;
ἀνάγκη, ἔφη, τρίτον.
ναί, ἦν δʼ ἐγώ, ἄν γε τοῦ λογιστικοῦ ἄλλο τι φανῇ, ὥσπερ τοῦ ἐπιθυμητικοῦ ἐφάνη ἕτερον ὄν.
“Then is it different from that as well, or a form of the reasoning part, so that there are two forms in the soul, not three—the reasoning and the appetitive? Or, just as three 441a classes held the city together—moneymaking, auxiliary and deliberative—is the spirited part a third thing in the soul too, by nature the auxiliary of the reasoning part, unless it’s corrupted by a bad upbringing?”
“It must be a third,” he said.
“Yes,” I said, “provided it turns out to be something other than the reasoning part, as it turned out to be different from the appetitive.”
ἀλλʼ οὐ χαλεπόν, ἔφη, φανῆναι· καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γʼ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δʼ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, 441b οἱ δὲ πολλοὶ ὀψέ ποτε.
“But that’s not hard to show,” he said. “You can see it even in small children: they’re full of spirit right from birth, whereas some of them, it seems to me, never get a share of reason, 441b and most get one only late.”
ναὶ μὰ Δίʼ, ἦν δʼ ἐγώ, καλῶς γε εἶπες. ἔτι δὲ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τὸ— στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν 441c Ὅμηρος τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ.
κομιδῇ, ἔφη, ὀρθῶς λέγεις.
“Yes, by Zeus,” I said, “well put. And you could also see in animals that what you say is so. Besides, the line of Homer that we quoted somewhere back there will bear witness: ‘He struck his breast and rebuked his heart with words.’ For here Homer has clearly represented 441c the part that has reasoned about better and worse as something different, rebuking the part that is unreasoningly angry.”
“You’re quite right,” he said.
Justice in the soul
Justice in the soul is each part doing its own work, with reason ruling, like health in the body.
ταῦτα μὲν ἄρα, ἦν δʼ ἐγώ, μόγις διανενεύκαμεν, καὶ ἡμῖν ἐπιεικῶς ὡμολόγηται τὰ αὐτὰ μὲν ἐν πόλει, τὰ αὐτὰ δʼ ἐν ἑνὸς ἑκάστου τῇ ψυχῇ γένη ἐνεῖναι καὶ ἴσα τὸν ἀριθμόν.
ἔστι ταῦτα.
οὐκοῦν ἐκεῖνό γε ἤδη ἀναγκαῖον, ὡς πόλις ἦν σοφὴ καὶ ᾧ, οὕτω καὶ τὸν ἰδιώτην καὶ τούτῳ σοφὸν εἶναι;
τί μήν; 441d
καὶ ᾧ δὴ ἀνδρεῖος ἰδιώτης καὶ ὥς, τούτῳ καὶ πόλιν ἀνδρείαν καὶ οὕτως, καὶ τἆλλα πάντα πρὸς ἀρετὴν ὡσαύτως ἀμφότερα ἔχειν;
ἀνάγκη.
“So we’ve managed to swim through that, though barely,” I said, “and we’ve reached reasonable agreement that the same classes are present in the city and in the soul of each individual, and equal in number.”
“That’s so.”
“Then doesn’t it follow necessarily that the individual is wise in the same way, and by the same part, as the city was wise?”
“Of course.” 441d
“And that the city is courageous by the same part and in the same way as the individual is courageous, and that both stand alike in everything else that has to do with excellence?”
“Necessarily.”
καὶ δίκαιον δή, ὦ Γλαύκων, οἶμαι φήσομεν ἄνδρα εἶναι τῷ αὐτῷ τρόπῳ ᾧπερ καὶ πόλις ἦν δικαία.
καὶ τοῦτο πᾶσα ἀνάγκη.
ἀλλʼ οὔ πῃ μὴν τοῦτό γε ἐπιλελήσμεθα, ὅτι ἐκείνη γε τῷ τὸ ἑαυτοῦ ἕκαστον ἐν αὐτῇ πράττειν τριῶν ὄντων γενῶν δικαία ἦν.
οὔ μοι δοκοῦμεν, ἔφη, ἐπιλελῆσθαι.
μνημονευτέον ἄρα ἡμῖν ὅτι καὶ ἡμῶν ἕκαστος, ὅτου ἂν 441e τὰ αὑτοῦ ἕκαστον τῶν ἐν αὐτῷ πράττῃ, οὗτος δίκαιός τε ἔσται καὶ τὰ αὑτοῦ πράττων.
καὶ μάλα, ἦ δʼ ὅς, μνημονευτέον.
“And so, Glaucon, I think we’ll say that a man is just in the same way that the city was just.”
“That too is entirely necessary.”
“But surely we haven’t forgotten that the city was just because each of the three classes in it did its own work.”
“I don’t think we’ve forgotten,” he said.
“Then we must remember that each of us, too, will be just and do his own work when each of the parts 441e within him does its own work.”
“Yes,” he said, “we must remember that.”
οὐκοῦν τῷ μὲν λογιστικῷ ἄρχειν προσήκει, σοφῷ ὄντι καὶ ἔχοντι τὴν ὑπὲρ ἁπάσης τῆς ψυχῆς προμήθειαν, τῷ δὲ θυμοειδεῖ ὑπηκόῳ εἶναι καὶ συμμάχῳ τούτου;
πάνυ γε.
ἆρʼ οὖν οὐχ, ὥσπερ ἐλέγομεν, μουσικῆς καὶ γυμναστικῆς κρᾶσις σύμφωνα αὐτὰ ποιήσει, τὸ μὲν ἐπιτείνουσα καὶ 442a τρέφουσα λόγοις τε καλοῖς καὶ μαθήμασιν, τὸ δὲ ἀνιεῖσα παραμυθουμένη, ἡμεροῦσα ἁρμονίᾳ τε καὶ ῥυθμῷ;
κομιδῇ γε, ἦ δʼ ὅς.
“So isn’t it fitting for the reasoning part to rule, since it’s wise and exercises foresight on behalf of the whole soul, and for the spirited part to obey it and be its ally?”
“Certainly.”
“Then, as we were saying, won’t a blend of music and gymnastics bring them into harmony, tightening the one and 442a nourishing it with fine words and studies, and loosening the other, soothing it and taming it with harmony and rhythm?”
“Exactly,” he said.
καὶ τούτω δὴ οὕτω τραφέντε καὶ ὡς ἀληθῶς τὰ αὑτῶν μαθόντε καὶ παιδευθέντε προστήσεσθον τοῦ ἐπιθυμητικοῦ—ὃ δὴ πλεῖστον τῆς ψυχῆς ἐν ἑκάστῳ ἐστὶ καὶ χρημάτων φύσει ἀπληστότατον—ὃ τηρήσετον μὴ τῷ πίμπλασθαι τῶν περὶ τὸ σῶμα καλουμένων ἡδονῶν πολὺ καὶ ἰσχυρὸν γενόμενον 442b οὐκ αὖ τὰ αὑτοῦ πράττῃ, ἀλλὰ καταδουλώσασθαι καὶ ἄρχειν ἐπιχειρήσῃ ὧν οὐ προσῆκον αὐτῷ γένει, καὶ σύμπαντα τὸν βίον πάντων ἀνατρέψῃ.
πάνυ μὲν οὖν, ἔφη.
“And once these two have been reared like this, and have truly learned their own work and been educated in it, they will be put in charge of the appetitive part—which is the largest part of the soul in each of us, and by nature the most insatiable for money. They will watch over it, so that it doesn’t get filled up with the so-called pleasures of the body, grow large and strong, and then 442b stop doing its own work, and instead try to enslave and rule over things its kind has no business ruling, and so overturn the whole life of all of them.”
“Very much so,” he said.
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τοὺς ἔξωθεν πολεμίους τούτω ἂν κάλλιστα φυλαττοίτην ὑπὲρ ἁπάσης τῆς ψυχῆς τε καὶ τοῦ σώματος, τὸ μὲν βουλευόμενον, τὸ δὲ προπολεμοῦν, ἑπόμενον δὲ τῷ ἄρχοντι καὶ τῇ ἀνδρείᾳ ἐπιτελοῦν τὰ βουλευθέντα;
ἔστι ταῦτα.
καὶ ἀνδρεῖον δὴ οἶμαι τούτῳ τῷ μέρει καλοῦμεν ἕνα 442c ἕκαστον, ὅταν αὐτοῦ τὸ θυμοειδὲς διασῴζῃ διά τε λυπῶν καὶ ἡδονῶν τὸ ὑπὸ τῶν λόγων παραγγελθὲν δεινόν τε καὶ μή.
ὀρθῶς γʼ, ἔφη.
“And wouldn’t these two,” I said, “also do the finest job of guarding against enemies from outside, on behalf of the whole soul and body—the one by deliberating, the other by fighting in front of it, following the ruler and carrying out its decisions through its courage?”
“That’s right.”
“And I think we call each individual 442c courageous because of this part, when his spirited part preserves, through pains and pleasures alike, what reason has declared is to be feared and what is not.”
“Rightly,” he said.
σοφὸν δέ γε ἐκείνῳ τῷ σμικρῷ μέρει, τῷ ὃ ἦρχέν τʼ ἐν αὐτῷ καὶ ταῦτα παρήγγελλεν, ἔχον αὖ κἀκεῖνο ἐπιστήμην ἐν αὑτῷ τὴν τοῦ συμφέροντος ἑκάστῳ τε καὶ ὅλῳ τῷ κοινῷ σφῶν αὐτῶν τριῶν ὄντων.
πάνυ μὲν οὖν.
τί δέ; σώφρονα οὐ τῇ φιλίᾳ καὶ συμφωνίᾳ τῇ αὐτῶν τούτων, ὅταν τό τε ἄρχον καὶ τὼ ἀρχομένω τὸ λογιστικὸν 442d ὁμοδοξῶσι δεῖν ἄρχειν καὶ μὴ στασιάζωσιν αὐτῷ;
σωφροσύνη γοῦν, ἦ δʼ ὅς, οὐκ ἄλλο τί ἐστιν ἢ τοῦτο, πόλεώς τε καὶ ἰδιώτου.
“And wise because of that small part, the one that ruled in him and issued those declarations—the part which, for its own share, has within it the knowledge of what benefits each part and the whole community of all three.”
“Certainly.”
“And what about this: isn’t he moderate because of the friendship and concord of these same parts, when the ruling part and the two that are ruled 442d share the opinion that the reasoning part should rule, and don’t rebel against it?”
“Moderation, at any rate,” he said, “is nothing other than that, in a city and in an individual.”
ἀλλὰ μὲν δὴ δίκαιός γε, ᾧ πολλάκις λέγομεν, τούτῳ καὶ οὕτως ἔσται.
πολλὴ ἀνάγκη.
τί οὖν; εἶπον ἐγώ· μή πῃ ἡμῖν ἀπαμβλύνεται ἄλλο τι δικαιοσύνη δοκεῖν εἶναι ἢ ὅπερ ἐν τῇ πόλει ἐφάνη;
οὐκ ἔμοιγε, ἔφη, δοκεῖ.
ὧδε γάρ, ἦν δʼ ἐγώ, παντάπασιν ἂν βεβαιωσαίμεθα 442e εἴ τι ἡμῶν ἔτι ἐν τῇ ψυχῇ ἀμφισβητεῖ, τὰ φορτικὰ αὐτῷ προσφέροντες.
ποῖα δή;
“And he’ll be just, surely, in the way and by the means we keep describing.”
“He has to be.”
“Well then,” I said, “is our picture of justice getting blurred at all, so that it seems to be something other than what it turned out to be in the city?”
“Not to me, it doesn’t,” he said.
“Here’s how we could make completely sure,” I said, 442e “if anything in our soul still has doubts: by testing it against commonplace cases.”
“What sort of cases?”
οἷον εἰ δέοι ἡμᾶς ἀνομολογεῖσθαι περί τε ἐκείνης τῆς πόλεως καὶ τοῦ ἐκείνῃ ὁμοίως πεφυκότος τε καὶ τεθραμμένου ἀνδρός, εἰ δοκεῖ ἂν παρακαταθήκην χρυσίου ἢ ἀργυρίου δεξάμενος ὁ τοιοῦτος ἀποστερῆσαι, τίνʼ ἂν οἴει οἰηθῆναι 443a τοῦτον αὐτὸ δρᾶσαι μᾶλλον ἢ ὅσοι μὴ τοιοῦτοι;
οὐδένʼ ἄν, ἔφη.
οὐκοῦν καὶ ἱεροσυλιῶν καὶ κλοπῶν καὶ προδοσιῶν, ἢ ἰδίᾳ ἑταίρων ἢ δημοσίᾳ πόλεων, ἐκτὸς ἂν οὗτος εἴη;
ἐκτός.
καὶ μὴν οὐδʼ ὁπωστιοῦν γʼ ἂν ἄπιστος ἢ κατὰ ὅρκους ἢ κατὰ τὰς ἄλλας ὁμολογίας.
πῶς γὰρ ἄν;
“For instance, suppose we had to agree about that city, and about the man who resembles it by nature and upbringing, whether such a man, if entrusted with a deposit of gold or silver, would make off with it. Who do you think would suppose 443a that he would do it, rather than people who aren’t like him?”
“No one would,” he said.
“And wouldn’t he have nothing to do with temple robbery, theft and betrayal, whether of friends in private life or of cities in public life?”
“Nothing to do with them.”
“And he wouldn’t break faith in any way at all, either over oaths or over any other agreements.”
“How could he?”
μοιχεῖαί γε μὴν καὶ γονέων ἀμέλειαι καὶ θεῶν ἀθεραπευσίαι παντὶ ἄλλῳ μᾶλλον ἢ τῷ τοιούτῳ προσήκουσι.
παντὶ μέντοι, ἔφη. 443b
οὐκοῦν τούτων πάντων αἴτιον ὅτι αὐτοῦ τῶν ἐν αὐτῷ ἕκαστον τὰ αὑτοῦ πράττει ἀρχῆς τε πέρι καὶ τοῦ ἄρχεσθαι;
τοῦτο μὲν οὖν, καὶ οὐδὲν ἄλλο.
ἔτι τι οὖν ἕτερον ζητεῖς δικαιοσύνην εἶναι ἢ ταύτην τὴν δύναμιν ἣ τοὺς τοιούτους ἄνδρας τε παρέχεται καὶ πόλεις;
μὰ Δία, ἦ δʼ ὅς, οὐκ ἔγωγε.
“And adultery, neglect of parents, and failure to serve the gods are more typical of anyone else than of a man like this.”
“Of anyone at all,” he said. 443b
“And isn’t the cause of all this that each of the parts within him does its own work, in ruling and in being ruled?”
“That’s the cause, and nothing else.”
“Then are you still looking for justice to be anything other than this power, which produces men and cities like these?”
“No, by Zeus,” he said, “I’m not.”
τέλεον ἄρα ἡμῖν τὸ ἐνύπνιον ἀποτετέλεσται, ὃ ἔφαμεν ὑποπτεῦσαι ὡς εὐθὺς ἀρχόμενοι τῆς πόλεως οἰκίζειν κατὰ 443c θεόν τινα εἰς ἀρχήν τε καὶ τύπον τινὰ τῆς δικαιοσύνης κινδυνεύομεν ἐμβεβηκέναι.
παντάπασιν μὲν οὖν.
τὸ δέ γε ἦν ἄρα, ὦ Γλαύκων—διʼ ὃ καὶ ὠφελεῖ—εἴδωλόν τι τῆς δικαιοσύνης, τὸ τὸν μὲν σκυτοτομικὸν φύσει ὀρθῶς ἔχειν σκυτοτομεῖν καὶ ἄλλο μηδὲν πράττειν, τὸν δὲ τεκτονικὸν τεκταίνεσθαι, καὶ τἆλλα δὴ οὕτως.
φαίνεται.
“So our dream has come completely true—our suspicion, as we said, that right at the start of founding the city, 443c with some god’s help, we had probably hit upon a first principle and a kind of outline of justice.”
“Absolutely.”
“In fact, Glaucon, that principle—and this is why it was useful—was a kind of image of justice: that the man who is by nature a shoemaker should rightly make shoes and do nothing else, the carpenter do carpentry, and so on.”
“Evidently.”
τὸ δέ γε ἀληθές, τοιοῦτόν τι ἦν, ὡς ἔοικεν, ἡ δικαιοσύνη ἀλλʼ οὐ περὶ τὴν ἔξω πρᾶξιν τῶν αὑτοῦ, ἀλλὰ περὶ τὴν 443d ἐντός, ὡς ἀληθῶς περὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ, μὴ ἐάσαντα τἀλλότρια πράττειν ἕκαστον ἐν αὑτῷ μηδὲ πολυπραγμονεῖν πρὸς ἄλληλα τὰ ἐν τῇ ψυχῇ γένη, ἀλλὰ τῷ ὄντι τὰ οἰκεῖα εὖ θέμενον καὶ ἄρξαντα αὐτὸν αὑτοῦ καὶ κοσμήσαντα καὶ φίλον γενόμενον ἑαυτῷ καὶ συναρμόσαντα τρία ὄντα, ὥσπερ ὅρους τρεῖς ἁρμονίας ἀτεχνῶς, νεάτης τε καὶ ὑπάτης καὶ μέσης, καὶ εἰ ἄλλα ἄττα μεταξὺ τυγχάνει ὄντα,
“But the truth, it seems, is that justice was something like this, though not concerned with someone’s outward doing of his own work but with 443d the inward: with what truly concerns himself and what is his own. The just man doesn’t allow each part within him to do the work of another, or the kinds in his soul to meddle with one another. Instead he truly puts his own house in good order, rules himself, sets himself in order and becomes his own friend. He harmonizes the three parts exactly like the three fixed notes of a musical scale—highest, lowest and middle—and any others that happen to lie in between.
πάντα ταῦτα 443e συνδήσαντα καὶ παντάπασιν ἕνα γενόμενον ἐκ πολλῶν, σώφρονα καὶ ἡρμοσμένον, οὕτω δὴ πράττειν ἤδη, ἐάν τι πράττῃ ἢ περὶ χρημάτων κτῆσιν ἢ περὶ σώματος θεραπείαν ἢ καὶ πολιτικόν τι ἢ περὶ τὰ ἴδια συμβόλαια, ἐν πᾶσι τούτοις ἡγούμενον καὶ ὀνομάζοντα δικαίαν μὲν καὶ καλὴν πρᾶξιν ἣ ἂν ταύτην τὴν ἕξιν σῴζῃ τε καὶ συναπεργάζηται, σοφίαν δὲ τὴν ἐπιστατοῦσαν ταύτῃ τῇ πράξει ἐπιστήμην, ἄδικον δὲ 444a πρᾶξιν ἣ ἂν ἀεὶ ταύτην λύῃ, ἀμαθίαν δὲ τὴν ταύτῃ αὖ ἐπιστατοῦσαν δόξαν.
“He binds all of these 443e together and becomes entirely one instead of many, moderate and harmonized. Only then does he act, if he acts at all—whether in making money, caring for his body, doing something political, or in private contracts. In all these he believes and calls just and fine the action that preserves and helps to produce this condition, and wisdom the knowledge that oversees that action; and he believes and calls unjust 444a whatever action tends to destroy this condition, and ignorance the opinion that in turn oversees that.”
παντάπασιν, ἦ δʼ ὅς, ὦ Σώκρατες, ἀληθῆ λέγεις.
εἶεν, ἦν δʼ ἐγώ· τὸν μὲν δίκαιον καὶ ἄνδρα καὶ πόλιν καὶ δικαιοσύνην, ὃ τυγχάνει ἐν αὐτοῖς ὄν, εἰ φαῖμεν ηὑρηκέναι, οὐκ ἂν πάνυ τι οἶμαι δόξαιμεν ψεύδεσθαι.
μὰ Δία οὐ μέντοι, ἔφη.
φῶμεν ἄρα;
φῶμεν.
ἔστω δή, ἦν δʼ ἐγώ· μετὰ γὰρ τοῦτο σκεπτέον οἶμαι ἀδικίαν.
δῆλον. 444b
“What you say is entirely true, Socrates,” he said.
“Very well,” I said. “If we claimed to have found the just man, the just city, and what justice actually is in them, I don’t think we’d seem to be lying at all.”
“By Zeus, we certainly wouldn’t,” he said.
“Shall we claim it, then?”
“Let’s claim it.”
“So be it,” I said. “Next, I think, we have to examine injustice.”
“Clearly.” 444b
οὐκοῦν στάσιν τινὰ αὖ τριῶν ὄντων τούτων δεῖ αὐτὴν εἶναι καὶ πολυπραγμοσύνην καὶ ἀλλοτριοπραγμοσύνην καὶ ἐπανάστασιν μέρους τινὸς τῷ ὅλῳ τῆς ψυχῆς, ἵνʼ ἄρχῃ ἐν αὐτῇ οὐ προσῆκον, ἀλλὰ τοιούτου ὄντος φύσει οἵου πρέπειν αὐτῷ δουλεύειν, τῷ δʼ οὐ δουλεύειν ἀρχικοῦ γένους ὄντι; τοιαῦτʼ ἄττα οἶμαι φήσομεν καὶ τὴν τούτων ταραχὴν καὶ πλάνην εἶναι τήν τε ἀδικίαν καὶ ἀκολασίαν καὶ δειλίαν καὶ ἀμαθίαν καὶ συλλήβδην πᾶσαν κακίαν.
αὐτὰ μὲν οὖν ταῦτα, ἔφη. 444c
“Mustn’t it, in turn, be a kind of civil war among these three parts—meddling, doing what belongs to others, the rebellion of one part against the whole of the soul so that it can rule in it when that isn’t its place? For that part is by nature fit to be a slave, while the other, belonging to the ruling kind, is fit not to be a slave. Something like this, I think, is what we’ll say: that the turmoil and wandering of these parts is injustice, and licentiousness, and cowardice, and ignorance—in a word, badness of every kind.”
“That’s exactly it,” he said. 444c
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τὸ ἄδικα πράττειν καὶ τὸ ἀδικεῖν καὶ αὖ τὸ δίκαια ποιεῖν, ταῦτα πάντα τυγχάνει ὄντα κατάδηλα ἤδη σαφῶς, εἴπερ καὶ ἡ ἀδικία τε καὶ δικαιοσύνη;
πῶς δή;
ὅτι, ἦν δʼ ἐγώ, τυγχάνει οὐδὲν διαφέροντα τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν, ὡς ἐκεῖνα ἐν σώματι, ταῦτα ἐν ψυχῇ.
πῇ; ἔφη.
τὰ μέν που ὑγιεινὰ ὑγίειαν ἐμποιεῖ, τὰ δὲ νοσώδη νόσον.
ναί.
οὐκοῦν καὶ τὸ μὲν δίκαια πράττειν δικαιοσύνην ἐμποιεῖ, 444d τὸ δʼ ἄδικα ἀδικίαν;
ἀνάγκη.
“Then,” I said, “doing unjust things and doing wrong, and again doing just things—aren’t all these perfectly clear by now, if injustice and justice are?”
“How so?”
“Because,” I said, “they’re no different from healthy and unhealthy things: what those are in the body, these are in the soul.”
“In what way?” he said.
“Healthy things, I take it, produce health, and unhealthy things disease.”
“Yes.”
“And doesn’t doing just things produce justice, 444d and doing unjust things injustice?”
“Necessarily.”
ἔστι δὲ τὸ μὲν ὑγίειαν ποιεῖν τὰ ἐν τῷ σώματι κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ νόσον παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου.
ἔστι γάρ.
οὐκοῦν αὖ, ἔφην, τὸ δικαιοσύνην ἐμποιεῖν τὰ ἐν τῇ ψυχῇ κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ ἀδικίαν παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου;
κομιδῇ, ἔφη.
“To produce health is to arrange the parts of the body so that they master and are mastered by one another in accordance with nature, while to produce disease is to arrange them so that one rules and another is ruled contrary to nature.”
“So it is.”
“Then again,” I said, “to produce justice is to arrange the parts of the soul so that they master and are mastered by one another in accordance with nature, and to produce injustice is to arrange them so that one rules and another is ruled contrary to nature?”
“Exactly,” he said.
ἀρετὴ μὲν ἄρα, ὡς ἔοικεν, ὑγίειά τέ τις ἂν εἴη καὶ 444e κάλλος καὶ εὐεξία ψυχῆς, κακία δὲ νόσος τε καὶ αἶσχος καὶ ἀσθένεια.
ἔστιν οὕτω.
ἆρʼ οὖν οὐ καὶ τὰ μὲν καλὰ ἐπιτηδεύματα εἰς ἀρετῆς κτῆσιν φέρει, τὰ δʼ αἰσχρὰ εἰς κακίας;
ἀνάγκη.
τὸ δὴ λοιπὸν ἤδη, ὡς ἔοικεν, ἡμῖν ἐστι σκέψασθαι 445a πότερον αὖ λυσιτελεῖ δίκαιά τε πράττειν καὶ καλὰ ἐπιτηδεύειν καὶ εἶναι δίκαιον, ἐάντε λανθάνῃ ἐάντε μὴ τοιοῦτος ὤν, ἢ ἀδικεῖν τε καὶ ἄδικον εἶναι, ἐάνπερ μὴ διδῷ δίκην μηδὲ βελτίων γίγνηται κολαζόμενος.
“Excellence, then, it seems, would be a kind of health, 444e beauty and good condition of the soul, and badness a disease, ugliness and weakness.”
“That’s so.”
“And don’t fine practices lead to the acquisition of excellence, and shameful ones to badness?”
“Necessarily.”
“So what remains for us to examine now, it seems, is 445a whether it pays to do just things, practice fine ones and be just, whether or not anyone knows you’re like that; or to do wrong and be unjust, provided you don’t pay the penalty and aren’t made better by being punished.”
ἀλλʼ, ἔφη, ὦ Σώκρατες, γελοῖον ἔμοιγε φαίνεται τὸ σκέμμα γίγνεσθαι ἤδη, εἰ τοῦ μὲν σώματος τῆς φύσεως διαφθειρομένης δοκεῖ οὐ βιωτὸν εἶναι οὐδὲ μετὰ πάντων σιτίων τε καὶ ποτῶν καὶ παντὸς πλούτου καὶ πάσης ἀρχῆς, τῆς δὲ αὐτοῦ τούτου ᾧ ζῶμεν φύσεως ταραττομένης καὶ 445b διαφθειρομένης βιωτὸν ἄρα ἔσται, ἐάνπερ τις ποιῇ ὃ ἂν βουληθῇ ἄλλο πλὴν τοῦτο ὁπόθεν κακίας μὲν καὶ ἀδικίας ἀπαλλαγήσεται, δικαιοσύνην δὲ καὶ ἀρετὴν κτήσεται, ἐπειδήπερ ἐφάνη γε ὄντα ἑκάτερα οἷα ἡμεῖς διεληλύθαμεν.
“But Socrates,” he said, “to me the inquiry is starting to look ridiculous at this point. When the body’s nature is ruined, life doesn’t seem worth living, not even with every kind of food and drink and all the wealth and power in the world. Yet when the nature of the very thing we live by is thrown into turmoil and 445b ruined, is life going to be worth living—so long as a person can do whatever he likes, except the one thing that will rid him of badness and injustice and win him justice and excellence? That is, now that each of them has turned out to be the sort of thing we’ve described.”
γελοῖον γάρ, ἦν δʼ ἐγώ· ἀλλʼ ὅμως ἐπείπερ ἐνταῦθα ἐληλύθαμεν, ὅσον οἷόν τε σαφέστατα κατιδεῖν ὅτι ταῦτα οὕτως ἔχει οὐ χρὴ ἀποκάμνειν.
ἥκιστα, νὴ τὸν Δία, ἔφη, πάντων ἀποκμητέον. 445c
δεῦρό νυν, ἦν δʼ ἐγώ, ἵνα καὶ ἴδῃς ὅσα καὶ εἴδη ἔχει ἡ κακία, ὡς ἐμοὶ δοκεῖ, ἅ γε δὴ καὶ ἄξια θέας.
ἕπομαι, ἔφη· μόνον λέγε.
“It is ridiculous,” I said. “But still, since we’ve come this far, we mustn’t grow weary before we see as clearly as we can that this is how things are.”
“By Zeus,” he said, “growing weary is the last thing we should do.” 445c
“Come along, then,” I said, “so that you can see how many forms badness has, as I see it—the ones, at least, that are worth looking at.”
“I’m following,” he said. “Just tell me.”
καὶ μήν, ἦν δʼ ἐγώ, ὥσπερ ἀπὸ σκοπιᾶς μοι φαίνεται, ἐπειδὴ ἐνταῦθα ἀναβεβήκαμεν τοῦ λόγου, ἓν μὲν εἶναι εἶδος τῆς ἀρετῆς, ἄπειρα δὲ τῆς κακίας, τέτταρα δʼ ἐν αὐτοῖς ἄττα ὧν καὶ ἄξιον ἐπιμνησθῆναι.
πῶς λέγεις; ἔφη.
ὅσοι, ἦν δʼ ἐγώ, πολιτειῶν τρόποι εἰσὶν εἴδη ἔχοντες, τοσοῦτοι κινδυνεύουσι καὶ ψυχῆς τρόποι εἶναι.
πόσοι δή; 445d
πέντε μέν, ἦν δʼ ἐγώ, πολιτειῶν, πέντε δὲ ψυχῆς.
λέγε, ἔφη, τίνες.
“Well,” I said, “now that we’ve climbed this high in the argument, I seem to see, as if from a lookout, that there is one form of excellence but countless forms of badness, and among them four worth mentioning.”
“What do you mean?” he said.
“There are probably as many types of soul,” I said, “as there are types of constitution with distinct forms.”
“How many is that?” 445d
“Five types of constitution,” I said, “and five of soul.”
“Tell me which they are,” he said.
λέγω, εἶπον, ὅτι εἷς μὲν οὗτος ὃν ἡμεῖς διεληλύθαμεν πολιτείας εἴη ἂν τρόπος, ἐπονομασθείη δʼ ἂν καὶ διχῇ· ἐγγενομένου μὲν γὰρ ἀνδρὸς ἑνὸς ἐν τοῖς ἄρχουσι διαφέροντος βασιλεία ἂν κληθείη, πλειόνων δὲ ἀριστοκρατία.
ἀληθῆ, ἔφη.
τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἓν εἶδος λέγω· οὔτε γὰρ ἂν 445e πλείους οὔτε εἷς ἐγγενόμενοι κινήσειεν ἂν τῶν ἀξίων λόγου νόμων τῆς πόλεως, τροφῇ τε καὶ παιδείᾳ χρησάμενος ᾗ διήλθομεν.
οὐ γὰρ εἰκός, ἔφη.
“I say,” I said, “that one type of constitution is the one we’ve described, though it could be called by two names: if one outstanding man arises among the rulers, it would be called kingship; if more than one, aristocracy.”
“True,” he said.
“So I count this as one form,” I said. “Whether 445e there were several such men or one, none of them would alter any of the city’s laws worth mentioning, if they had the upbringing and education we described.”
“Not likely,” he said.